TITUS
Novum Testamentum graece
Part No. 32
Previous part

Chapter: 4 
Verse: 1    Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν ϑάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καϑῆσϑαι ἐν τῇ ϑαλάσσῃ, καὶ πᾶς ὄχλος πρὸς τὴν ϑάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.
Verse: 2    
καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,
Verse: 3    
᾽Ακούετε. ἰδοὺ ἐξῆλϑεν σπείρων σπεῖραι.
Verse: 4    
καὶ ἐγένετο ἐν τῷ σπείρειν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλϑεν τὰ πετεινὰ καὶ κατέϕαγεν αὐτό.
Verse: 5    
καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐϑὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάϑος γῆς·
Verse: 6    
καὶ ὅτε ἀνέτειλεν ἥλιος ἐκαυματίσϑη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνϑη.
Verse: 7    
καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνϑας, καὶ ἀνέβησαν αἱ ἄκανϑαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
Verse: 8    
καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα, καὶ ἔϕερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.
Verse: 9    
καὶ ἔλεγεν, ῝Ος ἔχει ὦτα ἀκούειν ἀκουέτω.
Verse: 10    
Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς.
Verse: 11    
καὶ ἔλεγεν αὐτοῖς, ῾Υμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ ϑεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται,
Verse: 12    
ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀϕεϑῇ αὐτοῖς.
Verse: 13    
Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσϑε;
Verse: 14    
σπείρων τὸν λόγον σπείρει.
Verse: 15    
οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται λόγος, καὶ ὅταν ἀκούσωσιν εὐϑὺς ἔρχεται Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς.
Verse: 16    
καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐϑὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
Verse: 17    
καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης ϑλίψεως διωγμοῦ διὰ τὸν λόγον εὐϑὺς σκανδαλίζονται.
Verse: 18    
καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνϑας σπειρόμενοι· οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες,
Verse: 19    
καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιϑυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
Verse: 20    
καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποϕοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.
Verse: 21    
Καὶ ἔλεγεν αὐτοῖς, Μήτι ἔρχεται λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεϑῇ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεϑῇ;
Verse: 22    
οὐ γάρ ἐστιν κρυπτὸν ἐὰν μὴ ἵνα ϕανερωϑῇ, οὐδὲ ἐγένετο ἀπόκρυϕον ἀλλ' ἵνα ἔλϑῃ εἰς ϕανερόν.
Verse: 23    
εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
Verse: 24    
Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. ἐν μέτρῳ μετρεῖτε μετρηϑήσεται ὑμῖν καὶ προστεϑήσεται ὑμῖν.
Verse: 25    
ὃς γὰρ ἔχει, δοϑήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ἔχει ἀρϑήσεται ἀπ' αὐτοῦ.
Verse: 26    
Καὶ ἔλεγεν, Οὕτως ἐστὶν βασιλεία τοῦ ϑεοῦ ὡς ἄνϑρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς
Verse: 27    
καὶ καϑεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
Verse: 28    
αὐτομάτη γῆ καρποϕορεῖ, πρῶτον χόρτον, εἶτεν στάχυν, εἶτεν πλήρη σῖτον ἐν τῷ στάχυϊ.
Verse: 29    
ὅταν δὲ παραδοῖ καρπός, εὐϑὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ϑερισμός.
Verse: 30    
Καὶ ἔλεγεν, Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ ϑεοῦ, ἐν τίνι αὐτὴν παραβολῇ ϑῶμεν;
Verse: 31    
ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς,
Verse: 32    
καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασϑαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
Verse: 33    
Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καϑὼς ἠδύναντο ἀκούειν·
Verse: 34    
χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ' ἰδίαν δὲ τοῖς ἰδίοις μαϑηταῖς ἐπέλυεν πάντα.
Verse: 35    
Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης, Διέλϑωμεν εἰς τὸ πέραν.
Verse: 36    
καὶ ἀϕέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα πλοῖα ἦν μετ' αὐτοῦ.
Verse: 37    
καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη γεμίζεσϑαι τὸ πλοῖον.
Verse: 38    
καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεϕάλαιον καϑεύδων· καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεϑα;
Verse: 39    
καὶ διεγερϑεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ ϑαλάσσῃ, Σιώπα, πεϕίμωσο. καὶ ἐκόπασεν ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
Verse: 40    
καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε; οὔπω ἔχετε πίστιν;
Verse: 41    
καὶ ἐϕοβήϑησαν ϕόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ἄνεμος καὶ ϑάλασσα ὑπακούει αὐτῷ;

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.