TITUS
Novum Testamentum graece
Part No. 82
Previous part

Chapter: 14 
Verse: 1    Μὴ ταρασσέσϑω ὑμῶν καρδία· πιστεύετε εἰς τὸν ϑεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
Verse: 2    
ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν;
Verse: 3    
καὶ ἐὰν πορευϑῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.
Verse: 4    
καὶ ὅπου [ἐγὼ] ὑπάγω οἴδατε τὴν ὁδόν.
Verse: 5    
Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· πῶς δυνάμεϑα τὴν ὁδὸν εἰδέναι;
Verse: 6    
λέγει αὐτῷ ᾽Ιησοῦς, ᾽Εγώ εἰμι ὁδὸς καὶ ἀλήϑεια καὶ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ.
Verse: 7    
εἰ ἐγνώκατέ με, καὶ τὸν πατέρα μου γνώσεσϑε· καὶ ἀπ' ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.
Verse: 8    
λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν.
Verse: 9    
λέγει αὐτῷ ᾽Ιησοῦς, Τοσούτῳ χρόνῳ μεϑ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα;
Verse: 10    
οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἐγὼ λαλῶ ὑμῖν ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ.
Verse: 11    
πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε.
Verse: 12    
ἀμὴν ἀμὴν λέγω ὑμῖν, πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι·
Verse: 13    
καὶ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασϑῇ πατὴρ ἐν τῷ υἱῷ·
Verse: 14    
ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου ἐγὼ ποιήσω.
Verse: 15    
᾽Εὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε·
Verse: 16    
κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μεϑ' ὑμῶν εἰς τὸν αἰῶνα ,
Verse: 17    
τὸ πνεῦμα τῆς ἀληϑείας, κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ ϑεωρεῖ αὐτὸ οὐδὲ γινώσκει· ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἐστιν.
Verse: 18    
Οὐκ ἀϕήσω ὑμᾶς ὀρϕανούς, ἔρχομαι πρὸς ὑμᾶς.
Verse: 19    
ἔτι μικρὸν καὶ κόσμος με οὐκέτι ϑεωρεῖ, ὑμεῖς δὲ ϑεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσετε.
Verse: 20    
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσϑε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.
Verse: 21    
ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ἀγαπῶν με· δὲ ἀγαπῶν με ἀγαπηϑήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμϕανίσω αὐτῷ ἐμαυτόν.
Verse: 22    
Λέγει αὐτῷ ᾽Ιούδας, οὐχ ᾽Ισκαριώτης, Κύριε, [καὶ] τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμϕανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;
Verse: 23    
ἀπεκρίϑη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, ᾽Εάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεϑα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεϑα.
Verse: 24    
μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός.
Verse: 25    
Ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων·
Verse: 26    
δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον πέμψει πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα εἶπον ὑμῖν [ἐγώ].
Verse: 27    
Εἰρήνην ἀϕίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καϑὼς κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσϑω ὑμῶν καρδία μηδὲ δειλιάτω.
Verse: 28    
ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ῾Υπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι πατὴρ μείζων μού ἐστιν.
Verse: 29    
καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσϑαι, ἵνα ὅταν γένηται πιστεύσητε.
Verse: 30    
οὐκέτι πολλὰ λαλήσω μεϑ' ὑμῶν, ἔρχεται γὰρ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν,
Verse: 31    
ἀλλ' ἵνα γνῷ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καϑὼς ἐνετείλατο μοι πατήρ, οὕτως ποιῶ. ᾽Εγείρεσϑε, ἄγωμεν ἐντεῦϑεν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.