TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 947
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμϕανὲς τὸ ὄρος τοῦ κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυϕὰς τῶν ὀρέων, καὶ μετεωρισϑήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί,
Verse: 2    
καὶ πορεύσονται ἔϑνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ ϑεοῦ Ιακωβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεϑα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ.
Verse: 3    
καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐξελέγξει ἔϑνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν, καὶ κατακόψουσιν τὰς ῥομϕαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔϑνος ἐπ' ἔϑνος ῥομϕαίαν, καὶ οὐκέτι μὴ μάϑωσιν πολεμεῖν.
Verse: 4    
καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ἐκϕοβῶν, διότι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα.
Verse: 5    
ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεϑα ἐν ὀνόματι κυρίου ϑεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα.
Verse: 6    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, συνάξω τὴν συντετριμμένην καὶ τὴν ἐξωσμένην εἰσδέξομαι καὶ οὓς ἀπωσάμην·
Verse: 7    
καὶ ϑήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα καὶ τὴν ἀπωσμένην εἰς ἔϑνος ἰσχυρόν, καὶ βασιλεύσει κύριος ἐπ' αὐτοὺς ἐν ὄρει Σιων ἀπὸ τοῦ νῦν καὶ ἕως εἰς τὸν αἰῶνα.
Verse: 8    
καὶ σύ, πύργος ποιμνίου αὐχμώδης, ϑύγατερ Σιων, ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἀρχὴ πρώτη, βασιλεία ἐκ Βαβυλῶνος τῇ ϑυγατρὶ Ιερουσαλημ.
Verse: 9    
Καὶ νῦν ἵνα τί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης;
Verse: 10    
ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε, ϑύγατερ Σιων, ὡς τίκτουσα· διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως καὶ κατασκηνώσεις ἐν πεδίῳ καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖϑεν ῥύσεταί σε καὶ ἐκεῖϑεν λυτρώσεταί σε κύριος ϑεός σου ἐκ χειρὸς ἐχϑρῶν σου.
Verse: 11    
καὶ νῦν ἐπισυνήχϑη ἐπὶ σὲ ἔϑνη πολλὰ οἱ λέγοντες ᾽Επιχαρούμεϑα, καὶ ἐπόψονται ἐπὶ Σιων οἱ ὀϕϑαλμοὶ ἡμῶν.
Verse: 12    
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν κυρίου καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος.
Verse: 13    
ἀνάστηϑι καὶ ἀλόα αὐτούς, ϑύγατερ Σιων, ὅτι τὰ κέρατά σου ϑήσομαι σιδηρᾶ καὶ τὰς ὁπλάς σου ϑήσομαι χαλκᾶς, καὶ κατατήξεις ἐν αὐτοῖς ἔϑνη καὶ λεπτυνεῖς λαοὺς πολλοὺς καὶ ἀναϑήσεις τῷ κυρίῳ τὸ πλῆϑος αὐτῶν καὶ τὴν ἰσχὺν αὐτῶν τῷ κυρίῳ πάσης τῆς γῆς.
Verse: 14    
νῦν ἐμϕραχϑήσεται ϑυγάτηρ Εϕραιμ ἐν ϕραγμῷ, συνοχὴν ἔταξεν ἐϕ' ἡμᾶς, ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς ϕυλὰς τοῦ Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.