TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 949
Previous part

Chapter: 6 
Verse: 1    ᾽Ακούσατε δὴ λόγον κυρίου· κύριος εἶπεν ᾽Ανάστηϑι κρίϑητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ ϕωνήν σου.
Verse: 2    
ἀκούσατε, βουνοί, τὴν κρίσιν τοῦ κυρίου, καὶ αἱ ϕάραγγες ϑεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ισραηλ διελεγχϑήσεται.
Verse: 3    
λαός μου, τί ἐποίησά σοι τί ἐλύπησά σε τί παρηνώχλησά σοι; ἀποκρίϑητί μοι.
Verse: 4    
διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ααρων καὶ Μαριαμ.
Verse: 5    
λαός μου, μνήσϑητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλακ βασιλεὺς Μωαβ, καὶ τί ἀπεκρίϑη αὐτῷ Βαλααμ υἱὸς τοῦ Βεωρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγαλ, ὅπως γνωσϑῇ δικαιοσύνη τοῦ κυρίου.
Verse: 6    
ἐν τίνι καταλάβω τὸν κύριον, ἀντιλήμψομαι ϑεοῦ μου ὑψίστου; εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις;
Verse: 7    
εἰ προσδέξεται κύριος ἐν χιλιάσιν κριῶν ἐν μυριάσιν χειμάρρων πιόνων; εἰ δῶ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;
Verse: 8    
εἰ ἀνηγγέλη σοι, ἄνϑρωπε, τί καλόν; τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ' τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσϑαι μετὰ κυρίου ϑεοῦ σου;
Verse: 9    
Φωνὴ κυρίου τῇ πόλει ἐπικληϑήσεται, καὶ σώσει ϕοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, ϕυλή, καὶ τίς κοσμήσει πόλιν;
Verse: 10    
μὴ πῦρ καὶ οἶκος ἀνόμου ϑησαυρίζων ϑησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία;
Verse: 11    
εἰ δικαιωϑήσεται ἐν ζυγῷ ἄνομος καὶ ἐν μαρσίππῳ στάϑμια δόλου;
Verse: 12    
ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψευδῆ, καὶ γλῶσσα αὐτῶν ὑψώϑη ἐν τῷ στόματι αὐτῶν.
Verse: 13    
καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀϕανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου.
Verse: 14    
σὺ ϕάγεσαι καὶ οὐ μὴ ἐμπλησϑῇς· καὶ σκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ οὐ μὴ διασωϑῇς· καὶ ὅσοι ἐὰν διασωϑῶσιν, εἰς ῥομϕαίαν παραδοϑήσονται.
Verse: 15    
σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀϕανισϑήσεται νόμιμα λαοῦ μου.
Verse: 16    
καὶ ἐϕύλαξας τὰ δικαιώματα Ζαμβρι καὶ πάντα τὰ ἔργα οἴκου Αχααβ καὶ ἐπορεύϑητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀϕανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν· καὶ ὀνείδη λαῶν λήμψεσϑε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.