TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 897
Previous part

Chapter: 46 
Verse: 1    Κραταιὸς ἐν πολέμῳ ᾽Ιησοῦς Ναυη
   
καὶ διάδοχος Μωυσῆ ἐν προϕητείαις,
   
ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ
   
μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ
   
ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς,
   
ὅπως κατακληρονομήσῃ τὸν Ισραηλ.
Verse: 2    
ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ
   
καὶ ἐν τῷ ἐκτεῖναι ῥομϕαίαν ἐπὶ πόλεις.
Verse: 3    
τίς πρότερος αὐτοῦ οὕτως ἔστη;
   
τοὺς γὰρ πολέμους κυρίου αὐτὸς ἐπήγαγεν.
Verse: 4    
οὐχὶ ἐν χειρὶ αὐτοῦ ἐνεποδίσθη ἥλιος
   
καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο;
Verse: 5    
ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην
   
ἐν τῷ θλῖψαι αὐτὸν ἐχθροὺς κυκλόθεν,
   
καὶ ἐπήκουσεν αὐτοῦ μέγας κύριος
   
ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·
Verse: 6    
κατέρραξεν ἐπ' ἔθνος πόλεμον
   
καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας,
   
ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ
   
ὅτι ἐναντίον κυρίου πόλεμος αὐτοῦ.
Verse: 7    
Καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου
   
καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος
   
αὐτὸς καὶ Χαλεβ υἱὸς Ιεϕοννη
   
ἀντιστῆναι ἔναντι ἐκκλησίας
   
κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας
   
καὶ κοπάσαι γογγυσμὸν πονηρίας.
Verse: 8    
καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν
   
ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν
   
εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν
   
εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
Verse: 9    
καὶ ἔδωκεν κύριος τῷ Χαλεβ ἰσχύν,
   
καὶ ἕως γήρους διέμεινεν αὐτῷ,
   
ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς,
   
καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν,
Verse: 10    
ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ισραηλ
   
ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω κυρίου.
Verse: 11    
Καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι,
   
ὅσων οὐκ ἐξεπόρνευσεν καρδία
   
καὶ ὅσοι οὐκ ἀπεστράϕησαν ἀπὸ κυρίου,
   
εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·
Verse: 12    
τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν
   
καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον
   
ἐϕ' υἱοῖς δεδοξασμένων αὐτῶν.
Verse: 13    
᾽Ηγαπημένος ὑπὸ κυρίου αὐτοῦ Σαμουηλ
   
προϕήτης κυρίου κατέστησεν βασιλείαν
   
καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ·
Verse: 14    
ἐν νόμῳ κυρίου ἔκρινεν συναγωγήν,
   
καὶ ἐπεσκέψατο κύριος τὸν Ιακωβ·
Verse: 15    
ἐν πίστει αὐτοῦ ἠκριβάσθη προϕήτης
   
καὶ ἐγνώσθη ἐν ῥήμασιν αὐτοῦ πιστὸς ὁράσεως.
Verse: 16    
καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην
   
ἐν τῷ θλῖψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν
   
ἐν προσϕορᾷ ἀρνὸς γαλαθηνοῦ·
Verse: 17    
καὶ ἐβρόντησεν ἀπ' οὐρανοῦ κύριος
   
καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησεν τὴν ϕωνὴν αὐτοῦ
Verse: 18    
καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων
   
καὶ πάντας ἄρχοντας Φυλιστιιμ.
Verse: 19    
καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος
   
ἐπεμαρτύρατο ἔναντι κυρίου καὶ χριστοῦ αὐτοῦ
   
Χρήματα καὶ ἕως ὑποδημάτων
   
ἀπὸ πάσης σαρκὸς οὐκ εἴληϕα·
   
καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος.
Verse: 20    
καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεϕήτευσεν
   
καὶ ὑπέδειξεν βασιλεῖ τὴν τελευτὴν αὐτοῦ
   
καὶ ἀνύψωσεν ἐκ γῆς τὴν ϕωνὴν αὐτοῦ
   
ἐν προϕητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.