TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 895
Previous part

Chapter: 44 
Verse: 1    Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους
   
καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει·
Verse: 2    
πολλὴν δόξαν ἔκτισεν κύριος,
   
τὴν μεγαλωσύνην αὐτοῦ ἀπ' αἰῶνος.
Verse: 3    
κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν
   
καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει·
   
βουλεύοντες ἐν συνέσει αὐτῶν,
   
ἀπηγγελκότες ἐν προϕητείαις·
Verse: 4    
ἡγούμενοι λαοῦ ἐν διαβουλίοις
   
καὶ συνέσει γραμματείας λαοῦ,
   
σοϕοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν·
Verse: 5    
ἐκζητοῦντες μέλη μουσικῶν
   
καὶ διηγούμενοι ἔπη ἐν γραϕῇ·
Verse: 6    
ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι,
   
εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν·
Verse: 7    
πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν,
   
καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα.
Verse: 8    
εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα
   
τοῦ ἐκδιηγήσασθαι ἐπαίνους·
Verse: 9    
καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον
   
καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες
   
καὶ ἐγένοντο ὡς οὐ γεγονότες
   
καὶ τὰ τέκνα αὐτῶν μετ' αὐτούς.
Verse: 10    
ἀλλ' οὗτοι ἄνδρες ἐλέους,
   
ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν·
Verse: 11    
μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ,
   
ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν·
Verse: 12    
ἐν ταῖς διαθήκαις ἔστη τὸ σπέρμα αὐτῶν
   
καὶ τὰ τέκνα αὐτῶν δι' αὐτούς·
Verse: 13    
ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν,
   
καὶ δόξα αὐτῶν οὐκ ἐξαλειϕθήσεται·
Verse: 14    
τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάϕη,
   
καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς·
Verse: 15    
σοϕίαν αὐτῶν διηγήσονται λαοί,
   
καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία.
Verse: 16    
Ενωχ εὐηρέστησεν κυρίῳ καὶ μετετέθη
   
ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς.
Verse: 17    
Νωε εὑρέθη τέλειος δίκαιος,
   
ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα·
   
διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ,
   
ὅτε ἐγένετο κατακλυσμός·
Verse: 18    
διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν,
   
ἵνα μὴ ἐξαλειϕθῇ κατακλυσμῷ πᾶσα σάρξ.
Verse: 19    
Αβρααμ μέγας πατὴρ πλήθους ἐθνῶν,
   
καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ·
Verse: 20    
ὃς συνετήρησεν νόμον ὑψίστου
   
καὶ ἐγένετο ἐν διαθήκῃ μετ' αὐτοῦ·
   
ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην
   
καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·
Verse: 21    
διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ
   
ἐνευλογηθῆναι ἔθνη ἐν σπέρματι αὐτοῦ,
   
πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς
   
καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ
   
καὶ κατακληρονομῆσαι αὐτοὺς
   
ἀπὸ θαλάσσης ἕως θαλάσσης
   
καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς.
Verse: 22    
καὶ ἐν τῷ Ισαακ ἔστησεν οὕτως
   
δι' Αβρααμ τὸν πατέρα αὐτοῦ.
Verse: 23    
εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην
   
κατέπαυσεν ἐπὶ κεϕαλὴν Ιακωβ·
   
ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ
   
καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ·
   
καὶ διέστειλεν μερίδας αὐτοῦ,
   
ἐν ϕυλαῖς ἐμέρισεν δέκα δύο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.