TITUS
Novum Testamentum graece
Part No. 25
Previous part

Chapter: 25 
Verse: 1    Τότε ὁμοιωϑήσεται βασιλεία τῶν οὐρανῶν δέκα παρϑένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλϑον εἰς ὑπάντησιν τοῦ νυμϕίου.
Verse: 2    
πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε ϕρόνιμοι.
Verse: 3    
αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεϑ' ἑαυτῶν ἔλαιον·
Verse: 4    
αἱ δὲ ϕρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν.
Verse: 5    
χρονίζοντος δὲ τοῦ νυμϕίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάϑευδον.
Verse: 6    
μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, ᾽Ιδοὺ νυμϕίος, ἐξέρχεσϑε εἰς ἀπάντησιν αὐτοῦ.
Verse: 7    
τότε ἠγέρϑησαν πᾶσαι αἱ παρϑένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν.
Verse: 8    
αἱ δὲ μωραὶ ταῖς ϕρονίμοις εἶπαν, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
Verse: 9    
ἀπεκρίϑησαν δὲ αἱ ϕρόνιμοι λέγουσαι, Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσϑε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
Verse: 10    
ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλϑεν νυμϕίος, καὶ αἱ ἕτοιμοι εἰσῆλϑον μετ' αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσϑη ϑύρα.
Verse: 11    
ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρϑένοι λέγουσαι, Κύριε κύριε, ἄνοιξον ἡμῖν.
Verse: 12    
δὲ ἀποκριϑεὶς εἶπεν, ᾽Αμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
Verse: 13    
Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.
Verse: 14    
῞Ωσπερ γὰρ ἄνϑρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,
Verse: 15    
καὶ μὲν ἔδωκεν πέντε τάλαντα, δὲ δύο, δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐϑέως
Verse: 16    
πορευϑεὶς τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε·
Verse: 17    
ὡσαύτως τὰ δύο ἐκέρδησεν ἄλλα δύο.
Verse: 18    
δὲ τὸ ἓν λαβὼν ἀπελϑὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
Verse: 19    
μετὰ δὲ πολὺν χρόνον ἔρχεται κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ' αὐτῶν.
Verse: 20    
καὶ προσελϑὼν τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα.
Verse: 21    
ἔϕη αὐτῷ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαϑὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελϑε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
Verse: 22    
προσελϑὼν δὲ καὶ τὰ δύο τάλαντα εἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα.
Verse: 23    
ἔϕη αὐτῷ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαϑὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελϑε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
Verse: 24    
προσελϑὼν δὲ καὶ τὸ ἓν τάλαντον εἰληϕὼς εἶπεν, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνϑρωπος, ϑερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅϑεν οὐ διεσκόρπισας·
Verse: 25    
καὶ ϕοβηϑεὶς ἀπελϑὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
Verse: 26    
ἀποκριϑεὶς δὲ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι ϑερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅϑεν οὐ διεσκόρπισα;
Verse: 27    
ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλϑὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
Verse: 28    
ἄρατε οὖν ἀπ' αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·
Verse: 29    
τῷ γὰρ ἔχοντι παντὶ δοϑήσεται καὶ περισσευϑήσεται· τοῦ δὲ μὴ ἔχοντος καὶ ἔχει ἀρϑήσεται ἀπ' αὐτοῦ.
Verse: 30    
καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυϑμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
Verse: 31    
῞Οταν δὲ ἔλϑῃ υἱὸς τοῦ ἀνϑρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, τότε καϑίσει ἐπὶ ϑρόνου δόξης αὐτοῦ·
Verse: 32    
καὶ συναχϑήσονται ἔμπροσϑεν αὐτοῦ πάντα τὰ ἔϑνη, καὶ ἀϕορίσει αὐτοὺς ἀπ' ἀλλήλων, ὥσπερ ποιμὴν ἀϕορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίϕων,
Verse: 33    
καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίϕια ἐξ εὐωνύμων.
Verse: 34    
τότε ἐρεῖ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·
Verse: 35    
ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι ϕαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,
Verse: 36    
γυμνὸς καὶ περιεβάλετέ με, ἠσϑένησα καὶ ἐπεσκέψασϑέ με, ἐν ϕυλακῇ ἤμην καὶ ἤλϑατε πρός με.
Verse: 37    
τότε ἀποκριϑήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες, Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐϑρέψαμεν, διψῶντα καὶ ἐποτίσαμεν;
Verse: 38    
πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, γυμνὸν καὶ περιεβάλομεν;
Verse: 39    
πότε δέ σε εἴδομεν ἀσϑενοῦντα ἐν ϕυλακῇ καὶ ἤλϑομεν πρός σε;
Verse: 40    
καὶ ἀποκριϑεὶς βασιλεὺς ἐρεῖ αὐτοῖς, ᾽Αμὴν λέγω ὑμῖν, ἐϕ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελϕῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
Verse: 41    
Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσϑε ἀπ' ἐμοῦ [οἱ] κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·
Verse: 42    
ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι ϕαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,
Verse: 43    
ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσϑενὴς καὶ ἐν ϕυλακῇ καὶ οὐκ ἐπεσκέψασϑέ με.
Verse: 44    
τότε ἀποκριϑήσονται καὶ αὐτοὶ λέγοντες, Κύριε, πότε σε εἴδομεν πεινῶντα διψῶντα ξένον γυμνὸν ἀσϑενῆ ἐν ϕυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;
Verse: 45    
τότε ἀποκριϑήσεται αὐτοῖς λέγων, ᾽Αμὴν λέγω ὑμῖν, ἐϕ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.
Verse: 46    
καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.