TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 908
Chapter: 6
Verse: 0
᾽Εν
ἐλπίδι
·
τῷ
Σαλωμων
.
Verse: 1
Μακάριος
ἀνήρ
,
οὗ
ἡ
καρδία
αὐτοῦ
ἑτοίμη
ἐπικαλέσασθαι
τὸ
ὄνομα
κυρίου
·
ἐν
τῷ
μνημονεύειν
αὐτὸν
τὸ
ὄνομα
κυρίου
σωθήσεται
.
Verse: 2
αἱ
ὁδοὶ
αὐτοῦ
κατευθύνονται
ὑπὸ
κυρίου
,
καὶ
πεϕυλαγμένα
ἔργα
χειρῶν
αὐτοῦ
ὑπὸ
κυρίου
θεοῦ
αὐτοῦ
.
Verse: 3
ἀπὸ
ὁράσεως
πονηρῶν
ἐνυπνίων
αὐτοῦ
οὐ
ταραχθήσεται
ἡ
ψυχὴ
αὐτοῦ
,
ἐν
διαβάσει
ποταμῶν
καὶ
σάλῳ
θαλασσῶν
οὐ
πτοηθήσεται
.
Verse: 4
ἐξανέστη
ἐξ
ὕπνου
αὐτοῦ
καὶ
ηὐλόγησεν
τῷ
ὀνόματι
κυρίου
,
ἐπ
'
εὐσταθείᾳ
καρδίας
αὐτοῦ
ἐξύμνησεν
τῷ
ὀνόματι
τοῦ
θεοῦ
αὐτοῦ
·
Verse: 5
καὶ
ἐδεήθη
τοῦ
προσώπου
κυρίου
περὶ
παντὸς
τοῦ
οἴκου
αὐτοῦ
,
καὶ
κύριος
εἰσήκουσεν
προσευχὴν
παντὸς
ἐν
ϕόβῳ
θεοῦ
.
Verse: 6
καὶ
πᾶν
αἴτημα
ψυχῆς
ἐλπιζούσης
πρὸς
αὐτὸν
ἐπιτελεῖ
ὁ
κύριος
·
εὐλογητὸς
κύριος
ὁ
ποιῶν
ἔλεος
τοῖς
ἀγαπῶσιν
αὐτὸν
ἐν
ἀληθείᾳ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.