TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 915
Previous part

Chapter: 13 
Verse: 0  Τῷ Σαλωμων ψαλμός· παράκλησις τῶν δικαίων.
Verse: 1 
Δεξιὰ κυρίου ἐσκέπασέν με,
δεξιὰ κυρίου ἐϕείσατο ἡμῶν·
Verse: 2 
βραχίων κυρίου ἔσωσεν ἡμᾶς ἀπὸ ῥομϕαίας διαπορευομένης,
ἀπὸ λιμοῦ καὶ θανάτου ἁμαρτωλῶν.
Verse: 3 
θηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά·
ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν
καὶ ἐν ταῖς μύλαις ἔθλων ὀστᾶ αὐτῶν·
Verse: 4 
καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς κύριος.
Verse: 5 
᾽Εταράχθη εὐσεβὴς διὰ τὰ παραπτώματα αὐτοῦ,
μήποτε συμπαραληϕθῇ μετὰ τῶν ἁμαρτωλῶν·
Verse: 6 
ὅτι δεινὴ καταστροϕὴ τοῦ ἁμαρτωλοῦ,
καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων.
Verse: 7 
ὅτι οὐχ ὁμοία παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ
καὶ καταστροϕὴ τῶν ἁμαρτωλῶν.
Verse: 8 
ἐν περιστολῇ παιδεύεται δίκαιος,
ἵνα μὴ ἐπιχαρῇ ἁμαρτωλὸς τῷ δικαίῳ·
Verse: 9 
ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως,
καὶ παιδεία αὐτοῦ ὡς πρωτοτόκου.
Verse: 10 
ὅτι ϕείσεται κύριος τῶν ὁσίων αὐτοῦ
καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδείᾳ.
Verse: 11 
γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα·
ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν,
καὶ οὐχ εὑρεθήσεται μνημόσυνον αὐτῶν ἔτι·
Verse: 12 
ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος κυρίου,
καὶ ἐπὶ τοὺς ϕοβουμένους αὐτὸν τὸ ἔλεος αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.