TITUS
Novum Testamentum graece
Part No. 81
Previous part

Chapter: 13 
Verse: 1    Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ᾽Ιησοῦς ὅτι ἦλϑεν αὐτοῦ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
Verse: 2    
καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν ᾽Ιούδας Σίμωνος ᾽Ισκαριώτου,
Verse: 3    
εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ ϑεοῦ ἐξῆλϑεν καὶ πρὸς τὸν ϑεὸν ὑπάγει,
Verse: 4    
ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίϑησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
Verse: 5    
εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαϑητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ἦν διεζωσμένος.
Verse: 6    
ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. λέγει αὐτῷ, Κύριε, σύ μου νίπτεις τοὺς πόδας;
Verse: 7    
ἀπεκρίϑη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, ῝Ο ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
Verse: 8    
λέγει αὐτῷ Πέτρος, Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίϑη ᾽Ιησοῦς αὐτῷ, ᾽Εὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
Verse: 9    
λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεϕαλήν.
Verse: 10    
λέγει αὐτῷ ᾽Ιησοῦς, ῾Ο λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασϑαι, ἀλλ' ἔστιν καϑαρὸς ὅλος· καὶ ὑμεῖς καϑαροί ἐστε, ἀλλ' οὐχὶ πάντες.
Verse: 11    
ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι Οὐχὶ πάντες καϑαροί ἐστε.
Verse: 12    
῞Οτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν [καὶ] ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς, Γινώσκετε τί πεποίηκα ὑμῖν;
Verse: 13    
ὑμεῖς ϕωνεῖτέ με ῾Ο διδάσκαλος καὶ ῾Ο κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ.
Verse: 14    
εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας κύριος καὶ διδάσκαλος, καὶ ὑμεῖς ὀϕείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·
Verse: 15    
ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν ἵνα καϑὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.
Verse: 16    
ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
Verse: 17    
εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
Verse: 18    
οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ' ἵνα γραϕὴ πληρωϑῇ, ῾Ο τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ.
Verse: 19    
ἀπ' ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσϑαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
Verse: 20    
ἀμὴν ἀμὴν λέγω ὑμῖν, λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει, δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
Verse: 21    
Ταῦτα εἰπὼν ᾽Ιησοῦς ἐταράχϑη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
Verse: 22    
ἔβλεπον εἰς ἀλλήλους οἱ μαϑηταὶ ἀπορούμενοι περὶ τίνος λέγει.
Verse: 23    
ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαϑητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ ᾽Ιησοῦ, ὃν ἠγάπα ᾽Ιησοῦς·
Verse: 24    
νεύει οὖν τούτῳ Σίμων Πέτρος πυϑέσϑαι τίς ἂν εἴη περὶ οὗ λέγει.
Verse: 25    
ἀναπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆϑος τοῦ ᾽Ιησοῦ λέγει αὐτῷ, Κύριε, τίς ἐστιν;
Verse: 26    
ἀποκρίνεται ᾽Ιησοῦς, ᾽Εκεῖνός ἐστιν ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ. βάψας οὖν τὸ ψωμίον [λαμβάνει καὶ] δίδωσιν ᾽Ιούδᾳ Σίμωνος ᾽Ισκαριώτου.
Verse: 27    
καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλϑεν εἰς ἐκεῖνον Σατανᾶς. λέγει οὖν αὐτῷ ᾽Ιησοῦς, ῝Ο ποιεῖς ποίησον τάχιον.
Verse: 28    
τοῦτο [δὲ] οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·
Verse: 29    
τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ᾽Ιούδας, ὅτι λέγει αὐτῷ [ὁ] ᾽Ιησοῦς, ᾽Αγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, τοῖς πτωχοῖς ἵνα τι δῷ.
Verse: 30    
λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλϑεν εὐϑύς· ἦν δὲ νύξ.
Verse: 31    
῞Οτε οὖν ἐξῆλϑεν λέγει ᾽Ιησοῦς, Νῦν ἐδοξάσϑη υἱὸς τοῦ ἀνϑρώπου, καὶ ϑεὸς ἐδοξάσϑη ἐν αὐτῷ·
Verse: 32    
[εἰ ϑεὸς ἐδοξάσϑη ἐν αὐτῷ] καὶ ϑεὸς δοξάσει αὐτὸν ἐν αὐτῷ, καὶ εὐϑὺς δοξάσει αὐτόν.
Verse: 33    
τεκνία, ἔτι μικρὸν μεϑ' ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καϑὼς εἶπον τοῖς ᾽Ιουδαίοις ὅτι ῞Οπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασϑε ἐλϑεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
Verse: 34    
ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καϑὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
Verse: 35    
ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαϑηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
Verse: 36    
Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίϑη [αὐτῷ] ᾽Ιησοῦς, ῞Οπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουϑῆσαι, ἀκολουϑήσεις δὲ ὕστερον.
Verse: 37    
λέγει αὐτῷ Πέτρος, Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουϑῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ ϑήσω.
Verse: 38    
ἀποκρίνεται ᾽Ιησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ ϑήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ ϕωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.