TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 946
Previous part

Chapter: 3 
Verse: 1    Καὶ ἐρεῖ ᾽Ακούσατε δὴ ταῦτα, αἱ ἀρχαὶ οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ. οὐχ ὑμῖν ἐστιν τοῦ γνῶναι τὸ κρίμα;
Verse: 2    
οἱ μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρά, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ' αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν.
Verse: 3    
ὃν τρόπον κατέϕαγον τὰς σάρκας τοῦ λαοῦ μου καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν καὶ τὰ ὀστέα αὐτῶν συνέϑλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν,
Verse: 4    
οὕτως κεκράξονται πρὸς κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ' αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνϑ' ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ' αὐτούς.
Verse: 5    
τάδε λέγει κύριος ἐπὶ τοὺς προϕήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ' αὐτὸν εἰρήνην, καὶ οὐκ ἐδόϑη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ' αὐτὸν πόλεμον·
Verse: 6    
διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας, καὶ δύσεται ἥλιος ἐπὶ τοὺς προϕήτας, καὶ συσκοτάσει ἐπ' αὐτοὺς ἡμέρα·
Verse: 7    
καὶ καταισχυνϑήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασϑήσονται οἱ μάντεις, καὶ καταλαλήσουσιν κατ' αὐτῶν πάντες αὐτοί, διότι οὐκ ἔσται εἰσακούων αὐτῶν.
Verse: 8    
ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ Ιακωβ ἀσεβείας αὐτοῦ καὶ τῷ Ισραηλ ἁμαρτίας αὐτοῦ.
Verse: 9    
ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρϑὰ διαστρέϕοντες,
Verse: 10    
οἱ οἰκοδομοῦντες Σιων ἐν αἵμασιν καὶ Ιερουσαλημ ἐν ἀδικίαις·
Verse: 11    
οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισϑοῦ ἀπεκρίνοντο, καὶ οἱ προϕῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες Οὐχὶ κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλϑῃ ἐϕ' ἡμᾶς κακά.
Verse: 12    
διὰ τοῦτο δι' ὑμᾶς Σιων ὡς ἀγρὸς ἀροτριαϑήσεται, καὶ Ιερουσαλημ ὡς ὀπωροϕυλάκιον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.