TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 999
Previous part

Chapter: 12 
Verse: 1    Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με.
Verse: 2    
ἰδοὺ θεός μου σωτήρ μου κύριος, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ ϕοβηθήσομαι, διότι δόξα μου καὶ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
Verse: 3    
καὶ ἀντλήσετε ὕδωρ μετ' εὐϕροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.
Verse: 4    
καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ῾Υμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ.
Verse: 5    
ὑμνήσατε τὸ ὄνομα κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ.
Verse: 6    
ἀγαλλιᾶσθε καὶ εὐϕραίνεσθε, οἱ κατοικοῦντες Σιων, ὅτι ὑψώθη ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.