TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 907
Previous part

Chapter: 5 
Verse: 0  Ψαλμὸς τῷ Σαλωμων.
Verse: 1 
Κύριε θεός, αἰνέσω τῷ ὀνόματί σου ἐν ἀγαλλιάσει,
ἐν μέσῳ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαια·
Verse: 2 
ὅτι σὺ χρηστὸς καὶ ἐλεήμων, καταϕυγὴ τοῦ πτωχοῦ·
ἐν τῷ κεκραγέναι με πρὸς σὲ μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ.
Verse: 3 
οὐ γὰρ λήψεταί [τις] σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ·
καὶ τίς λήψεται ἀπὸ πάντων, ὧν ἐποίησας, ἐὰν μὴ σὺ δῷς;
Verse: 4 
ὅτι ἄνθρωπος καὶ μερὶς αὐτοῦ παρὰ σοῦ ἐν σταθμῷ·
οὐ προσθήσει τοῦ πλεονάσαι παρὰ τὸ κρίμα σου, θεός.
Verse: 5 
᾽Εν τῷ θλίβεσθαι ἡμᾶς ἐπικαλεσόμεθά σε εἰς βοήθειαν,
καὶ σὺ οὐκ ἀποστρέψῃ τὴν δέησιν ἡμῶν,
ὅτι σὺ θεὸς ἡμῶν εἶ.
Verse: 6 
μὴ βαρύνῃς τὴν χεῖρά σου ἐϕ' ἡμᾶς,
ἵνα μὴ δι' ἀνάγκην ἁμάρτωμεν.
Verse: 7 
καὶ ἐὰν μὴ ἐπιστρέψῃς ἡμᾶς, οὐκ ἀϕεξόμεθα,
ἀλλ' ἐπὶ σὲ ἥξομεν.
Verse: 8 
ἐὰν γὰρ πεινάσω, πρὸς σὲ κεκράξομαι, θεός,
καὶ σὺ δώσεις μοι.
Verse: 9 
Τὰ πετεινὰ καὶ τοὺς ἰχθύας σὺ τρέϕεις
ἐν τῷ διδόναι σε ὑετὸν ἐρήμοις εἰς ἀνατολὴν χλόης·
Verse: 10 
ἡτοίμασας χορτάσματα ἐν ἐρήμῳ παντὶ ζῶντι,
καὶ ἐὰν πεινάσωσιν, πρὸς σὲ ἀροῦσιν πρόσωπον αὐτῶν.
Verse: 11 
τοὺς βασιλεῖς καὶ ἄρχοντας καὶ λαοὺς σὺ τρέϕεις, θεός,
καὶ πτωχοῦ καὶ πένητος ἐλπὶς τίς ἐστιν εἰ μὴ σύ, κύριε;
Verse: 12 
καὶ σὺ ἐπακούσῃ· ὅτι τίς χρηστὸς καὶ ἐπιεικὴς ἀλλ' σὺ
εὐϕρᾶναι ψυχὴν ταπεινοῦ ἐν τῷ ἀνοῖξαι χεῖρά σου ἐν ἐλέει;
Verse: 13 
῾Η χρηστότης ἀνθρώπου ἐν ϕειδοῖ καὶ αὔριον,
καὶ ἐὰν δευτερώσῃ ἄνευ γογγυσμοῦ, καὶ τοῦτο θαυμάσειας.
Verse: 14 
τὸ δὲ δόμα σου πολὺ μετὰ χρηστότητος καὶ πλούσιον,
καὶ οὗ ἐστιν ἐλπὶς ἐπὶ σέ, οὐ ϕείσεται ἐν δόματι.
Verse: 15 
ἐπὶ πᾶσαν τὴν γῆν τὸ ἔλεός σου, κύριε, ἐν χρηστότητι.
Verse: 16 
Μακάριος οὗ μνημονεύει θεὸς ἐν συμμετρίᾳ αὐταρκείας·
ἐὰν ὑπερπλεονάσῃ ἄνθρωπος, ἐξαμαρτάνει.
Verse: 17 
ἱκανὸν τὸ μέτριον ἐν δικαιοσύνῃ,
καὶ ἐν τούτῳ εὐλογία κυρίου εἰς πλησμονὴν ἐν δικαιοσύνῃ.
Verse: 18 
εὐϕρανθείησαν οἱ ϕοβούμενοι κύριον ἐν ἀγαθοῖς,
καὶ χρηστότης σου ἐπὶ Ισραηλ ἐν τῇ βασιλείᾳ σου.
Verse: 19 
εὐλογημένη δόξα κυρίου, ὅτι αὐτὸς βασιλεὺς ἡμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.