TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 906
Previous part

Chapter: 4 
Verse: 0  Διαλογὴ τοῦ Σαλωμων· τοῖς ἀνθρωπαρέσκοις.
Verse: 1 
῞Ινα τί σύ, βέβηλε, κάθησαι ἐν συνεδρίῳ ὁσίων
καὶ καρδία σου μακρὰν ἀϕέστηκεν ἀπὸ τοῦ κυρίου
ἐν παρανομίαις παροργίζων τὸν θεὸν Ισραηλ;
Verse: 2 
περισσὸς ἐν λόγοις, περισσὸς ἐν σημειώσει ὑπὲρ πάντας,
σκληρὸς ἐν λόγοις κατακρῖναι ἁμαρτωλοὺς ἐν κρίσει·
Verse: 3 
καὶ χεὶρ αὐτοῦ ἐν πρώτοις ἐπ' αὐτὸν ὡς ἐν ζήλει,
καὶ αὐτὸς ἔνοχος ἐν ποικιλίᾳ ἁμαρτιῶν καὶ ἐν ἀκρασίαις.
Verse: 4 
οἱ ὀϕθαλμοὶ αὐτοῦ ἐπὶ πᾶσαν γυναῖκα ἄνευ διαστολῆς,
γλῶσσα αὐτοῦ ψευδὴς ἐν συναλλάγματι μεθ' ὅρκου.
Verse: 5 
ἐν νυκτὶ καὶ ἐν ἀποκρύϕοις ἁμαρτάνει ὡς οὐχ ὁρώμενος,
ἐν ὀϕθαλμοῖς αὐτοῦ λαλεῖ πάσῃ γυναικὶ ἐν συνταγῇ κακίας·
ταχὺς εἰσόδῳ εἰς πᾶσαν οἰκίαν ἐν ἱλαρότητι ὡς ἄκακος.
Verse: 6 
᾽Εξάραι θεὸς τοὺς ἐν ὑποκρίσει ζῶντας μετὰ ὁσίων,
ἐν ϕθορᾷ σαρκὸς αὐτοῦ καὶ πενίᾳ τὴν ζωὴν αὐτοῦ·
Verse: 7 
ἀνακαλύψαι θεὸς τὰ ἔργα ἀνθρώπων ἀνθρωπαρέσκων,
ἐν καταγέλωτι καὶ μυκτηρισμῷ τὰ ἔργα αὐτοῦ.
Verse: 8 
καὶ δικαιώσαισαν ὅσιοι τὸ κρίμα τοῦ θεοῦ αὐτῶν
ἐν τῷ ἐξαίρεσθαι ἁμαρτωλοὺς ἀπὸ προσώπου δικαίου,
ἀνθρωπάρεσκον λαλοῦντα νόμον μετὰ δόλου.
Verse: 9 
καὶ οἱ ὀϕθαλμοὶ αὐτῶν ἐπ' οἶκον ἀνδρὸς ἐν εὐσταθείᾳ
ὡς ὄϕις διαλῦσαι σοϕίαν ἀλλήλων ἐν λόγοις παρανόμων.
Verse: 10 
οἱ λόγοι αὐτοῦ παραλογισμοὶ εἰς πρᾶξιν ἐπιθυμίας ἀδίκου,
οὐκ ἀπέστη, ἕως ἐνίκησεν σκορπίσαι ὡς ἐν ὀρϕανίᾳ·
Verse: 11 
καὶ ἠρήμωσεν οἶκον ἕνεκεν ἐπιθυμίας παρανόμου,
παρελογίσατο ἐν λόγοις, ὅτι οὐκ ἔστιν ὁρῶν καὶ κρίνων·
Verse: 12 
ἐπλήσθη ἐν παρανομίᾳ ἐν ταύτῃ,
καὶ οἱ ὀϕθαλμοὶ αὐτοῦ ἐπ' οἶκον ἕτερον
ὀλεθρεῦσαι ἐν λόγοις ἀναπτερώσεως.
Verse: 13 
οὐκ ἐμπίπλαται ψυχὴ αὐτοῦ ὡς ᾅδης ἐν πᾶσι τούτοις.
Verse: 14 
Γένοιτο, κύριε, μερὶς αὐτοῦ ἐν ἀτιμίᾳ ἐνώπιόν σου,
ἔξοδος αὐτοῦ ἐν στεναγμοῖς καὶ εἴσοδος αὐτοῦ ἐν ἀρᾷ·
Verse: 15 
ἐν ὀδύναις καὶ πενίᾳ καὶ ἀπορίᾳ ζωὴ αὐτοῦ, κύριε,
ὕπνος αὐτοῦ ἐν λύπαις καὶ ἐξέγερσις αὐτοῦ ἐν ἀπορίαις.
Verse: 16 
ἀϕαιρεθείη ὕπνος ἀπὸ κροτάϕων αὐτοῦ ἐν νυκτί,
ἀποπέσοι ἀπὸ παντὸς ἔργου χειρῶν αὐτοῦ ἐν ἀτιμίᾳ.
Verse: 17 
κενὸς χερσὶν αὐτοῦ εἰσέλθοι εἰς τὸν οἶκον αὐτοῦ,
καὶ ἐλλιπὴς οἶκος αὐτοῦ ἀπὸ παντός, οὗ ἐμπλήσει ψυχὴν αὐτοῦ·
Verse: 18 
ἐν μονώσει ἀτεκνίας τὸ γῆρας αὐτοῦ εἰς ἀνάλημψιν.
Verse: 19 
Σκορπισθείησαν σάρκες ἀνθρωπαρέσκων ὑπὸ θηρίων,
καὶ ὀστᾶ παρανόμων κατέναντι τοῦ ἡλίου ἐν ἀτιμίᾳ.
Verse: 20 
ὀϕθαλμοὺς ἐκκόψαισαν κόρακες ὑποκρινομένων,
ὅτι ἠρήμωσαν οἴκους πολλοὺς ἀνθρώπων ἐν ἀτιμίᾳ
καὶ ἐσκόρπισαν ἐν ἐπιθυμίᾳ
Verse: 21 
καὶ οὐκ ἐμνήσθησαν θεοῦ
καὶ οὐκ ἐϕοβήθησαν τὸν θεὸν ἐν ἅπασι τούτοις
καὶ παρώργισαν τὸν θεὸν καὶ παρώξυναν.
Verse: 22 
ἐξάραι αὐτοὺς ἀπὸ τῆς γῆς,
ὅτι ψυχὰς ἀκάκων παραλογισμῷ ὑπεκρίνοντο.
Verse: 23 
Μακάριοι οἱ ϕοβούμενοι τὸν κύριον ἐν ἀκακίᾳ αὐτῶν·
κύριος ῥύσεται αὐτοὺς ἀπὸ ἀνθρώπων δολίων καὶ ἁμαρτωλῶν
καὶ ῥύσεται ἡμᾶς ἀπὸ παντὸς σκανδάλου παρανόμου.
Verse: 24 
ἐξάραι θεὸς τοὺς ποιοῦντας ἐν ὑπερηϕανίᾳ πᾶσαν ἀδικίαν,
ὅτι κριτὴς μέγας καὶ κραταιὸς κύριος θεὸς ἡμῶν ἐν δικαιοσύνῃ.
Verse: 25 
γένοιτο, κύριε, τὸ ἔλεός σου ἐπὶ πάντας τοὺς ἀγαπῶντάς σε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.