TITUS
Novum Testamentum graece
Part No. 7
Previous part

Chapter: 7 
Verse: 1    Μὴ κρίνετε, ἵνα μὴ κριϑῆτε·
Verse: 2    
ἐν γὰρ κρίματι κρίνετε κριϑήσεσϑε, καὶ ἐν μέτρῳ μετρεῖτε μετρηϑήσεται ὑμῖν.
Verse: 3    
τί δὲ βλέπεις τὸ κάρϕος τὸ ἐν τῷ ὀϕϑαλμῷ τοῦ ἀδελϕοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀϕϑαλμῷ δοκὸν οὐ κατανοεῖς;
Verse: 4    
πῶς ἐρεῖς τῷ ἀδελϕῷ σου, ῎Αϕες ἐκβάλω τὸ κάρϕος ἐκ τοῦ ὀϕϑαλμοῦ σου, καὶ ἰδοὺ δοκὸς ἐν τῷ ὀϕϑαλμῷ σοῦ;
Verse: 5    
ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀϕϑαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρϕος ἐκ τοῦ ὀϕϑαλμοῦ τοῦ ἀδελϕοῦ σου.
Verse: 6    
Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσϑεν τῶν χοίρων, μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραϕέντες ῥήξωσιν ὑμᾶς.
Verse: 7    
Αἰτεῖτε, καὶ δοϑήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
Verse: 8    
πᾶς γὰρ αἰτῶν λαμβάνει καὶ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται.
Verse: 9    
τίς ἐστιν ἐξ ὑμῶν ἄνϑρωπος, ὃν αἰτήσει υἱὸς αὐτοῦ ἄρτον μὴ λίϑον ἐπιδώσει αὐτῷ;
Verse: 10    
καὶ ἰχϑὺν αἰτήσει μὴ ὄϕιν ἐπιδώσει αὐτῷ;
Verse: 11    
εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαϑὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς δώσει ἀγαϑὰ τοῖς αἰτοῦσιν αὐτόν.
Verse: 12    
Πάντα οὖν ὅσα ἐὰν ϑέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνϑρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν νόμος καὶ οἱ προϕῆται.
Verse: 13    
Εἰσέλϑατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα πύλη καὶ εὐρύχωρος ὁδὸς ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς·
Verse: 14    
τί στενὴ πύλη καὶ τεϑλιμμένη ὁδὸς ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
Verse: 15    
Προσέχετε ἀπὸ τῶν ψευδοπροϕητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωϑεν δέ εἰσιν λύκοι ἅρπαγες.
Verse: 16    
ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσϑε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανϑῶν σταϕυλὰς ἀπὸ τριβόλων σῦκα;
Verse: 17    
οὕτως πᾶν δένδρον ἀγαϑὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ·
Verse: 18    
οὐ δύναται δένδρον ἀγαϑὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
Verse: 19    
πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Verse: 20    
ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσϑε αὐτούς.
Verse: 21    
Οὐ πᾶς λέγων μοι, Κύριε κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ποιῶν τὸ ϑέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
Verse: 22    
πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροϕητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
Verse: 23    
καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
Verse: 24    
Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς ὁμοιωϑήσεται ἀνδρὶ ϕρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν.
Verse: 25    
καὶ κατέβη βροχὴ καὶ ἦλϑον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεϑεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
Verse: 26    
καὶ πᾶς ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωϑήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον.
Verse: 27    
καὶ κατέβη βροχὴ καὶ ἦλϑον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν πτῶσις αὐτῆς μεγάλη.
Verse: 28    
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ᾽Ιησοῦς τοὺς λόγους τούτους ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·
Verse: 29    
ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.