TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 913
Previous part

Chapter: 11 
Verse: 0  Τῷ Σαλωμων· εἰς προσδοκίαν.
Verse: 1 
Σαλπίσατε ἐν Σιων ἐν σάλπιγγι σημασίας ἁγίων,
κηρύξατε ἐν Ιερουσαλημ ϕωνὴν εὐαγγελιζομένου·
ὅτι ἠλέησεν θεὸς Ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
Verse: 2 
στῆθι, Ιερουσαλημ, ἐϕ' ὑψηλοῦ καὶ ἰδὲ τὰ τέκνα σου
ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ὑπὸ κυρίου.
Verse: 3 
ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐϕροσύνῃ τοῦ θεοῦ αὐτῶν,
ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς θεός.
Verse: 4 
ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς,
οἱ βουνοὶ ἐϕύγοσαν ἀπὸ εἰσόδου αὐτῶν·
Verse: 5 
οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν,
πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς θεός,
Verse: 6 
ἵνα παρέλθῃ Ισραηλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν.
Verse: 7 
῎Ενδυσαι, Ιερουσαλημ, τὰ ἱμάτια τῆς δόξης σου,
ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου·
ὅτι θεὸς ἐλάλησεν ἀγαθὰ Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι.
Verse: 8 
ποιήσαι κύριος ἐλάλησεν ἐπὶ Ισραηλ καὶ Ιερουσαλημ,
ἀναστήσαι κύριος τὸν Ισραηλ ἐν ὀνόματι δόξης αὐτοῦ·
Verse: 9 
τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.