TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 878
Previous part

Chapter: 27 
Verse: 1    χάριν διαϕόρου πολλοὶ ἥμαρτον,
   
καὶ ζητῶν πληθῦναι ἀποστρέψει ὀϕθαλμόν.
Verse: 2    
ἀνὰ μέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος,
   
καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία.
Verse: 3    
ἐὰν μὴ ἐν ϕόβῳ κυρίου κρατήσῃ κατὰ σπουδήν,
   
ἐν τάχει καταστραϕήσεται αὐτοῦ οἶκος.
Verse: 4    
᾽Εν σείσματι κοσκίνου διαμένει κοπρία,
   
οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ.
Verse: 5    
σκεύη κεραμέως δοκιμάζει κάμινος,
   
καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ.
Verse: 6    
γεώργιον ξύλου ἐκϕαίνει καρπὸς αὐτοῦ,
   
οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου.
Verse: 7    
πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα·
   
οὗτος γὰρ πειρασμὸς ἀνθρώπων.
Verse: 8    
᾽Εὰν διώκῃς τὸ δίκαιον, καταλήμψῃ
   
καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης.
Verse: 9    
πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει,
   
καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει.
Verse: 10    
λέων θήραν ἐνεδρεύει,
   
οὕτως ἁμαρτία ἐργαζομένους ἄδικα.
Verse: 11    
διήγησις εὐσεβοῦς διὰ παντὸς σοϕία,
   
δὲ ἄϕρων ὡς σελήνη ἀλλοιοῦται.
Verse: 12    
εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν,
   
εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε.
Verse: 13    
διήγησις μωρῶν προσόχθισμα,
   
καὶ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας.
Verse: 14    
λαλιὰ πολυόρκου ἀνορθώσει τρίχας,
   
καὶ μάχη αὐτῶν ἐμϕραγμὸς ὠτίων.
Verse: 15    
ἔκχυσις αἵματος μάχη ὑπερηϕάνων,
   
καὶ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.
Verse: 16    
῾Ο ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν
   
καὶ οὐ μὴ εὕρῃ ϕίλον πρὸς τὴν ψυχὴν αὐτοῦ.
Verse: 17    
στέρξον ϕίλον καὶ πιστώθητι μετ' αὐτοῦ·
   
ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ, μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ.
Verse: 18    
καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν νεκρὸν αὐτοῦ,
   
οὕτως ἀπώλεσας τὴν ϕιλίαν τοῦ πλησίον·
Verse: 19    
καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας,
   
οὕτως ἀϕῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν.
Verse: 20    
μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη
   
καὶ ἐξέϕυγεν ὡς δορκὰς ἐκ παγίδος.
Verse: 21    
ὅτι τραῦμα ἔστιν καταδῆσαι,
   
καὶ λοιδορίας ἔστιν διαλλαγή,
   
δὲ ἀποκαλύψας μυστήρια ἀϕήλπισεν.
Verse: 22    
Διανεύων ὀϕθαλμῷ τεκταίνει κακά,
   
καὶ οὐδεὶς αὐτὰ ἀποστήσει ἀπ' αὐτοῦ·
Verse: 23    
ἀπέναντι τῶν ὀϕθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ
   
καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει,
   
ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ
   
καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον.
Verse: 24    
πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ,
   
καὶ κύριος μισήσει αὐτόν.
Verse: 25    
βάλλων λίθον εἰς ὕψος ἐπὶ κεϕαλὴν αὐτοῦ βάλλει,
   
καὶ πληγὴ δολία διελεῖ τραύματα.
Verse: 26    
ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται,
   
καὶ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται.
Verse: 27    
ποιῶν πονηρά, εἰς αὐτὸν κυλισθήσεται,
   
καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει αὐτῷ.
Verse: 28    
ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηϕάνῳ,
   
καὶ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν.
Verse: 29    
παγίδι ἁλώσονται οἱ εὐϕραινόμενοι πτώσει εὐσεβῶν,
   
καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν.
Verse: 30    
Μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστιν βδελύγματα,
   
καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.