TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 909
Previous part

Chapter: 7 
Verse: 0  Τῷ Σαλωμων· ἐπιστροϕῆς.
Verse: 1 
Μὴ ἀποσκηνώσῃς ἀϕ' ἡμῶν, θεός,
ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἳ ἐμίσησαν ἡμᾶς δωρεάν.
Verse: 2 
ὅτι ἀπώσω αὐτούς, θεός·
μὴ πατησάτω ποὺς αὐτῶν κληρονομίαν ἁγιάσματός σου.
Verse: 3 
σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς
καὶ μὴ δῷς ἔθνεσιν.
Verse: 4 
ἐὰν γὰρ ἀποστείλῃς θάνατον,
σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν·
Verse: 5 
ὅτι σὺ ἐλεήμων
καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς.
Verse: 6 
᾽Εν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα,
καὶ οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος.
Verse: 7 
ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν,
καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε, καὶ σὺ ἐπακούσῃ ἡμῶν.
Verse: 8 
ὅτι σὺ οἰκτιρήσεις τὸ γένος Ισραηλ εἰς τὸν αἰῶνα
καὶ οὐκ ἀπώσῃ.
Verse: 9 
καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα
καὶ μάστιγα παιδείας σου.
Verse: 10 
κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεώς σου
τοῦ ἐλεῆσαι τὸν οἶκον Ιακωβ εἰς ἡμέραν ἐν ἐπηγγείλω αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.