TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 918
Previous part

Chapter: 16 
Verse: 0  ῞Υμνος τῷ Σαλωμων· εἰς ἀντίληψιν ὁσίοις.
Verse: 1 
᾽Εν τῷ νυστάξαι ψυχήν μου ἀπὸ κυρίου παρὰ μικρὸν ὠλίσθησα
ἐν καταϕορᾷ ὑπνούντων μακρὰν ἀπὸ θεοῦ,
Verse: 2 
παρ' ὀλίγον ἐξεχύθη ψυχή μου εἰς θάνατον
σύνεγγυς πυλῶν ᾅδου μετὰ ἁμαρτωλοῦ
Verse: 3 
ἐν τῷ διενεχθῆναι ψυχήν μου ἀπὸ κυρίου θεοῦ Ισραηλ,
εἰ μὴ κύριος ἀντελάβετό μου τῷ ἐλέει αὐτοῦ εἰς τὸν αἰῶνα.
Verse: 4 
ἔνυξέν με ὡς κέντρον ἵππου ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ,
σωτὴρ καὶ ἀντιλήπτωρ μου ἐν παντὶ καιρῷ ἔσωσέν με.
Verse: 5 
᾽Εξομολογήσομαί σοι, θεός, ὅτι ἀντελάβου μου εἰς σωτηρίαν
καὶ οὐκ ἐλογίσω με μετὰ τῶν ἁμαρτωλῶν εἰς ἀπώλειαν.
Verse: 6 
μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀπ' ἐμοῦ, θεός,
μηδὲ τὴν μνήμην σου ἀπὸ καρδίας μου ἕως θανάτου.
Verse: 7 
ἐπικράτησόν μου, θεός, ἀπὸ ἁμαρτίας πονηρᾶς
καὶ ἀπὸ πάσης γυναικὸς πονηρᾶς σκανδαλιζούσης ἄϕρονα.
Verse: 8 
καὶ μὴ ἀπατησάτω με κάλλος γυναικὸς παρανομούσης
καὶ παντὸς ὑποκειμένου ἀπὸ ἁμαρτίας ἀνωϕελοῦς.
Verse: 9 
Τὰ ἔργα τῶν χειρῶν μου κατεύθυνον ἐν τόπῳ σου
καὶ τὰ διαβήματά μου ἐν τῇ μνήμῃ σου διαϕύλαξον.
Verse: 10 
τὴν γλῶσσάν μου καὶ τὰ χείλη μου ἐν λόγοις ἀληθείας περίστειλον,
ὀργὴν καὶ θυμὸν ἄλογον μακρὰν ποίησον ἀπ' ἐμοῦ.
Verse: 11 
γογγυσμὸν καὶ ὀλιγοψυχίαν ἐν θλίψει μάκρυνον ἀπ' ἐμοῦ,
ἐὰν ἁμαρτήσω ἐν τῷ σε παιδεύειν εἰς ἐπιστροϕήν.
Verse: 12 
εὐδοκίᾳ δὲ μετὰ ἱλαρότητος στήρισον τὴν ψυχήν μου·
ἐν τῷ ἐνισχῦσαί σε τὴν ψυχήν μου ἀρκέσει μοι τὸ δοθέν.
Verse: 13 
ὅτι ἐὰν μὴ σὺ ἐνισχύσῃς,
τίς ὑϕέξεται παιδείαν ἐν πενίᾳ;
Verse: 14 
ἐν τῷ ἐλέγχεσθαι ψυχὴν ἐν χειρὶ σαπρίας αὐτοῦ
δοκιμασία σου ἐν σαρκὶ αὐτοῦ καὶ ἐν θλίψει πενίας·
Verse: 15 
ἐν τῷ ὑπομεῖναι δίκαιον ἐν τούτοις ἐλεηθήσεται ὑπὸ κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.