TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 998
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ιεσσαι, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται.
Verse: 2    
καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοϕίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας·
Verse: 3    
ἐμπλήσει αὐτὸν πνεῦμα ϕόβου θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει,
Verse: 4    
ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς· καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ·
Verse: 5    
καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσϕὺν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς.
Verse: 6    
καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίϕῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς·
Verse: 7    
καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων καὶ βοῦς ἅμα ϕάγονται ἄχυρα.
Verse: 8    
καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ.
Verse: 9    
καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσθη σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.
Verse: 10    
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ῥίζα τοῦ Ιεσσαι καὶ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἀνάπαυσις αὐτοῦ τιμή.
Verse: 11    
καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειϕθὲν ὑπόλοιπον τοῦ λαοῦ, ἂν καταλειϕθῇ ἀπὸ τῶν ᾽Ασσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Αιλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ ᾽Αραβίας.
Verse: 12    
καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους Ισραηλ καὶ τοὺς διεσπαρμένους τοῦ Ιουδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς.
Verse: 13    
καὶ ἀϕαιρεθήσεται ζῆλος Εϕραιμ, καὶ οἱ ἐχθροὶ Ιουδα ἀπολοῦνται· Εϕραιμ οὐ ζηλώσει Ιουδαν, καὶ Ιουδας οὐ θλίψει Εϕραιμ.
Verse: 14    
καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοϕύλων θάλασσαν, ἅμα προνομεύσουσιν καὶ τοὺς ἀϕ' ἡλίου ἀνατολῶν καὶ Ιδουμαίαν· καὶ ἐπὶ Μωαβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Αμμων πρῶτοι ὑπακούσονται.
Verse: 15    
καὶ ἐρημώσει κύριος τὴν θάλασσαν Αἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ ϕάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν·
Verse: 16    
καὶ ἔσται δίοδος τῷ καταλειϕθέντι μου λαῷ ἐν Αἰγύπτῳ, καὶ ἔσται τῷ Ισραηλ ὡς ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.