TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 997
Previous part

Chapter: 10 
Verse: 1    οὐαὶ τοῖς γράϕουσιν πονηρίαν· γράϕοντες γὰρ πονηρίαν γράϕουσιν
Verse: 2    
ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρϕανὸν εἰς προνομήν.
Verse: 3    
καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; γὰρ ϑλῖψις ὑμῖν πόρρωϑεν ἥξει· καὶ πρὸς τίνα καταϕεύξεσϑε τοῦ βοηϑηϑῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν
Verse: 4    
τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράϕη ϑυμός, ἀλλ' ἔτι χεὶρ ὑψηλή.
Verse: 5    
Οὐαὶ ᾽Ασσυρίοις· ῥάβδος τοῦ ϑυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν.
Verse: 6    
τὴν ὀργήν μου εἰς ἔϑνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ ϑεῖναι αὐτὰς εἰς κονιορτόν.
Verse: 7    
αὐτὸς δὲ οὐχ οὕτως ἐνεϑυμήϑη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλὰ ἀπαλλάξει νοῦς αὐτοῦ καὶ τοῦ ἔϑνη ἐξολεϑρεῦσαι οὐκ ὀλίγα.
Verse: 8    
καὶ ἐὰν εἴπωσιν αὐτῷ Σὺ μόνος εἶ ἄρχων,
Verse: 9    
καὶ ἐρεῖ Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννη, οὗ πύργος ᾠκοδομήϑη; καὶ ἔλαβον ᾽Αραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν·
Verse: 10    
ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου, καὶ πάσας τὰς ἀρχὰς λήμψομαι. ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ιερουσαλημ καὶ ἐν Σαμαρείᾳ·
Verse: 11    
ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ Ιερουσαλημ καὶ τοῖς εἰδώλοις αὐτῆς.
Verse: 12    
καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν ᾽Ασσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀϕϑαλμῶν αὐτοῦ.
Verse: 13    
εἶπεν γάρ Τῇ ἰσχύι ποιήσω καὶ τῇ σοϕίᾳ τῆς συνέσεως, ἀϕελῶ ὅρια ἐϑνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας
Verse: 14    
καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαϕεύξεταί με ἀντείπῃ μοι.
Verse: 15    
μὴ δοξασϑήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ὑψωϑήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ξύλον.
Verse: 16    
καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ κύριος σαβαωϑ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυϑήσεται·
Verse: 17    
καὶ ἔσται τὸ ϕῶς τοῦ Ισραηλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ ϕάγεται ὡσεὶ χόρτον τὴν ὕλην. τῇ ἡμέρᾳ ἐκείνῃ
Verse: 18    
ἀποσβεσϑήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταϕάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ϕεύγων ὡς ϕεύγων ἀπὸ ϕλογὸς καιομένης·
Verse: 19    
καὶ οἱ καταλειϕϑέντες ἀπ' αὐτῶν ἔσονται ἀριϑμός, καὶ παιδίον γράψει αὐτούς.
Verse: 20    
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεϑήσεται τὸ καταλειϕϑὲν Ισραηλ, καὶ οἱ σωϑέντες τοῦ Ιακωβ οὐκέτι μὴ πεποιϑότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλὰ ἔσονται πεποιϑότες ἐπὶ τὸν ϑεὸν τὸν ἅγιον τοῦ Ισραηλ τῇ ἀληϑείᾳ,
Verse: 21    
καὶ ἔσται τὸ καταλειϕϑὲν τοῦ Ιακωβ ἐπὶ ϑεὸν ἰσχύοντα.
Verse: 22    
καὶ ἐὰν γένηται λαὸς Ισραηλ ὡς ἄμμος τῆς ϑαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωϑήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ,
Verse: 23    
ὅτι λόγον συντετμημένον ποιήσει ϑεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.
Verse: 24    
Διὰ τοῦτο τάδε λέγει κύριος σαβαωϑ Μὴ ϕοβοῦ, λαός μου οἱ κατοικοῦντες ἐν Σιων, ἀπὸ ᾽Ασσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.
Verse: 25    
ἔτι γὰρ μικρὸν καὶ παύσεται ὀργή, δὲ ϑυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν·
Verse: 26    
καὶ ἐπεγερεῖ ϑεὸς ἐπ' αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιαμ ἐν τόπῳ ϑλίψεως, καὶ ϑυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ ϑάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ' Αἴγυπτον.
Verse: 27    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀϕαιρεϑήσεται ϕόβος αὐτοῦ ἀπὸ σοῦ καὶ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταϕϑαρήσεται ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν.
Verse: 28    
ἥξει γὰρ εἰς τὴν πόλιν Αγγαι καὶ παρελεύσεται εἰς Μαγεδω καὶ ἐν Μαχμας ϑήσει τὰ σκεύη αὐτοῦ·
Verse: 29    
καὶ παρελεύσεται ϕάραγγα καὶ ἥξει εἰς Αγγαι, ϕόβος λήμψεται Ραμα πόλιν Σαουλ· ϕεύξεται
Verse: 30    
ϑυγάτηρ Γαλλιμ, ἐπακούσεται Λαισα, ἐπακούσεται Αναϑωϑ·
Verse: 31    
ἐξέστη Μαδεβηνα καὶ οἱ κατοικοῦντες Γιββιρ· παρακαλεῖτε
Verse: 32    
σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε, τὸ ὄρος, τὴν ϑυγατέρα Σιων, καὶ οἱ βουνοὶ οἱ ἐν Ιερουσαλημ.
Verse: 33    
ἰδοὺ γὰρ δεσπότης κύριος σαβαωϑ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ ταπεινωϑήσονται,
Verse: 34    
καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.