TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 881
Previous part

Chapter: 30 
Verse: 1    ῾Ο ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ,
   
ἵνα εὐϕρανθῇ ἐπ' ἐσχάτων αὐτοῦ·
Verse: 2    
παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ' αὐτῷ
   
καὶ ἀνὰ μέσον γνωρίμων ἐπ' αὐτῷ καυχήσεται·
Verse: 3    
διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν
   
καὶ ἔναντι ϕίλων ἐπ' αὐτῷ ἀγαλλιάσεται.
Verse: 4    
ἐτελεύτησεν αὐτοῦ πατήρ, καὶ ὧς οὐκ ἀπέθανεν·
   
ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετ' αὐτόν.
Verse: 5    
ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐϕράνθη
   
καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη·
Verse: 6    
ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον
   
καὶ τοῖς ϕίλοις ἀνταποδιδόντα χάριν.
Verse: 7    
περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ,
   
καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ.
Verse: 8    
ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός,
   
καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.
Verse: 9    
τιθήνησον τέκνον, καὶ ἐκθαμβήσει σε·
   
σύμπαιξον αὐτῷ, καὶ λυπήσει σε.
Verse: 10    
μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς,
   
καὶ ἐπ' ἐσχάτων γομϕιάσεις τοὺς ὀδόντας σου.
Verse: 11    
μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι·
Verse: 12    
θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστιν νήπιος,
   
μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.
Verse: 13    
παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ,
   
ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς.
Verse: 14    
Κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει
   
πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.
Verse: 15    
ὑγίεια καὶ εὐεξία βελτίων παντὸς χρυσίου,
   
καὶ σῶμα εὔρωστον ὄλβος ἀμέτρητος.
Verse: 16    
οὐκ ἔστιν πλοῦτος βελτίων ὑγιείας σώματος,
   
καὶ οὐκ ἔστιν εὐϕροσύνη ὑπὲρ χαρὰν καρδίας.
Verse: 17    
κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν
   
καὶ ἀνάπαυσις αἰῶνος ἀρρώστημα ἔμμονον.
Verse: 18    
ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ
   
θέματα βρωμάτων παρακείμενα ἐπὶ τάϕῳ.
Verse: 19    
τί συμϕέρει κάρπωσις εἰδώλῳ;
   
οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσϕρανθῇ·
   
οὕτως ἐκδιωκόμενος ὑπὸ κυρίου.
Verse: 20    
βλέπων ἐν ὀϕθαλμοῖς καὶ στενάζων
   
ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων.
Verse: 21    
Μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου
   
καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου.
Verse: 22    
εὐϕροσύνη καρδίας ζωὴ ἀνθρώπου,
   
καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.
Verse: 23    
ἀπάτα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου
   
καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ·
   
πολλοὺς γὰρ ἀπώλεσεν λύπη,
   
καὶ οὐκ ἔστιν ὠϕέλεια ἐν αὐτῇ.
Verse: 24    
ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας,
   
καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.
Verse: 25    
λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν
   
τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.