TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 898
Previous part

Chapter: 47 
Verse: 1    Καὶ μετὰ τοῦτον ἀνέστη Ναθαν
   
προϕητεύειν ἐν ἡμέραις Δαυιδ.
Verse: 2    
ὥσπερ στέαρ ἀϕωρισμένον ἀπὸ σωτηρίου,
   
οὕτως Δαυιδ ἀπὸ τῶν υἱῶν Ισραηλ.
Verse: 3    
ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίϕοις
   
καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων.
Verse: 4    
ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινεν γίγαντα
   
καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ
   
ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σϕενδόνης
   
καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιαθ;
Verse: 5    
ἐπεκαλέσατο γὰρ κύριον τὸν ὕψιστον,
   
καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος
   
ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ
   
ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ.
Verse: 6    
οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν
   
καὶ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις κυρίου
   
ἐν τῷ ϕέρεσθαι αὐτῷ διάδημα δόξης·
Verse: 7    
ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν
   
καὶ ἐξουδένωσεν Φυλιστιιμ τοὺς ὑπεναντίους,
   
ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας.
Verse: 8    
ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν
   
ἁγίῳ ὑψίστῳ ῥήματι δόξης·
   
ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν
   
καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν.
Verse: 9    
καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου
   
καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη·
Verse: 10    
ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν
   
καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας
   
ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ
   
καὶ ἀπὸ πρωίας ἠχεῖν τὸ ἁγίασμα.
Verse: 11    
κύριος ἀϕεῖλεν τὰς ἁμαρτίας αὐτοῦ
   
καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ
   
καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων
   
καὶ θρόνον δόξης ἐν τῷ Ισραηλ.
Verse: 12    
Μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων
   
καὶ δι' αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ·
Verse: 13    
Σαλωμων ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης,
   
θεὸς κατέπαυσεν κυκλόθεν,
   
ἵνα στήσῃ οἶκον ἐπ' ὀνόματι αὐτοῦ
   
καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.
Verse: 14    
ὡς ἐσοϕίσθης ἐν νεότητί σου
   
καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως.
Verse: 15    
γῆν ἐπεκάλυψεν ψυχή σου,
   
καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων·
Verse: 16    
εἰς νήσους πόρρω ἀϕίκετο τὸ ὄνομά σου,
   
καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου·
Verse: 17    
ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς
   
καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χῶραι.
Verse: 18    
ἐν ὀνόματι κυρίου τοῦ θεοῦ
   
τοῦ ἐπικεκλημένου θεοῦ Ισραηλ
   
συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον
   
καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον.
Verse: 19    
παρανέκλινας τὰς λαγόνας σου γυναιξὶν
   
καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου·
Verse: 20    
ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου
   
καὶ ἐβεβήλωσας τὸ σπέρμα σου
   
ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου
   
καὶ κατανυγῆναι ἐπὶ τῇ ἀϕροσύνῃ σου
Verse: 21    
γενέσθαι δίχα τυραννίδα
   
καὶ ἐξ Εϕραιμ ἄρξαι βασιλείαν ἀπειθῆ.
Verse: 22    
δὲ κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ
   
καὶ οὐ μὴ διαϕθείρῃ ἀπὸ τῶν λόγων αὐτοῦ
   
οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα
   
καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ·
   
καὶ τῷ Ιακωβ ἔδωκεν κατάλειμμα
   
καὶ τῷ Δαυιδ ἐξ αὐτοῦ ῥίζαν.
Verse: 23    
Καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ
   
καὶ κατέλιπεν μετ' αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ
   
λαοῦ ἀϕροσύνην καὶ ἐλασσούμενον συνέσει
   
Ροβοαμ, ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ.
Verse: 24    
καὶ Ιεροβοαμ υἱὸς Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ
   
καὶ ἔδωκεν τῷ Εϕραιμ ὁδὸν ἁμαρτίας·
   
καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σϕόδρα
   
ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν·
Verse: 25    
καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν,
   
ἕως ἐκδίκησις ἔλθῃ ἐπ' αὐτούς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.