TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 883
Chapter: 32
Verse: 1
῾Ηγούμενόν
σε
κατέστησαν
;
μὴ
ἐπαίρου
·
γίνου
ἐν
αὐτοῖς
ὡς
εἷς
ἐξ
αὐτῶν
,
ϕρόντισον
αὐτῶν
καὶ
οὕτω
κάθισον
·
Verse: 2
καὶ
πᾶσαν
τὴν
χρείαν
σου
ποιήσας
ἀνάπεσε
,
ἵνα
εὐϕρανθῇς
δι
'
αὐτοὺς
καὶ
εὐκοσμίας
χάριν
λάβῃς
στέϕανον
.
Verse: 3
Λάλησον
,
πρεσβύτερε
,
πρέπει
γάρ
σοι
,
ἐν
ἀκριβεῖ
ἐπιστήμῃ
καὶ
μὴ
ἐμποδίσῃς
μουσικά
.
Verse: 4
ὅπου
ἀκρόαμα
,
μὴ
ἐκχέῃς
λαλιὰν
καὶ
ἀκαίρως
μὴ
σοϕίζου
.
Verse: 5
σϕραγὶς
ἄνθρακος
ἐπὶ
κόσμῳ
χρυσῷ
σύγκριμα
μουσικῶν
ἐν
συμποσίῳ
οἴνου
·
Verse: 6
ἐν
κατασκευάσματι
χρυσῷ
σϕραγὶς
σμαράγδου
μέλος
μουσικῶν
ἐϕ
'
ἡδεῖ
οἴνῳ
.
Verse: 7
Λάλησον
,
νεανίσκε
,
εἰ
χρεία
σου
,
μόλις
δὶς
ἐὰν
ἐπερωτηθῇς
·
Verse: 8
κεϕαλαίωσον
λόγον
,
ἐν
ὀλίγοις
πολλά
·
γίνου
ὡς
γινώσκων
καὶ
ἅμα
σιωπῶν
.
Verse: 9
ἐν
μέσῳ
μεγιστάνων
μὴ
ἐξισάζου
καὶ
ἑτέρου
λέγοντος
μὴ
πολλὰ
ἀδολέσχει
.
Verse: 10
πρὸ
βροντῆς
κατασπεύδει
ἀστραπή
,
καὶ
πρὸ
αἰσχυντηροῦ
προελεύσεται
χάρις
.
Verse: 11
ἐν
ὥρᾳ
ἐξεγείρου
καὶ
μὴ
οὐράγει
,
ἀπότρεχε
εἰς
οἶκον
καὶ
μὴ
ῥᾳθύμει
·
Verse: 12
ἐκεῖ
παῖζε
καὶ
ποίει
τὰ
ἐνθυμήματά
σου
καὶ
μὴ
ἁμάρτῃς
λόγῳ
ὑπερηϕάνῳ
.
Verse: 13
καὶ
ἐπὶ
τούτοις
εὐλόγησον
τὸν
ποιήσαντά
σε
καὶ
μεθύσκοντά
σε
ἀπὸ
τῶν
ἀγαθῶν
αὐτοῦ
.
Verse: 14
῾Ο
ϕοβούμενος
κύριον
ἐκδέξεται
παιδείαν
,
καὶ
οἱ
ὀρθρίζοντες
εὑρήσουσιν
εὐδοκίαν
.
Verse: 15
ὁ
ζητῶν
νόμον
ἐμπλησθήσεται
αὐτοῦ
,
καὶ
ὁ
ὑποκρινόμενος
σκανδαλισθήσεται
ἐν
αὐτῷ
.
Verse: 16
οἱ
ϕοβούμενοι
κύριον
εὑρήσουσιν
κρίμα
καὶ
δικαιώματα
ὡς
ϕῶς
ἐξάψουσιν
.
Verse: 17
ἄνθρωπος
ἁμαρτωλὸς
ἐκκλινεῖ
ἐλεγμὸν
καὶ
κατὰ
τὸ
θέλημα
αὐτοῦ
εὑρήσει
σύγκριμα
.
Verse: 18
᾽Ανὴρ
βουλῆς
οὐ
μὴ
παρίδῃ
διανόημα
,
ἀλλότριος
καὶ
ὑπερήϕανος
οὐ
καταπτήξει
ϕόβον
.
Verse: 19
ἄνευ
βουλῆς
μηθὲν
ποιήσῃς
καὶ
ἐν
τῷ
ποιῆσαί
σε
μὴ
μεταμελοῦ
.
Verse: 20
ἐν
ὁδῷ
ἀντιπτώματος
μὴ
πορεύου
καὶ
μὴ
προσκόψῃς
ἐν
λιθώδεσιν
.
Verse: 21
μὴ
πιστεύσῃς
ἐν
ὁδῷ
ἀπροσκόπῳ
Verse: 22
καὶ
ἀπὸ
τῶν
τέκνων
σου
ϕύλαξαι
.
Verse: 23
ἐν
παντὶ
ἔργῳ
πίστευε
τῇ
ψυχῇ
σου
·
καὶ
γὰρ
τοῦτό
ἐστιν
τήρησις
ἐντολῶν
.
Verse: 24
ὁ
πιστεύων
νόμῳ
προσέχει
ἐντολαῖς
,
καὶ
ὁ
πεποιθὼς
κυρίῳ
οὐκ
ἐλαττωθήσεται
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.