TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 882
Previous part

Chapter: 31 
Verse: 1    ᾽Αγρυπνία πλούτου ἐκτήκει σάρκας,
   
καὶ μέριμνα αὐτοῦ ἀϕιστᾷ ὕπνον.
Verse: 2    
μέριμνα ἀγρυπνίας ἀποστήσει νυσταγμόν,
   
καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον.
Verse: 3    
ἐκοπίασεν πλούσιος ἐν συναγωγῇ χρημάτων
   
καὶ ἐν τῇ ἀναπαύσει ἐμπίμπλαται τῶν τρυϕημάτων αὐτοῦ.
Verse: 4    
ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου
   
καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται.
Verse: 5    
῾Ο ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται,
   
καὶ διώκων διάϕορα ἐν αὐτοῖς πλανηθήσεται.
Verse: 6    
πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου,
   
καὶ ἐγενήθη ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.
Verse: 7    
ξύλον προσκόμματός ἐστιν τοῖς ἐνθουσιάζουσιν αὐτῷ,
   
καὶ πᾶς ἄϕρων ἁλώσεται ἐν αὐτῷ.
Verse: 8    
μακάριος πλούσιος, ὃς εὑρέθη ἄμωμος
   
καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη·
Verse: 9    
τίς ἐστιν; καὶ μακαριοῦμεν αὐτόν·
   
ἐποίησεν γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ.
Verse: 10    
τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη;
   
καὶ ἔσται αὐτῷ εἰς καύχησιν.
   
τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη,
   
καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν;
Verse: 11    
στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ,
   
καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία.
Verse: 12    
᾽Επὶ τραπέζης μεγάλης ἐκάθισας;
   
μὴ ἀνοίξῃς ἐπ' αὐτῆς ϕάρυγγά σου
   
καὶ μὴ εἴπῃς Πολλά γε τὰ ἐπ' αὐτῆς·
Verse: 13    
μνήσθητι ὅτι κακὸν ὀϕθαλμὸς πονηρός.
   
πονηρότερον ὀϕθαλμοῦ τί ἔκτισται;
   
διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.
Verse: 14    
οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα
   
καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ.
Verse: 15    
νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ
   
καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ.
Verse: 16    
ϕάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι
   
καὶ μὴ διαμασῶ, μὴ μισηθῇς.
Verse: 17    
παῦσαι πρῶτος χάριν παιδείας
   
καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς·
Verse: 18    
καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας,
   
πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.
Verse: 19    
῾Ως ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον,
   
καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει.
Verse: 20    
ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ·
   
ἀνέστη πρωί, καὶ ψυχὴ αὐτοῦ μετ' αὐτοῦ.
   
πόνος ἀγρυπνίας καὶ χολέρας
   
καὶ στρόϕος μετὰ ἀνδρὸς ἀπλήστου·
Verse: 21    
καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν,
   
ἀνάστα ἔμεσον πόρρω, καὶ ἀναπαύσῃ.
Verse: 22    
ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με,
   
καὶ ἐπ' ἐσχάτων εὑρήσεις τοὺς λόγους μου·
   
ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής,
   
καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ.
Verse: 23    
λαμπρὸν ἐπ' ἄρτοις εὐλογήσει χείλη,
   
καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή.
Verse: 24    
πονηρῷ ἐπ' ἄρτῳ διαγογγύσει πόλις,
   
καὶ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής.
Verse: 25    
᾽Εν οἴνῳ μὴ ἀνδρίζου·
   
πολλοὺς γὰρ ἀπώλεσεν οἶνος.
Verse: 26    
κάμινος δοκιμάζει στόμωμα ἐν βαϕῇ,
   
οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηϕάνων.
Verse: 27    
ἔϕισον ζωῆς οἶνος ἀνθρώποις,
   
ἐὰν πίνῃς αὐτὸν ἐν μέτρῳ αὐτοῦ.
   
τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ;
   
καὶ αὐτὸς ἔκτισται εἰς εὐϕροσύνην ἀνθρώποις.
Verse: 28    
ἀγαλλίαμα καρδίας καὶ εὐϕροσύνη ψυχῆς
   
οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης·
Verse: 29    
πικρία ψυχῆς οἶνος πινόμενος πολὺς
   
ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι.
Verse: 30    
πληθύνει μέθη θυμὸν ἄϕρονος εἰς πρόσκομμα
   
ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.
Verse: 31    
ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον
   
καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐϕροσύνῃ αὐτοῦ·
   
λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ
   
καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.