TITUS
Novum Testamentum graece
Part No. 31
Previous part

Chapter: 3 
Verse: 1    Καὶ εἰσῆλϑεν πάλιν εἰς τὴν συναγωγήν. καὶ ἦν ἐκεῖ ἄνϑρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα·
Verse: 2    
καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν ϑεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.
Verse: 3    
καὶ λέγει τῷ ἀνϑρώπῳ τῷ τὴν ξηρὰν χεῖρα ἔχοντι, ῎Εγειρε εἰς τὸ μέσον.
Verse: 4    
καὶ λέγει αὐτοῖς, ῎Εξεστιν τοῖς σάββασιν ἀγαϑὸν ποιῆσαι κακοποιῆσαι, ψυχὴν σῶσαι ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
Verse: 5    
καὶ περιβλεψάμενος αὐτοὺς μετ' ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνϑρώπῳ, ῎Εκτεινον τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάϑη χεὶρ αὐτοῦ.
Verse: 6    
καὶ ἐξελϑόντες οἱ Φαρισαῖοι εὐϑὺς μετὰ τῶν ῾Ηρῳδιανῶν συμβούλιον ἐδίδουν κατ' αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
Verse: 7    
Καὶ ᾽Ιησοῦς μετὰ τῶν μαϑητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν ϑάλασσαν· καὶ πολὺ πλῆϑος ἀπὸ τῆς Γαλιλαίας ἠκολούϑησεν· καὶ ἀπὸ τῆς ᾽Ιουδαίας
Verse: 8    
καὶ ἀπὸ ῾Ιεροσολύμων καὶ ἀπὸ τῆς ᾽Ιδουμαίας καὶ πέραν τοῦ ᾽Ιορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆϑος πολύ, ἀκούοντες ὅσα ἐποίει ἦλϑον πρὸς αὐτόν.
Verse: 9    
καὶ εἶπεν τοῖς μαϑηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ ϑλίβωσιν αὐτόν·
Verse: 10    
πολλοὺς γὰρ ἐϑεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας.
Verse: 11    
καὶ τὰ πνεύματα τὰ ἀκάϑαρτα, ὅταν αὐτὸν ἐϑεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντες ὅτι Σὺ εἶ υἱὸς τοῦ ϑεοῦ.
Verse: 12    
καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν ϕανερὸν ποιήσωσιν.
Verse: 13    
Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤϑελεν αὐτός, καὶ ἀπῆλϑον πρὸς αὐτόν.
Verse: 14    
καὶ ἐποίησεν δώδεκα, [οὓς καὶ ἀποστόλους ὠνόμασεν,] ἵνα ὦσιν μετ' αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
Verse: 15    
καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια·
Verse: 16    
[καὶ ἐποίησεν τοὺς δώδεκα,] καὶ ἐπέϑηκεν ὄνομα τῷ Σίμωνι Πέτρον,
Verse: 17    
καὶ ᾽Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾽Ιωάννην τὸν ἀδελϕὸν τοῦ ᾽Ιακώβου, καὶ ἐπέϑηκεν αὐτοῖς ὀνόματα Βοανηργές, ἐστιν Υἱοὶ Βροντῆς·
Verse: 18    
καὶ ᾽Ανδρέαν καὶ Φίλιππον καὶ Βαρϑολομαῖον καὶ Μαϑϑαῖον καὶ Θωμᾶν καὶ ᾽Ιάκωβον τὸν τοῦ ῾Αλϕαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον
Verse: 19    
καὶ ᾽Ιούδαν ᾽Ισκαριώϑ, ὃς καὶ παρέδωκεν αὐτόν.
Verse: 20    
Καὶ ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασϑαι αὐτοὺς μηδὲ ἄρτον ϕαγεῖν.
Verse: 21    
καὶ ἀκούσαντες οἱ παρ' αὐτοῦ ἐξῆλϑον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη.
Verse: 22    
καὶ οἱ γραμματεῖς οἱ ἀπὸ ῾Ιεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
Verse: 23    
καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;
Verse: 24    
καὶ ἐὰν βασιλεία ἐϕ' ἑαυτὴν μερισϑῇ, οὐ δύναται σταϑῆναι βασιλεία ἐκείνη·
Verse: 25    
καὶ ἐὰν οἰκία ἐϕ' ἑαυτὴν μερισϑῇ, οὐ δυνήσεται οἰκία ἐκείνη σταϑῆναι.
Verse: 26    
καὶ εἰ Σατανᾶς ἀνέστη ἐϕ' ἑαυτὸν καὶ ἐμερίσϑη, οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει.
Verse: 27    
ἀλλ' οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελϑὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
Verse: 28    
᾽Αμὴν λέγω ὑμῖν ὅτι πάντα ἀϕεϑήσεται τοῖς υἱοῖς τῶν ἀνϑρώπων, τὰ ἁμαρτήματα καὶ αἱ βλασϕημίαι ὅσα ἐὰν βλασϕημήσωσιν·
Verse: 29    
ὃς δ' ἂν βλασϕημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἔχει ἄϕεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος
Verse: 30    
ὅτι ἔλεγον, Πνεῦμα ἀκάϑαρτον ἔχει.
Verse: 31    
Καὶ ἔρχεται μήτηρ αὐτοῦ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν.
Verse: 32    
καὶ ἐκάϑητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν αὐτῷ, ᾽Ιδοὺ μήτηρ σου καὶ οἱ ἀδελϕοί σου ἔξω ζητοῦσίν σε.
Verse: 33    
καὶ ἀποκριϑεὶς αὐτοῖς λέγει, Τίς ἐστιν μήτηρ μου καὶ οἱ ἀδελϕοί [μου];
Verse: 34    
καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καϑημένους λέγει, ῎Ιδε μήτηρ μου καὶ οἱ ἀδελϕοί μου.
Verse: 35    
ὃς [γὰρ] ἂν ποιήσῃ τὸ ϑέλημα τοῦ ϑεοῦ, οὗτος ἀδελϕός μου καὶ ἀδελϕὴ καὶ μήτηρ ἐστίν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.