TITUS
Novum Testamentum graece
Part No. 30
Previous part

Chapter: 2 
Verse: 1    Καὶ εἰσελϑὼν πάλιν εἰς Καϕαρναοὺμ δι' ἡμερῶν ἠνκούσϑη ὅτι ἐν οἴκῳ ἐστίν.
Verse: 2    
καὶ συνήχϑησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν ϑύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
Verse: 3    
καὶ ἔρχονται ϕέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων.
Verse: 4    
καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου παραλυτικὸς κατέκειτο.
Verse: 5    
καὶ ἰδὼν ᾽Ιησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀϕίενταί σου αἱ ἁμαρτίαι.
Verse: 6    
ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καϑήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,
Verse: 7    
Τί οὗτος οὕτως λαλεῖ; βλασϕημεῖ· τίς δύναται ἀϕιέναι ἁμαρτίας εἰ μὴ εἷς ϑεός;
Verse: 8    
καὶ εὐϑὺς ἐπιγνοὺς ᾽Ιησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς, Τί ταῦτα διαλογίζεσϑε ἐν ταῖς καρδίαις ὑμῶν;
Verse: 9    
τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ᾽Αϕίενταί σου αἱ ἁμαρτίαι, εἰπεῖν, ῎Εγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει;
Verse: 10    
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνϑρώπου ἀϕιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς λέγει τῷ παραλυτικῷ,
Verse: 11    
Σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
Verse: 12    
καὶ ἠγέρϑη καὶ εὐϑὺς ἄρας τὸν κράβαττον ἐξῆλϑεν ἔμπροσϑεν πάντων, ὥστε ἐξίστασϑαι πάντας καὶ δοξάζειν τὸν ϑεὸν λέγοντας ὅτι Οὕτως οὐδέποτε εἴδομεν.
Verse: 13    
Καὶ ἐξῆλϑεν πάλιν παρὰ τὴν ϑάλασσαν· καὶ πᾶς ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
Verse: 14    
καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ ῾Αλϕαίου καϑήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, ᾽Ακολούϑει μοι. καὶ ἀναστὰς ἠκολούϑησεν αὐτῷ.
Verse: 15    
Καὶ γίνεται κατακεῖσϑαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ ᾽Ιησοῦ καὶ τοῖς μαϑηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί. καὶ ἠκολούϑουν αὐτῷ
Verse: 16    
καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων, καὶ ἰδόντες ὅτι ἐσϑίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαϑηταῖς αὐτοῦ, ῞Οτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσϑίει;
Verse: 17    
καὶ ἀκούσας ᾽Ιησοῦς λέγει αὐτοῖς [ὅτι] Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες· οὐκ ἦλϑον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς.
Verse: 18    
Καὶ ἦσαν οἱ μαϑηταὶ ᾽Ιωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαϑηταὶ ᾽Ιωάννου καὶ οἱ μαϑηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαϑηταὶ οὐ νηστεύουσιν;
Verse: 19    
καὶ εἶπεν αὐτοῖς ᾽Ιησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμϕῶνος ἐν νυμϕίος μετ' αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμϕίον μετ' αὐτῶν οὐ δύνανται νηστεύειν·
Verse: 20    
ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρϑῇ ἀπ' αὐτῶν νυμϕίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
Verse: 21    
οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάϕου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ἀπ' αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
Verse: 22    
καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή, ῥήξει οἶνος τοὺς ἀσκούς, καὶ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς.
Verse: 23    
Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσϑαι διὰ τῶν σπορίμων, καὶ οἱ μαϑηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
Verse: 24    
καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, ῎Ιδε τί ποιοῦσιν τοῖς σάββασιν οὐκ ἔξεστιν;
Verse: 25    
καὶ λέγει αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ;
Verse: 26    
πῶς εἰσῆλϑεν εἰς τὸν οἶκον τοῦ ϑεοῦ ἐπὶ ᾽Αβιαϑὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προϑέσεως ἔϕαγεν, οὓς οὐκ ἔξεστιν ϕαγεῖν εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
Verse: 27    
καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνϑρωπον ἐγένετο καὶ οὐχ ἄνϑρωπος διὰ τὸ σάββατον·
Verse: 28    
ὥστε κύριός ἐστιν υἱὸς τοῦ ἀνϑρώπου καὶ τοῦ σαββάτου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.