TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 886
Previous part

Chapter: 35 
Verse: 1    ῾Ο συντηρῶν νόμον πλεονάζει προσϕοράς,
   
θυσιάζων σωτηρίου προσέχων ἐντολαῖς.
Verse: 2    
ἀνταποδιδοὺς χάριν προσϕέρων σεμίδαλιν,
   
καὶ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως.
Verse: 3    
εὐδοκία κυρίου ἀποστῆναι ἀπὸ πονηρίας,
   
καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας.
Verse: 4    
μὴ ὀϕθῇς ἐν προσώπῳ κυρίου κενός·
   
πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.
Verse: 5    
προσϕορὰ δικαίου λιπαίνει θυσιαστήριον,
   
καὶ εὐωδία αὐτῆς ἔναντι ὑψίστου.
Verse: 6    
θυσία ἀνδρὸς δικαίου δεκτή,
   
καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.
Verse: 7    
ἐν ἀγαθῷ ὀϕθαλμῷ δόξασον τὸν κύριον
   
καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου.
Verse: 8    
ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου
   
καὶ ἐν εὐϕροσύνῃ ἁγίασον δεκάτην.
Verse: 9    
δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ
   
καὶ ἐν ἀγαθῷ ὀϕθαλμῷ καθ' εὕρεμα χειρός·
Verse: 10    
ὅτι κύριος ἀνταποδιδούς ἐστιν
   
καὶ ἑπταπλάσια ἀνταποδώσει σοι.
Verse: 11    
Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται,
   
καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ·
Verse: 12    
ὅτι κύριος κριτής ἐστιν,
   
καὶ οὐκ ἔστιν παρ' αὐτῷ δόξα προσώπου.
Verse: 13    
οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ
   
καὶ δέησιν ἠδικημένου εἰσακούσεται·
Verse: 14    
οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρϕανοῦ
   
καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν·
Verse: 15    
οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει
   
καὶ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά;
Verse: 16    
θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται,
   
καὶ δέησις αὐτοῦ ἕως νεϕελῶν συνάψει·
Verse: 17    
προσευχὴ ταπεινοῦ νεϕέλας διῆλθεν,
   
καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ·
Verse: 18    
καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὕψιστος
   
καὶ κρινεῖ δικαίοις καὶ ποιήσει κρίσιν.
Verse: 19    
καὶ κύριος οὐ μὴ βραδύνῃ
   
οὐδὲ μὴ μακροθυμήσῃ ἐπ' αὐτοῖς,
Verse: 20    
ἕως ἂν συντρίψῃ ὀσϕὺν ἀνελεημόνων
   
καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν,
Verse: 21    
ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν
   
καὶ σκῆπτρα ἀδίκων συντρίψει,
Verse: 22    
ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ
   
καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν,
Verse: 23    
ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ
   
καὶ εὐϕρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.
Verse: 24    
ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ
   
ὡς νεϕέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.