TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 911
Previous part

Chapter: 9 
Verse: 0  Τῷ Σαλωμων· εἰς ἔλεγχον.
Verse: 1 
᾽Εν τῷ ἀπαχθῆναι Ισραηλ ἐν ἀποικεσίᾳ εἰς γῆν ἀλλοτρίαν
ἐν τῷ ἀποστῆναι αὐτοὺς ἀπὸ κυρίου τοῦ λυτρωσαμένου αὐτοὺς
ἀπερρίϕησαν ἀπὸ κληρονομίας, ἧς ἔδωκεν αὐτοῖς κύριος.
Verse: 2 
ἐν παντὶ ἔθνει διασπορὰ τοῦ Ισραηλ κατὰ τὸ ῥῆμα τοῦ θεοῦ,
ἵνα δικαιωθῇς, θεός, ἐν τῇ δικαιοσύνῃ σου ἐν ταῖς ἀνομίαις ἡμῶν,
ὅτι σὺ κριτὴς δίκαιος ἐπὶ πάντας τοὺς λαοὺς τῆς γῆς.
Verse: 3 
οὐ γὰρ κρυβήσεται ἀπὸ τῆς γνώσεώς σου πᾶς ποιῶν ἄδικα,
καὶ αἱ δικαιοσύναι τῶν ὁσίων σου ἐνώπιόν σου, κύριε·
καὶ ποῦ κρυβήσεται ἄνθρωπος ἀπὸ τῆς γνώσεώς σου, θεός;
Verse: 4 
Τὰ ἔργα ἡμῶν ἐν ἐκλογῇ καὶ ἐξουσίᾳ τῆς ψυχῆς ἡμῶν
τοῦ ποιῆσαι δικαιοσύνην καὶ ἀδικίαν ἐν ἔργοις χειρῶν ἡμῶν·
καὶ ἐν τῇ δικαιοσύνῃ σου ἐπισκέπτῃ υἱοὺς ἀνθρώπων.
Verse: 5 
ποιῶν δικαιοσύνην θησαυρίζει ζωὴν αὑτῷ παρὰ κυρίῳ,
καὶ ποιῶν ἀδικίαν αὐτὸς αἴτιος τῆς ψυχῆς ἐν ἀπωλείᾳ·
τὰ γὰρ κρίματα κυρίου ἐν δικαιοσύνῃ κατ' ἄνδρα καὶ οἶκον.
Verse: 6 
Τίνι χρηστεύσῃ, θεός, εἰ μὴ τοῖς ἐπικαλουμένοις τὸν κύριον;
καθαριεῖς ἐν ἁμαρτίαις ψυχὴν ἐν ἐξομολογήσει, ἐν ἐξαγορίαις,
ὅτι αἰσχύνη ἡμῖν καὶ τοῖς προσώποις ἡμῶν περὶ ἁπάντων.
Verse: 7 
καὶ τίνι ἀϕήσεις ἁμαρτίας εἰ μὴ τοῖς ἡμαρτηκόσιν;
δικαίους εὐλογήσεις καὶ οὐκ εὐθυνεῖς περὶ ὧν ἡμάρτοσαν,
καὶ χρηστότης σου ἐπὶ ἁμαρτάνοντας ἐν μεταμελείᾳ.
Verse: 8 
Καὶ νῦν σὺ θεός, καὶ ἡμεῖς λαός, ὃν ἠγάπησας·
ἰδὲ καὶ οἰκτίρησον, θεὸς Ισραηλ, ὅτι σοί ἐσμεν,
καὶ μὴ ἀποστήσῃς ἔλεός σου ἀϕ' ἡμῶν, ἵνα μὴ ἐπιθῶνται ἡμῖν.
Verse: 9 
ὅτι σὺ ᾑρετίσω τὸ σπέρμα Αβρααμ παρὰ πάντα τὰ ἔθνη
καὶ ἔθου τὸ ὄνομά σου ἐϕ' ἡμᾶς, κύριε,
καὶ οὐκ ἀπώσῃ εἰς τὸν αἰῶνα.
Verse: 10 
ἐν διαθήκῃ διέθου τοῖς πατράσιν ἡμῶν περὶ ἡμῶν,
καὶ ἡμεῖς ἐλπιοῦμεν ἐπὶ σὲ ἐν ἐπιστροϕῇ ψυχῆς ἡμῶν.
Verse: 11 
τοῦ κυρίου ἐλεημοσύνη ἐπὶ οἶκον Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.