TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 917
Chapter: 15
Verse: 0
Ψαλμὸς
τῷ
Σαλωμων
μετὰ
ᾠδῆς
.
Verse: 1
᾽Εν
τῷ
θλίβεσθαί
με
ἐπεκαλεσάμην
τὸ
ὄνομα
κυρίου
,
εἰς
βοήθειαν
ἤλπισα
τοῦ
θεοῦ
Ιακωβ
καὶ
ἐσώθην
·
ὅτι
ἐλπὶς
καὶ
καταϕυγὴ
τῶν
πτωχῶν
σύ
,
ὁ
θεός
.
Verse: 2
τίς
γὰρ
ἰσχύει
,
ὁ
θεός
,
εἰ
μὴ
ἐξομολογήσασθαί
σοι
ἐν
ἀληθείᾳ
;
καὶ
τί
δυνατὸς
ἄνθρωπος
εἰ
μὴ
ἐξομολογήσασθαι
τῷ
ὀνόματί
σου
;
Verse: 3
ψαλμὸν
καινὸν
μετὰ
ᾠδῆς
ἐν
εὐϕροσύνῃ
καρδίας
,
καρπὸν
χειλέων
ἐν
ὀργάνῳ
ἡρμοσμένῳ
γλώσσης
,
ἀπαρχὴν
χειλέων
ἀπὸ
καρδίας
ὁσίας
καὶ
δικαίας
,
Verse: 4
ὁ
ποιῶν
ταῦτα
οὐ
σαλευθήσεται
εἰς
τὸν
αἰῶνα
ἀπὸ
κακοῦ
,
ϕλὸξ
πυρὸς
καὶ
ὀργὴ
ἀδίκων
οὐχ
ἅψεται
αὐτοῦ
,
Verse: 5
ὅταν
ἐξέλθῃ
ἐπὶ
ἁμαρτωλοὺς
ἀπὸ
προσώπου
κυρίου
ὀλεθρεῦσαι
πᾶσαν
ὑπόστασιν
ἁμαρτωλῶν
·
Verse: 6
ὅτι
τὸ
σημεῖον
τοῦ
θεοῦ
ἐπὶ
δικαίους
εἰς
σωτηρίαν
.
Verse: 7
Λιμὸς
καὶ
ῥομϕαία
καὶ
θάνατος
ἀπὸ
δικαίων
μακράν
,
ϕεύξονται
γὰρ
ὡς
διωκόμενοι
πολέμου
ἀπὸ
ὁσίων
·
Verse: 8
καταδιώξονται
δὲ
ἁμαρτωλοὺς
καὶ
καταλήμψονται
,
καὶ
οὐκ
ἐκϕεύξονται
οἱ
ποιοῦντες
ἀνομίαν
τὸ
κρίμα
κυρίου
·
Verse: 9
ὡς
ὑπὸ
πολεμίων
ἐμπείρων
καταλημϕθήσονται
,
τὸ
γὰρ
σημεῖον
τῆς
ἀπωλείας
ἐπὶ
τοῦ
μετώπου
αὐτῶν
.
Verse: 10
καὶ
ἡ
κληρονομία
τῶν
ἁμαρτωλῶν
ἀπώλεια
καὶ
σκότος
,
καὶ
αἱ
ἀνομίαι
αὐτῶν
διώξονται
αὐτοὺς
ἕως
ᾅδου
κάτω
.
Verse: 11
ἡ
κληρονομία
αὐτῶν
οὐχ
εὑρεθήσεται
τοῖς
τέκνοις
αὐτῶν
,
αἱ
γὰρ
ἁμαρτίαι
ἐξερημώσουσιν
οἴκους
ἁμαρτωλῶν
·
Verse: 12
καὶ
ἀπολοῦνται
ἁμαρτωλοὶ
ἐν
ἡμέρᾳ
κρίσεως
κυρίου
εἰς
τὸν
αἰῶνα
,
ὅταν
ἐπισκέπτηται
ὁ
θεὸς
τὴν
γῆν
ἐν
κρίματι
αὐτοῦ
·
Verse: 13
οἱ
δὲ
ϕοβούμενοι
τὸν
κύριον
ἐλεηθήσονται
ἐν
αὐτῇ
καὶ
ζήσονται
ἐν
τῇ
ἐλεημοσύνῃ
τοῦ
θεοῦ
αὐτῶν
·
καὶ
ἁμαρτωλοὶ
ἀπολοῦνται
εἰς
τὸν
αἰῶνα
χρόνον
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.