TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 916
Previous part

Chapter: 14 
Verse: 0  ῞Υμνος τῷ Σαλωμων.
Verse: 1 
Πιστὸς κύριος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ,
τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ,
Verse: 2 
τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ,
ἐν νόμῳ, ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν.
Verse: 3 
ὅσιοι κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα·
παράδεισος τοῦ κυρίου, τὰ ξύλα τῆς ζωῆς, ὅσιοι αὐτοῦ.
Verse: 4 
ϕυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα,
οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ·
Verse: 5 
ὅτι μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ισραηλ.
Verse: 6 
Καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι,
οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν·
Verse: 7 
ἐν μικρότητι σαπρίας ἐπιθυμία αὐτῶν,
καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ.
Verse: 8 
ὅτι ὁδοὶ ἀνθρώπων γνωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός,
καὶ ταμίεια καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι.
Verse: 9 
διὰ τοῦτο κληρονομία αὐτῶν ᾅδης καὶ σκότος καὶ ἀπώλεια,
καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων·
Verse: 10 
οἱ δὲ ὅσιοι κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐϕροσύνῃ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.