TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 896
Previous part

Chapter: 45 
Verse: 1    Καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους
   
εὑρίσκοντα χάριν ἐν ὀϕθαλμοῖς πάσης σαρκὸς
   
ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων
   
Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·
Verse: 2    
ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων
   
καὶ ἐμεγάλυνεν αὐτὸν ἐν ϕόβοις ἐχθρῶν·
Verse: 3    
ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν,
   
ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων·
   
ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ
   
καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ·
Verse: 4    
ἐν πίστει καὶ πραύτητι αὐτὸν ἡγίασεν,
   
ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός·
Verse: 5    
ἠκούτισεν αὐτὸν τῆς ϕωνῆς αὐτοῦ
   
καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόϕον
   
καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς,
   
νόμον ζωῆς καὶ ἐπιστήμης,
   
διδάξαι τὸν Ιακωβ διαθήκην
   
καὶ κρίματα αὐτοῦ τὸν Ισραηλ.
Verse: 6    
Ααρων ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ
   
ἀδελϕὸν αὐτοῦ ἐκ ϕυλῆς Λευι·
Verse: 7    
ἔστησεν αὐτὸν διαθήκην αἰῶνος
   
καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ·
   
ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ
   
καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης·
Verse: 8    
ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος
   
καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος,
   
περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα·
Verse: 9    
καὶ ἐκύκλωσεν αὐτὸν ῥοίσκοις,
   
χρυσοῖς κώδωσιν πλείστοις κυκλόθεν,
   
ἠχῆσαι ϕωνὴν ἐν βήμασιν αὐτοῦ,
   
ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ
   
εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ·
Verse: 10    
στολῇ ἁγίᾳ, χρυσῷ καὶ ὑακίνθῳ
   
καὶ πορϕύρᾳ, ἔργῳ ποικιλτοῦ,
   
λογείῳ κρίσεως, δήλοις ἀληθείας,
   
κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου,
Verse: 11    
λίθοις πολυτελέσιν γλύμματος σϕραγῖδος
   
ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ,
   
εἰς μνημόσυνον ἐν γραϕῇ κεκολαμμένῃ
   
κατ' ἀριθμὸν ϕυλῶν Ισραηλ·
Verse: 12    
στέϕανον χρυσοῦν ἐπάνω κιδάρεως,
   
ἐκτύπωμα σϕραγῖδος ἁγιάσματος,
   
καύχημα τιμῆς, ἔργον ἰσχύος,
   
ἐπιθυμήματα ὀϕθαλμῶν κοσμούμενα·
Verse: 13    
ὡραῖα πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα,
   
ἕως αἰῶνος οὐκ ἐνεδύσατο ἀλλογενὴς
   
πλὴν τῶν υἱῶν αὐτοῦ μόνον
   
καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός.
Verse: 14    
θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται
   
καθ' ἡμέραν ἐνδελεχῶς δίς.
Verse: 15    
ἐπλήρωσεν Μωυσῆς τὰς χεῖρας
   
καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ·
   
ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰῶνος
   
καὶ τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ
   
λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν
   
καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι.
Verse: 16    
ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος
   
προσαγαγεῖν κάρπωσιν κυρίῳ,
   
θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον,
   
ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου.
Verse: 17    
ἔδωκεν αὐτῷ ἐν ἐντολαῖς αὐτοῦ
   
ἐξουσίαν ἐν διαθήκαις κριμάτων
   
διδάξαι τὸν Ιακωβ τὰ μαρτύρια
   
καὶ ἐν νόμῳ αὐτοῦ ϕωτίσαι Ισραηλ.
Verse: 18    
ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι
   
καὶ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐρήμῳ,
   
ἄνδρες οἱ περὶ Δαθαν καὶ Αβιρων
   
καὶ συναγωγὴ Κορε ἐν θυμῷ καὶ ὀργῇ·
Verse: 19    
εἶδεν κύριος καὶ οὐκ εὐδόκησεν,
   
καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς·
   
ἐποίησεν αὐτοῖς τέρατα
   
καταναλῶσαι ἐν πυρὶ ϕλογὸς αὐτοῦ.
Verse: 20    
καὶ προσέθηκεν Ααρων δόξαν
   
καὶ ἔδωκεν αὐτῷ κληρονομίαν·
   
ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτῷ,
   
ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν·
Verse: 21    
καὶ γὰρ θυσίας κυρίου ϕάγονται,
   
ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ.
Verse: 22    
πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει,
   
καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ·
   
αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία.
Verse: 23    
Καὶ Φινεες υἱὸς Ελεαζαρ τρίτος εἰς δόξαν
   
ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν ϕόβῳ κυρίου
   
καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ
   
ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ·
   
καὶ ἐξιλάσατο περὶ τοῦ Ισραηλ.
Verse: 24    
διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης
   
προστατεῖν ἁγίων καὶ λαοῦ αὐτοῦ,
   
ἵνα αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ
   
ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας.
Verse: 25    
καὶ διαθήκη τῷ Δαυιδ
   
υἱῷ Ιεσσαι ἐκ ϕυλῆς Ιουδα
   
κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου·
   
κληρονομία Ααρων καὶ τῷ σπέρματι αὐτοῦ.
Verse: 26    
δῴη ὑμῖν σοϕίαν ἐν καρδίᾳ ὑμῶν
   
κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ,
   
ἵνα μὴ ἀϕανισθῇ τὰ ἀγαθὰ αὐτῶν
   
καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.