TITUS
Novum Testamentum graece
Part No. 24
Previous part

Chapter: 24 
Verse: 1    Καὶ ἐξελϑὼν ᾽Ιησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλϑον οἱ μαϑηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ·
Verse: 2    
δὲ ἀποκριϑεὶς εἶπεν αὐτοῖς, Οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀϕεϑῇ ὧδε λίϑος ἐπὶ λίϑον ὃς οὐ καταλυϑήσεται.
Verse: 3    
Καϑημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ῎Ορους τῶν ᾽Ελαιῶν προσῆλϑον αὐτῷ οἱ μαϑηταὶ κατ' ἰδίαν λέγοντες, Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος.
Verse: 4    
καὶ ἀποκριϑεὶς ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
Verse: 5    
πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ᾽Εγώ εἰμι Χριστός, καὶ πολλοὺς πλανήσουσιν.
Verse: 6    
μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ ϑροεῖσϑε· δεῖ γὰρ γενέσϑαι, ἀλλ' οὔπω ἐστὶν τὸ τέλος.
Verse: 7    
ἐγερϑήσεται γὰρ ἔϑνος ἐπὶ ἔϑνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
Verse: 8    
πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
Verse: 9    
τότε παραδώσουσιν ὑμᾶς εἰς ϑλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσϑε μισούμενοι ὑπὸ πάντων τῶν ἐϑνῶν διὰ τὸ ὄνομά μου.
Verse: 10    
καὶ τότε σκανδαλισϑήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·
Verse: 11    
καὶ πολλοὶ ψευδοπροϕῆται ἐγερϑήσονται καὶ πλανήσουσιν πολλούς·
Verse: 12    
καὶ διὰ τὸ πληϑυνϑῆναι τὴν ἀνομίαν ψυγήσεται ἀγάπη τῶν πολλῶν.
Verse: 13    
δὲ ὑπομείνας εἰς τέλος οὗτος σωϑήσεται.
Verse: 14    
καὶ κηρυχϑήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔϑνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
Verse: 15    
῞Οταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεωστὸ ῥηϑὲν διὰ Δανιὴλ τοῦ προϕήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ἀναγινώσκων νοείτω,
Verse: 16    
τότε οἱ ἐν τῇ ᾽Ιουδαίᾳ ϕευγέτωσαν εἰς τὰ ὄρη,
Verse: 17    
ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
Verse: 18    
καὶ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
Verse: 19    
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς ϑηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
Verse: 20    
προσεύχεσϑε δὲ ἵνα μὴ γένηται ϕυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ·
Verse: 21    
ἔσται γὰρ τότε ϑλῖψισμεγάλη οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ' οὐ μὴ γένηται.
Verse: 22    
καὶ εἰ μὴ ἐκολοβώϑησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώϑη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωϑήσονται αἱ ἡμέραι ἐκεῖναι.
Verse: 23    
τότε ἐάν τις ὑμῖν εἴπῃ, ᾽Ιδοὺ ὧδε Χριστός, , ῟Ωδε, μὴ πιστεύσητε·
Verse: 24    
ἐγερϑήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροϕῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς·
Verse: 25    
ἰδοὺ προείρηκα ὑμῖν.
Verse: 26    
ἐὰν οὖν εἴπωσιν ὑμῖν, ᾽Ιδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλϑητε· ᾽Ιδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
Verse: 27    
ὥσπερ γὰρ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ ϕαίνεται ἕως δυσμῶν, οὕτως ἔσται παρουσία τοῦ υἱοῦ τοῦ ἀνϑρώπου.
Verse: 28    
ὅπου ἐὰν τὸ πτῶμα, ἐκεῖ συναχϑήσονται οἱ ἀετοί.
Verse: 29    
Εὐϑέως δὲ μετὰ τὴν ϑλῖψιν τῶν ἡμερῶν ἐκείνων, ἥλιος σκοτισϑήσεται, καὶ σελήνη οὐ δώσει τὸ ϕέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευϑήσονται.
Verse: 30    
καὶ τότε ϕανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνϑρώπου ἐν οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ ϕυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνϑρώπου ἐρχόμενον ἐπὶ τῶν νεϕελῶν τοῦ οὐρανοῦμετὰ δυνάμεως καὶ δόξης πολλῆς·
Verse: 31    
καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
Verse: 32    
᾽Απὸ δὲ τῆς συκῆς μάϑετε τὴν παραβολήν· ὅταν ἤδη κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ ϕύλλα ἐκϕύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ ϑέρος·
Verse: 33    
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ ϑύραις.
Verse: 34    
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλϑῃ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
Verse: 35    
οὐρανὸς καὶ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλϑωσιν.
Verse: 36    
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ υἱός, εἰ μὴ πατὴρ μόνος.
Verse: 37    
ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται παρουσία τοῦ υἱοῦ τοῦ ἀνϑρώπου.
Verse: 38    
ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλϑεν Νῶε εἰς τὴν κιβωτόν,
Verse: 39    
καὶ οὐκ ἔγνωσαν ἕως ἦλϑεν κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται [καὶ] παρουσία τοῦ υἱοῦ τοῦ ἀνϑρώπου.
Verse: 40    
τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀϕίεται·
Verse: 41    
δύο ἀλήϑουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀϕίεται.
Verse: 42    
γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ κύριος ὑμῶν ἔρχεται.
Verse: 43    
ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ ϕυλακῇ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχϑῆναι τὴν οἰκίαν αὐτοῦ.
Verse: 44    
διὰ τοῦτο καὶ ὑμεῖς γίνεσϑε ἕτοιμοι, ὅτι οὐ δοκεῖτε ὥρᾳ υἱὸς τοῦ ἀνϑρώπου ἔρχεται.
Verse: 45    
Τίς ἄρα ἐστὶν πιστὸς δοῦλος καὶ ϕρόνιμος ὃν κατέστησεν κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροϕὴν ἐν καιρῷ;
Verse: 46    
μακάριος δοῦλος ἐκεῖνος ὃν ἐλϑὼν κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα·
Verse: 47    
ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Verse: 48    
ἐὰν δὲ εἴπῃ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει μου κύριος,
Verse: 49    
καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσϑίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεϑυόντων,
Verse: 50    
ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ οὐ γινώσκει,
Verse: 51    
καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν ϑήσει· ἐκεῖ ἔσται κλαυϑμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.