TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 993
Previous part

Chapter: 6 
Verse: 1    Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέϑανεν Οζιας βασιλεύς, εἶδον τὸν κύριον καϑήμενον ἐπὶ ϑρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης οἶκος τῆς δόξης αὐτοῦ.
Verse: 2    
καὶ σεραϕιν εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶν κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶν κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο.
Verse: 3    
καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον ῞Αγιος ἅγιος ἅγιος κύριος σαβαωϑ, πλήρης πᾶσα γῆ τῆς δόξης αὐτοῦ.
Verse: 4    
καὶ ἐπήρϑη τὸ ὑπέρϑυρον ἀπὸ τῆς ϕωνῆς, ἧς ἐκέκραγον, καὶ οἶκος ἐπλήσϑη καπνοῦ.
Verse: 5    
καὶ εἶπα ῏Ω τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνϑρωπος ὢν καὶ ἀκάϑαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάϑαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαωϑ εἶδον τοῖς ὀϕϑαλμοῖς μου.
Verse: 6    
καὶ ἀπεστάλη πρός με ἓν τῶν σεραϕιν, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνϑρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ ϑυσιαστηρίου,
Verse: 7    
καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν ᾽Ιδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀϕελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαϑαριεῖ.
Verse: 8    
καὶ ἤκουσα τῆς ϕωνῆς κυρίου λέγοντος Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα ᾽Ιδού εἰμι ἐγώ· ἀπόστειλόν με.
Verse: 9    
καὶ εἶπεν Πορεύϑητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ ᾽Ακοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
Verse: 10    
ἐπαχύνϑη γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀϕϑαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀϕϑαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς.
Verse: 11    
καὶ εἶπα ῞Εως πότε, κύριε; καὶ εἶπεν ῞Εως ἂν ἐρημωϑῶσιν πόλεις παρὰ τὸ μὴ κατοικεῖσϑαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνϑρώπους καὶ γῆ καταλειϕϑήσεται ἔρημος.
Verse: 12    
καὶ μετὰ ταῦτα μακρυνεῖ ϑεὸς τοὺς ἀνϑρώπους, καὶ οἱ καταλειϕϑέντες πληϑυνϑήσονται ἐπὶ τῆς γῆς·
Verse: 13    
καὶ ἔτι ἐπ' αὐτῆς ἔστιν τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινϑος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἀπὸ τῆς ϑήκης αὐτῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.