TITUS
Novum Testamentum graece
Part No. 80
Previous part

Chapter: 12 
Verse: 1    ῾Ο οὖν ᾽Ιησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλϑεν εἰς Βηϑανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν ᾽Ιησοῦς.
Verse: 2    
ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ Μάρϑα διηκόνει, δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ.
Verse: 3    
οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ ᾽Ιησοῦ καὶ ἐξέμαξεν ταῖς ϑριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· δὲ οἰκία ἐπληρώϑη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
Verse: 4    
λέγει δὲ ᾽Ιούδας ᾽Ισκαριώτης εἷς τῶν μαϑητῶν αὐτοῦ, μέλλων αὐτὸν παραδιδόναι,
Verse: 5    
Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράϑη τριακοσίων δηναρίων καὶ ἐδόϑη πτωχοῖς;
Verse: 6    
εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ ἀλλ' ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν.
Verse: 7    
εἶπεν οὖν ᾽Ιησοῦς, ῎Αϕες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταϕιασμοῦ μου τηρήσῃ αὐτό·
Verse: 8    
τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεϑ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
Verse: 9    
῎Εγνω οὖν [ὁ] ὄχλος πολὺς ἐκ τῶν ᾽Ιουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλϑον οὐ διὰ τὸν ᾽Ιησοῦν μόνον ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.
Verse: 10    
ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,
Verse: 11    
ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν ᾽Ιουδαίων καὶ ἐπίστευον εἰς τὸν ᾽Ιησοῦν.
Verse: 12    
Τῇ ἐπαύριον ὄχλος πολὺς ἐλϑὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ᾽Ιησοῦς εἰς ῾Ιεροσόλυμα,
Verse: 13    
ἔλαβον τὰ βαία τῶν ϕοινίκων καὶ ἐξῆλϑον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον, ῾Ωσαννά· εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου, καὶ βασιλεὺς τοῦ ᾽Ισραήλ.
Verse: 14    
εὑρὼν δὲ ᾽Ιησοῦς ὀνάριον ἐκάϑισεν ἐπ' αὐτό, καϑώς ἐστιν γεγραμμένον,
Verse: 15    
Μὴ ϕοβοῦ, ϑυγάτηρ Σιών· ἰδοὺ βασιλεύς σου ἔρχεται, καϑήμενος ἐπὶ πῶλον ὄνου.
Verse: 16    
ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαϑηταὶ τὸ πρῶτον, ἀλλ' ὅτε ἐδοξάσϑη ᾽Ιησοῦς τότε ἐμνήσϑησαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.
Verse: 17    
ἐμαρτύρει οὖν ὄχλος ὢν μετ' αὐτοῦ ὅτε τὸν Λάζαρον ἐϕώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
Verse: 18    
διὰ τοῦτο [καὶ] ὑπήντησεν αὐτῷ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
Verse: 19    
οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς, Θεωρεῖτε ὅτι οὐκ ὠϕελεῖτε οὐδέν· ἴδε κόσμος ὀπίσω αὐτοῦ ἀπῆλϑεν.
Verse: 20    
῏Ησαν δὲ ῞Ελληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·
Verse: 21    
οὗτοι οὖν προσῆλϑον Φιλίππῳ τῷ ἀπὸ Βηϑσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, Κύριε, ϑέλομεν τὸν ᾽Ιησοῦν ἰδεῖν.
Verse: 22    
ἔρχεται Φίλιππος καὶ λέγει τῷ ᾽Ανδρέᾳ· ἔρχεται ᾽Ανδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ ᾽Ιησοῦ.
Verse: 23    
δὲ ᾽Ιησοῦς ἀποκρίνεται αὐτοῖς λέγων, ᾽Ελήλυϑεν ὥρα ἵνα δοξασϑῇ υἱὸς τοῦ ἀνϑρώπου.
Verse: 24    
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποϑάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποϑάνῃ, πολὺν καρπὸν ϕέρει.
Verse: 25    
ϕιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον ϕυλάξει αὐτήν.
Verse: 26    
ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουϑείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ διάκονος ἐμὸς ἔσται· ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν πατήρ.
Verse: 27    
Νῦν ψυχή μου τετάρακται. καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλϑον εἰς τὴν ὥραν ταύτην.
Verse: 28    
πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλϑεν οὖν ϕωνὴ ἐκ τοῦ οὐρανοῦ, Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
Verse: 29    
οὖν ὄχλος ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον, ῎Αγγελος αὐτῷ λελάληκεν.
Verse: 30    
ἀπεκρίϑη καὶ εἶπεν ᾽Ιησοῦς, Οὐ δι' ἐμὲ ϕωνὴ αὕτη γέγονεν ἀλλὰ δι' ὑμᾶς.
Verse: 31    
νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ἄρχων τοῦ κόσμου τούτου ἐκβληϑήσεται ἔξω·
Verse: 32    
κἀγὼ ἐὰν ὑψωϑῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
Verse: 33    
τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ ϑανάτῳ ἤμελλεν ἀποϑνῄσκειν.
Verse: 34    
ἀπεκρίϑη οὖν αὐτῷ ὄχλος, ῾Ημεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωϑῆναι τὸν υἱὸν τοῦ ἀνϑρώπου; τίς ἐστιν οὗτος υἱὸς τοῦ ἀνϑρώπου;
Verse: 35    
εἶπεν οὖν αὐτοῖς ᾽Ιησοῦς, ῎Ετι μικρὸν χρόνον τὸ ϕῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ ϕῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
Verse: 36    
ὡς τὸ ϕῶς ἔχετε, πιστεύετε εἰς τὸ ϕῶς, ἵνα υἱοὶ ϕωτὸς γένησϑε.
   
/ Ταῦτα ἐλάλησεν ᾽Ιησοῦς, καὶ ἀπελϑὼν ἐκρύβη ἀπ' αὐτῶν.
Verse: 37    
Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσϑεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,
Verse: 38    
ἵνα λόγος ᾽Ησαίου τοῦ προϕήτου πληρωϑῇ ὃν εἶπεν, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ βραχίων κυρίου τίνι ἀπεκαλύϕϑη;
Verse: 39    
διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν ᾽Ησαίας,
Verse: 40    
Τετύϕλωκεν αὐτῶν τοὺς ὀϕϑαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀϕϑαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραϕῶσιν, καὶ ἰάσομαι αὐτούς.
Verse: 41    
ταῦτα εἶπεν ᾽Ησαίας, ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ.
Verse: 42    
ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·
Verse: 43    
ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνϑρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ ϑεοῦ.
Verse: 44    
᾽Ιησοῦς δὲ ἔκραξεν καὶ εἶπεν, ῾Ο πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με,
Verse: 45    
καὶ ϑεωρῶν ἐμὲ ϑεωρεῖ τὸν πέμψαντά με.
Verse: 46    
ἐγὼ ϕῶς εἰς τὸν κόσμον ἐλήλυϑα, ἵνα πᾶς πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
Verse: 47    
καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ ϕυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλϑον ἵνα κρίνω τὸν κόσμον ἀλλ' ἵνα σώσω τὸν κόσμον.
Verse: 48    
ἀϑετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·
Verse: 49    
ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω.
Verse: 50    
καὶ οἶδα ὅτι ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. οὖν ἐγὼ λαλῶ, καϑὼς εἴρηκέν μοι πατήρ, οὕτως λαλῶ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.