TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 950
Previous part

Chapter: 7 
Verse: 1    Οἴμμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιϕυλλίδα ἐν τρυγήτῳ οὐχ ὑπάρχοντος βότρυος τοῦ ϕαγεῖν τὰ πρωτόγονα. οἴμμοι, ψυχή,
Verse: 2    
ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ.
Verse: 3    
ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ἄρχων αἰτεῖ, καὶ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν. καὶ ἐξελοῦμαι
Verse: 4    
τὰ ἀγαθὰ αὐτῶν ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς. οὐαὶ οὐαί, αἱ ἐκδικήσεις σου ἥκασιν, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν.
Verse: 5    
μὴ καταπιστεύετε ἐν ϕίλοις καὶ μὴ ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συγκοίτου σου ϕύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ·
Verse: 6    
διότι υἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμϕη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ ἀνδρὸς πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.
Verse: 7    
᾽Εγὼ δὲ ἐπὶ τὸν κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου, εἰσακούσεταί μου θεός μου.
Verse: 8    
μὴ ἐπίχαιρέ μοι, ἐχθρά μου, ὅτι πέπτωκα· καὶ ἀναστήσομαι, διότι ἐὰν καθίσω ἐν τῷ σκότει, κύριος ϕωτιεῖ μοι.
Verse: 9    
ὀργὴν κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ ϕῶς, ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.
Verse: 10    
καὶ ὄψεται ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην λέγουσα πρός με Ποῦ κύριος θεός σου; οἱ ὀϕθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς
Verse: 11    
ἡμέρας ἀλοιϕῆς πλίνθου. ἐξάλειψίς σου ἡμέρα ἐκείνη, καὶ ἀποτρίψεται νόμιμά σου
Verse: 12    
ἡμέρα ἐκείνη· καὶ αἱ πόλεις σου ἥξουσιν εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν ᾽Ασσυρίων καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως τοῦ ποταμοῦ Συρίας, ἡμέρα ὕδατος καὶ θορύβου·
Verse: 13    
καὶ ἔσται γῆ εἰς ἀϕανισμὸν σὺν τοῖς κατοικοῦσιν αὐτὴν ἐκ καρπῶν ἐπιτηδευμάτων αὐτῶν.
Verse: 14    
Ποίμαινε λαόν σου ἐν ῥάβδῳ σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας καθ' ἑαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου· νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος.
Verse: 15    
καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά.
Verse: 16    
ὄψονται ἔθνη καὶ καταισχυνθήσονται ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιθήσουσιν χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωϕωθήσονται.
Verse: 17    
λείξουσιν χοῦν ὡς ὄϕεις σύροντες γῆν, συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν· ἐπὶ τῷ κυρίῳ θεῷ ἡμῶν ἐκστήσονται καὶ ϕοβηθήσονται ἀπὸ σοῦ.
Verse: 18    
τίς θεὸς ὥσπερ σύ; ἐξαίρων ἀδικίας καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν.
Verse: 19    
αὐτὸς ἐπιστρέψει καὶ οἰκτιρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν καὶ ἀπορριϕήσονται εἰς τὰ βάθη τῆς θαλάσσης, πάσας τὰς ἁμαρτίας ἡμῶν.
Verse: 20    
δώσεις ἀλήθειαν τῷ Ιακωβ, ἔλεον τῷ Αβρααμ, καθότι ὤμοσας τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.