TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 904
Previous part

Chapter: 2 
Verse: 0  Ψαλμὸς τῷ Σαλωμων· περὶ Ιερουσαλημ.
Verse: 1 
᾽Εν τῷ ὑπερηϕανεύεσθαι τὸν ἁμαρτωλὸν ἐν κριῷ κατέβαλε τείχη ὀχυρά,
καὶ οὐκ ἐκώλυσας.
Verse: 2 
ἀνέβησαν ἐπὶ τὸ θυσιαστήριόν σου ἔθνη ἀλλότρια,
κατεπατοῦσαν ἐν ὑποδήμασιν αὐτῶν ἐν ὑπερηϕανίᾳ,
Verse: 3 
ἀνθ' ὧν οἱ υἱοὶ Ιερουσαλημ ἐμίαναν τὰ ἅγια κυρίου,
ἐβεβηλοῦσαν τὰ δῶρα τοῦ θεοῦ ἐν ἀνομίαις.
Verse: 4 
ἕνεκεν τούτων εἶπεν ᾽Απορρίψατε αὐτὰ μακρὰν ἀπ' ἐμοῦ,
οὐκ εὐδοκῶ ἐν αὐτοῖς.
Verse: 5 
τὸ κάλλος τῆς δόξης αὐτῆς ἐξουθενώθη ἐνώπιον τοῦ θεοῦ,
ἠτιμώθη ἕως εἰς τέλος.
Verse: 6 
οἱ υἱοὶ καὶ αἱ θυγατέρες ἐν αἰχμαλωσίᾳ πονηρᾷ,
ἐν σϕραγῖδι τράχηλος αὐτῶν, ἐν ἐπισήμῳ ἐν τοῖς ἔθνεσιν.
Verse: 7 
Κατὰ τὰς ἁμαρτίας αὐτῶν ἐποίησεν αὐτοῖς,
ὅτι ἐγκατέλιπεν αὐτοὺς εἰς χεῖρας κατισχυόντων.
Verse: 8 
ἀπέστρεψεν γὰρ τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἐλέους αὐτῶν,
νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν εἰς ἅπαξ,
ὅτι πονηρὰ ἐποίησαν εἰς ἅπαξ τοῦ μὴ ἀκούειν.
Verse: 9 
καὶ οὐρανὸς ἐβαρυθύμησεν, καὶ γῆ ἐβδελύξατο αὐτούς,
ὅτι οὐκ ἐποίησε πᾶς ἄνθρωπος ἐπ' αὐτῆς ὅσα ἐποίησαν.
Verse: 10 
καὶ γνώσεται γῆ τὰ κρίματά σου πάντα τὰ δίκαια, θεός.
Verse: 11 
῎Εστησαν τοὺς υἱοὺς Ιερουσαλημ εἰς ἐμπαιγμὸν ἀντὶ πορνῶν ἐν αὐτῇ·
πᾶς παραπορευόμενος εἰσεπορεύετο κατέναντι τοῦ ἡλίου.
Verse: 12 
ἐνέπαιζον ταῖς ἀνομίαις αὐτῶν καθὰ ἐποίουν αὐτοί,
ἀπέναντι τοῦ ἡλίου παρεδειγμάτισαν ἀδικίας αὐτῶν.
Verse: 13 
καὶ θυγατέρες Ιερουσαλημ βέβηλοι κατὰ τὸ κρίμα σου,
ἀνθ' ὧν αὐταὶ ἐμιαίωσαν αὑτὰς ἐν ϕυρμῷ ἀναμείξεως.
Verse: 14 
τὴν κοιλίαν μου καὶ τὰ σπλάγχνα μου πονῶ ἐπὶ τούτοις.
Verse: 15 
᾽Εγὼ δικαιώσω σε, θεός, ἐν εὐθύτητι καρδίας,
ὅτι ἐν τοῖς κρίμασίν σου δικαιοσύνη σου, θεός.
Verse: 16 
ὅτι ἀπέδωκας τοῖς ἁμαρτωλοῖς κατὰ τὰ ἔργα αὐτῶν
καὶ κατὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πονηρὰς σϕόδρα.
Verse: 17 
ἀνεκάλυψας τὰς ἁμαρτίας αὐτῶν, ἵνα ϕανῇ τὸ κρίμα σου,
ἐξήλειψας τὸ μνημόσυνον αὐτῶν ἀπὸ τῆς γῆς.
Verse: 18 
θεὸς κριτὴς δίκαιος καὶ οὐ θαυμάσει πρόσωπον.
Verse: 19 
᾽Ωνείδισαν γὰρ ἔθνη Ιερουσαλημ ἐν καταπατήσει,
κατεσπάσθη τὸ κάλλος αὐτῆς ἀπὸ θρόνου δόξης.
Verse: 20 
περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας,
σχοινίον περὶ τὴν κεϕαλὴν αὐτῆς ἀντὶ στεϕάνου.
Verse: 21 
περιείλατο μίτραν δόξης, ἣν περιέθηκεν αὐτῇ θεός·
ἐν ἀτιμίᾳ τὸ κάλλος αὐτῆς, ἀπερρίϕη ἐπὶ τὴν γῆν.
Verse: 22 
Καὶ ἐγὼ εἶδον καὶ ἐδεήθην τοῦ προσώπου κυρίου καὶ εἶπον
῾Ικάνωσον, κύριε, τοῦ βαρύνεσθαι χεῖρά σου ἐπὶ Ιερουσαλημ ἐν ἐπαγωγῇ ἐθνῶν·
Verse: 23 
ὅτι ἐνέπαιξαν καὶ οὐκ ἐϕείσαντο ἐν ὀργῇ καὶ θυμῷ μετὰ μηνίσεως·
καὶ συντελεσθήσονται, ἐὰν μὴ σύ, κύριε, ἐπιτιμήσῃς αὐτοῖς ἐν ὀργῇ σου.
Verse: 24 
ὅτι οὐκ ἐν ζήλει ἐποίησαν, ἀλλ' ἐν ἐπιθυμίᾳ ψυχῆς
ἐκχέαι τὴν ὀργὴν αὐτῶν εἰς ἡμᾶς ἐν ἁρπάγματι.
Verse: 25 
μὴ χρονίσῃς, θεός, τοῦ ἀποδοῦναι αὐτοῖς εἰς κεϕαλάς,
τοῦ εἰπεῖν τὴν ὑπερηϕανίαν τοῦ δράκοντος ἐν ἀτιμίᾳ.
Verse: 26 
Καὶ οὐκ ἐχρόνισα ἕως ἔδειξέν μοι θεὸς τὴν ὕβριν αὐτοῦ,
ἐκκεκεντημένον ἐπὶ τῶν ὀρέων Αἰγύπτου
ὑπὲρ ἐλάχιστον ἐξουδενωμένον ἐπὶ γῆς καὶ θαλάσσης·
Verse: 27 
τὸ σῶμα αὐτοῦ διαϕερόμενον ἐπὶ κυμάτων ἐν ὕβρει πολλῇ,
καὶ οὐκ ἦν θάπτων,
ὅτι ἐξουθένωσεν αὐτὸν ἐν ἀτιμίᾳ.
Verse: 28 
Οὐκ ἐλογίσατο ὅτι ἄνθρωπός ἐστιν,
καὶ τὸ ὕστερον οὐκ ἐλογίσατο.
Verse: 29 
εἶπεν ᾽Εγὼ κύριος γῆς καὶ θαλάσσης ἔσομαι·
καὶ οὐκ ἐπέγνω ὅτι θεὸς μέγας,
κραταιὸς ἐν ἰσχύι αὐτοῦ τῇ μεγάλῃ.
Verse: 30 
αὐτὸς βασιλεὺς ἐπὶ τῶν οὐρανῶν
καὶ κρίνων βασιλεῖς καὶ ἀρχάς·
Verse: 31 
ἀνιστῶν ἐμὲ εἰς δόξαν
καὶ κοιμίζων ὑπερηϕάνους εἰς ἀπώλειαν αἰῶνος ἐν ἀτιμίᾳ,
ὅτι οὐκ ἔγνωσαν αὐτόν.
Verse: 32 
Καὶ νῦν ἴδετε, οἱ μεγιστᾶνες τῆς γῆς, τὸ κρίμα τοῦ κυρίου,
ὅτι μέγας βασιλεὺς καὶ δίκαιος κρίνων τὴν ὑπ' οὐρανόν.
Verse: 33 
εὐλογεῖτε τὸν θεόν, οἱ ϕοβούμενοι τὸν κύριον ἐν ἐπιστήμῃ,
ὅτι τὸ ἔλεος κυρίου ἐπὶ τοὺς ϕοβουμένους αὐτὸν μετὰ κρίματος
Verse: 34 
τοῦ διαστεῖλαι ἀνὰ μέσον δικαίου καὶ ἁμαρτωλοῦ
ἀποδοῦναι ἁμαρτωλοῖς εἰς τὸν αἰῶνα κατὰ τὰ ἔργα αὐτῶν
Verse: 35 
καὶ ἐλεῆσαι δίκαιον ἀπὸ ταπεινώσεως ἁμαρτωλοῦ
καὶ ἀποδοῦναι ἁμαρτωλῷ ἀνθ' ὧν ἐποίησεν δικαίῳ.
Verse: 36 
ὅτι χρηστὸς κύριος τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ὑπομονῇ
ποιῆσαι κατὰ τὸ ἔλεος αὐτοῦ τοῖς ὁσίοις αὐτοῦ
παρεστάναι διὰ παντὸς ἐνώπιον αὐτοῦ ἐν ἰσχύι.
Verse: 37 
εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα ἐνώπιον δούλων αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.