TITUS
Novum Testamentum graece
Part No. 77
Previous part

Chapter: 9 
Verse: 1    Καὶ παράγων εἶδεν ἄνϑρωπον τυϕλὸν ἐκ γενετῆς.
Verse: 2    
καὶ ἠρώτησαν αὐτὸν οἱ μαϑηταὶ αὐτοῦ λέγοντες, ῾Ραββί, τίς ἥμαρτεν, οὗτος οἱ γονεῖς αὐτοῦ, ἵνα τυϕλὸς γεννηϑῇ;
Verse: 3    
ἀπεκρίϑη ᾽Ιησοῦς, Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα ϕανερωϑῇ τὰ ἔργα τοῦ ϑεοῦ ἐν αὐτῷ.
Verse: 4    
ἡμᾶς δεῖ ἐργάζεσϑαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσϑαι.
Verse: 5    
ὅταν ἐν τῷ κόσμῳ , ϕῶς εἰμι τοῦ κόσμου.
Verse: 6    
ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀϕϑαλμοὺς
Verse: 7    
καὶ εἶπεν αὐτῷ, ῞Υπαγε νίψαι εἰς τὴν κολυμβήϑραν τοῦ Σιλωάμ [ὃ ἑρμηνεύεται ᾽Απεσταλμένος]. ἀπῆλϑεν οὖν καὶ ἐνίψατο, καὶ ἦλϑεν βλέπων.
Verse: 8    
Οἱ οὖν γείτονες καὶ οἱ ϑεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον, Οὐχ οὗτός ἐστιν καϑήμενος καὶ προσαιτῶν;
Verse: 9    
ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ἔλεγον, Οὐχί, ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ᾽Εγώ εἰμι.
Verse: 10    
ἔλεγον οὖν αὐτῷ, Πῶς [οὖν] ἠνεῴχϑησάν σου οἱ ὀϕϑαλμοί;
Verse: 11    
ἀπεκρίϑη ἐκεῖνος, ῾Ο ἄνϑρωπος λεγόμενος ᾽Ιησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀϕϑαλμοὺς καὶ εἶπέν μοι ὅτι ῞Υπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελϑὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα.
Verse: 12    
καὶ εἶπαν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; λέγει, Οὐκ οἶδα.
Verse: 13    
῎Αγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυϕλόν.
Verse: 14    
ἦν δὲ σάββατον ἐν ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ᾽Ιησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀϕϑαλμούς.
Verse: 15    
πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέϑηκέν μου ἐπὶ τοὺς ὀϕϑαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
Verse: 16    
ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, Οὐκ ἔστιν οὗτος παρὰ ϑεοῦ ἄνϑρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι [δὲ] ἔλεγον, Πῶς δύναται ἄνϑρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
Verse: 17    
λέγουσιν οὖν τῷ τυϕλῷ πάλιν, Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀϕϑαλμούς; δὲ εἶπεν ὅτι Προϕήτης ἐστίν.
Verse: 18    
Οὐκ ἐπίστευσαν οὖν οἱ ᾽Ιουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυϕλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐϕώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
Verse: 19    
καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυϕλὸς ἐγεννήϑη; πῶς οὖν βλέπει ἄρτι;
Verse: 20    
ἀπεκρίϑησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, Οἴδαμεν ὅτι οὗτός ἐστιν υἱὸς ἡμῶν καὶ ὅτι τυϕλὸς ἐγεννήϑη·
Verse: 21    
πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀϕϑαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
Verse: 22    
ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐϕοβοῦντο τοὺς ᾽Ιουδαίους, ἤδη γὰρ συνετέϑειντο οἱ ᾽Ιουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
Verse: 23    
διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι ῾Ηλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε.
Verse: 24    
᾽Εϕώνησαν οὖν τὸν ἄνϑρωπον ἐκ δευτέρου ὃς ἦν τυϕλὸς καὶ εἶπαν αὐτῷ, Δὸς δόξαν τῷ ϑεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ἄνϑρωπος ἁμαρτωλός ἐστιν.
Verse: 25    
ἀπεκρίϑη οὖν ἐκεῖνος, Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυϕλὸς ὢν ἄρτι βλέπω.
Verse: 26    
εἶπον οὖν αὐτῷ, Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀϕϑαλμούς;
Verse: 27    
ἀπεκρίϑη αὐτοῖς, Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν ϑέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς ϑέλετε αὐτοῦ μαϑηταὶ γενέσϑαι;
Verse: 28    
καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον, Σὺ μαϑητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαϑηταί·
Verse: 29    
ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ϑεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόϑεν ἐστίν.
Verse: 30    
ἀπεκρίϑη ἄνϑρωπος καὶ εἶπεν αὐτοῖς, ᾽Εν τούτῳ γὰρ τὸ ϑαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόϑεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀϕϑαλμούς.
Verse: 31    
οἴδαμεν ὅτι ἁμαρτωλῶν ϑεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις ϑεοσεβὴς καὶ τὸ ϑέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει.
Verse: 32    
ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσϑη ὅτι ἤνοιξέν τις ὀϕϑαλμοὺς τυϕλοῦ γεγεννημένου·
Verse: 33    
εἰ μὴ ἦν οὗτος παρὰ ϑεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
Verse: 34    
ἀπεκρίϑησαν καὶ εἶπον αὐτῷ, ᾽Εν ἁμαρτίαις σὺ ἐγεννήϑης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
Verse: 35    
῎Ηκουσεν ᾽Ιησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν [αὐτῷ], Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνϑρώπου;
Verse: 36    
ἀπεκρίϑη ἐκεῖνος καὶ εἶπεν, Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
Verse: 37    
εἶπεν αὐτῷ ᾽Ιησοῦς, Καὶ ἑώρακας αὐτὸν καὶ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
Verse: 38    
δὲ ἔϕη, Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ.
Verse: 39    
καὶ εἶπεν ᾽Ιησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλϑον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυϕλοὶ γένωνται.
Verse: 40    
῎Ηκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ' αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυϕλοί ἐσμεν;
Verse: 41    
εἶπεν αὐτοῖς ᾽Ιησοῦς, Εἰ τυϕλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἁμαρτία ὑμῶν μένει.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.