TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 903
Previous part

Book: Ps.Sal. 
ΨΑΛΜΟΙ ΣΑΛΟΜΩΝΤΟΣ




Chapter: 1 
Verse: 1 
᾽Εβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος,
πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς·
Verse: 2 
ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου·
[εἶπα] ᾽Επακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης.
Verse: 3 
ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης
ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις.
Verse: 4 
πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν
καὶ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς.
Verse: 5 
ὑψώθησαν ἕως τῶν ἄστρων,
εἶπαν Οὐ μὴ πέσωσιν·
Verse: 6 
καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν
καὶ οὐκ ἤνεγκαν.
Verse: 7 
αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύϕοις,
καὶ ἐγὼ οὐκ ᾔδειν·
Verse: 8 
αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη,
ἐβεβήλωσαν τὰ ἅγια κυρίου ἐν βεβηλώσει.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.