TITUS
Novum Testamentum graece
Part No. 41
Previous part

Chapter: 13 
Verse: 1    Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς [ἐκ] τῶν μαϑητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε ποταποὶ λίϑοι καὶ ποταπαὶ οἰκοδομαί.
Verse: 2    
καὶ ᾽Ιησοῦς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀϕεϑῇ ὧδε λίϑος ἐπὶ λίϑον ὃς οὐ μὴ καταλυϑῇ.
Verse: 3    
Καὶ καϑημένου αὐτοῦ εἰς τὸ ῎Ορος τῶν ᾽Ελαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ' ἰδίαν Πέτρος καὶ ᾽Ιάκωβος καὶ ᾽Ιωάννης καὶ ᾽Ανδρέας,
Verse: 4    
Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσϑαι πάντα.
Verse: 5    
δὲ ᾽Ιησοῦς ἤρξατο λέγειν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
Verse: 6    
πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ᾽Εγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
Verse: 7    
ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ ϑροεῖσϑε· δεῖ γενέσϑαι, ἀλλ' οὔπω τὸ τέλος.
Verse: 8    
ἐγερϑήσεται γὰρ ἔϑνος ἐπ' ἔϑνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα.
Verse: 9    
βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσϑε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταϑήσεσϑε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
Verse: 10    
καὶ εἰς πάντα τὰ ἔϑνη πρῶτον δεῖ κηρυχϑῆναι τὸ εὐαγγέλιον.
Verse: 11    
καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλ' ἐὰν δοϑῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
Verse: 12    
καὶ παραδώσει ἀδελϕὸς ἀδελϕὸν εἰς ϑάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ ϑανατώσουσιν αὐτούς·
Verse: 13    
καὶ ἔσεσϑε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. δὲ ὑπομείνας εἰς τέλος οὗτος σωϑήσεται.
Verse: 14    
῞Οταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ, ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ ᾽Ιουδαίᾳ ϕευγέτωσαν εἰς τὰ ὄρη,
Verse: 15    
[δὲ] ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελϑάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,
Verse: 16    
καὶ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
Verse: 17    
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς ϑηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
Verse: 18    
προσεύχεσϑε δὲ ἵνα μὴ γένηται χειμῶνος·
Verse: 19    
ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι ϑλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ' ἀρχῆς κτίσεωσἣν ἔκτισεν ϑεὸς ἕως τοῦ νῦνκαὶ οὐ μὴ γένηται.
Verse: 20    
καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώϑη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
Verse: 21    
καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ῎Ιδε ὧδε Χριστός, ῎Ιδε ἐκεῖ, μὴ πιστεύετε·
Verse: 22    
ἐγερϑήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροϕῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, τοὺς ἐκλεκτούς.
Verse: 23    
ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα.
Verse: 24    
᾽Αλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν ϑλῖψιν ἐκείνην ἥλιος σκοτισϑήσεται, καὶ σελήνη οὐ δώσει τὸ ϕέγγος αὐτῆς,
Verse: 25    
καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖσσαλευϑήσονται.
Verse: 26    
καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνϑρώπου ἐρχόμενον ἐν νεϕέλαισμετὰ δυνάμεως πολλῆς καὶ δόξης.
Verse: 27    
καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς [αὐτοῦ] ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
Verse: 28    
᾽Απὸ δὲ τῆς συκῆς μάϑετε τὴν παραβολήν· ὅταν ἤδη κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκϕύῃ τὰ ϕύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ ϑέρος ἐστίν.
Verse: 29    
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ ϑύραις.
Verse: 30    
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλϑῃ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.
Verse: 31    
οὐρανὸς καὶ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
Verse: 32    
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ υἱός, εἰ μὴ πατήρ.
Verse: 33    
βλέπετε ἀγρυπνεῖτε· οὐκ οἴδατε γὰρ πότε καιρός ἐστιν.
Verse: 34    
ὡς ἄνϑρωπος ἀπόδημος ἀϕεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ ϑυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
Verse: 35    
γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ μεσονύκτιον ἀλεκτοροϕωνίας πρωί,
Verse: 36    
μὴ ἐλϑὼν ἐξαίϕνης εὕρῃ ὑμᾶς καϑεύδοντας.
Verse: 37    
δὲ ὑμῖν λέγω, πᾶσιν λέγω, γρηγορεῖτε.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.