TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 992
Previous part

Chapter: 5 
Verse: 1    ῎Αισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγενήϑη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι.
Verse: 2    
καὶ ϕραγμὸν περιέϑηκα καὶ ἐχαράκωσα καὶ ἐϕύτευσα ἄμπελον σωρηχ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταϕυλήν, ἐποίησεν δὲ ἀκάνϑας.
Verse: 3    
καὶ νῦν, ἄνϑρωπος τοῦ Ιουδα καὶ οἱ ἐνοικοῦντες ἐν Ιερουσαλημ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου.
Verse: 4    
τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι σταϕυλήν, ἐποίησεν δὲ ἀκάνϑας.
Verse: 5    
νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀϕελῶ τὸν ϕραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καϑελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα,
Verse: 6    
καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηϑῇ οὐδὲ μὴ σκαϕῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανϑα· καὶ ταῖς νεϕέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.
Verse: 7    
γὰρ ἀμπελὼν κυρίου σαβαωϑ οἶκος τοῦ Ισραηλ ἐστίν καὶ ἄνϑρωπος τοῦ Ιουδα νεόϕυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν.
Verse: 8    
Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀϕέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς;
Verse: 9    
ἠκούσϑη γὰρ εἰς τὰ ὦτα κυρίου σαβαωϑ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς.
Verse: 10    
οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία.
Verse: 11    
οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σικερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· γὰρ οἶνος αὐτοὺς συγκαύσει.
Verse: 12    
μετὰ γὰρ κιϑάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσιν, τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν.
Verse: 13    
τοίνυν αἰχμάλωτος λαός μου ἐγενήϑη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ πλῆϑος ἐγενήϑη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος.
Verse: 14    
καὶ ἐπλάτυνεν ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν, καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς.
Verse: 15    
καὶ ταπεινωϑήσεται ἄνϑρωπος, καὶ ἀτιμασϑήσεται ἀνήρ, καὶ οἱ ὀϕϑαλμοὶ οἱ μετέωροι ταπεινωϑήσονται·
Verse: 16    
καὶ ὑψωϑήσεται κύριος σαβαωϑ ἐν κρίματι, καὶ ϑεὸς ἅγιος δοξασϑήσεται ἐν δικαιοσύνῃ.
Verse: 17    
καὶ βοσκηϑήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες ϕάγονται.
Verse: 18    
οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας,
Verse: 19    
οἱ λέγοντες Τὸ τάχος ἐγγισάτω ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλϑάτω βουλὴ τοῦ ἁγίου Ισραηλ, ἵνα γνῶμεν.
Verse: 20    
οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιϑέντες τὸ σκότος ϕῶς καὶ τὸ ϕῶς σκότος, οἱ τιϑέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.
Verse: 21    
οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες.
Verse: 22    
οὐαὶ οἱ ἰσχύοντες ὑμῶν οἱ τὸν οἶνον πίνοντες καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σικερα,
Verse: 23    
οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες.
Verse: 24    
διὰ τοῦτο ὃν τρόπον καυϑήσεται καλάμη ὑπὸ ἄνϑρακος πυρὸς καὶ συγκαυϑήσεται ὑπὸ ϕλογὸς ἀνειμένης, ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνϑος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠϑέλησαν τὸν νόμον κυρίου σαβαωϑ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ισραηλ παρώξυναν.
Verse: 25    
καὶ ἐϑυμώϑη ὀργῇ κύριος σαβαωϑ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλεν τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς, καὶ παρωξύνϑη τὰ ὄρη, καὶ ἐγενήϑη τὰ ϑνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράϕη ϑυμός, ἀλλ' ἔτι χεὶρ ὑψηλή.
Verse: 26    
τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔϑνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοῖς ἀπ' ἄκρου τῆς γῆς, καὶ ἰδοὺ ταχὺ κούϕως ἔρχονται·
Verse: 27    
οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδὲ κοιμηϑήσονται οὐδὲ λύσουσιν τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσϕύος αὐτῶν, οὐδὲ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν·
Verse: 28    
ὧν τὰ βέλη ὀξεῖά ἐστιν καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα, οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσϑησαν, οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς·
Verse: 29    
ὁρμῶσιν ὡς λέοντες καὶ παρέστηκαν ὡς σκύμνος λέοντος· καὶ ἐπιλήμψεται καὶ βοήσει ὡς ϑηρίου καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ῥυόμενος αὐτούς.
Verse: 30    
καὶ βοήσει δι' αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς ϕωνὴ ϑαλάσσης κυμαινούσης· καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.