TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 912
Previous part

Chapter: 10 
Verse: 0  ᾽Εν ὕμνοις· τῷ Σαλωμων.
Verse: 1 
Μακάριος ἀνήρ, οὗ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ,
καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι
καθαρισθῆναι ἀπὸ ἁμαρτίας τοῦ μὴ πληθῦναι.
Verse: 2 
ἑτοιμάζων νῶτον εἰς μάστιγας καθαρισθήσεται·
χρηστὸς γὰρ κύριος τοῖς ὑπομένουσιν παιδείαν.
Verse: 3 
ὀρθώσει γὰρ ὁδοὺς δικαίων καὶ οὐ διαστρέψει ἐν παιδείᾳ,
καὶ τὸ ἔλεος κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείᾳ.
Verse: 4 
καὶ μνησθήσεται κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει·
γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου,
μαρτυρία κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ.
Verse: 5 
Δίκαιος καὶ ὅσιος κύριος ἡμῶν ἐν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα,
καὶ Ισραηλ αἰνέσει τῷ ὀνόματι κυρίου ἐν εὐϕροσύνῃ.
Verse: 6 
καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ,
καὶ πτωχοὺς ἐλεήσει θεὸς ἐν εὐϕροσύνῃ Ισραηλ·
Verse: 7 
ὅτι χρηστὸς καὶ ἐλεήμων θεὸς εἰς τὸν αἰῶνα,
καὶ συναγωγαὶ Ισραηλ δοξάσουσιν τὸ ὄνομα κυρίου.
Verse: 8 
τοῦ κυρίου σωτηρία ἐπὶ οἶκον Ισραηλ εἰς εὐϕροσύνην αἰώνιον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.