TITUS
Novum Testamentum graece
Part No. 51
Previous part

Chapter: 7 
Verse: 1    ᾽Επειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καϕαρναούμ.
Verse: 2    
῾Εκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
Verse: 3    
ἀκούσας δὲ περὶ τοῦ ᾽Ιησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν ᾽Ιουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
Verse: 4    
οἱ δὲ παραγενόμενοι πρὸς τὸν ᾽Ιησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ῎Αξιός ἐστιν παρέξῃ τοῦτο,
Verse: 5    
ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
Verse: 6    
δὲ ᾽Ιησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν ϕίλους ἑκατοντάρχης λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
Verse: 7    
διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω παῖς μου.
Verse: 8    
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ῎Ερχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.
Verse: 9    
ἀκούσας δὲ ταῦτα ᾽Ιησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραϕεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ ᾽Ισραὴλ τοσαύτην πίστιν εὗρον.
Verse: 10    
καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμϕθέντες εὗρον τὸν δοῦλον ὑγιαίνοντα.
Verse: 11    
Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναίν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς.
Verse: 12    
ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
Verse: 13    
καὶ ἰδὼν αὐτὴν κύριος ἐσπλαγχνίσθη ἐπ' αὐτῇ καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε.
Verse: 14    
καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
Verse: 15    
καὶ ἀνεκάθισεν νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
Verse: 16    
ἔλαβεν δὲ ϕόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προϕήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι ᾽Επεσκέψατο θεὸς τὸν λαὸν αὐτοῦ.
Verse: 17    
καὶ ἐξῆλθεν λόγος οὗτος ἐν ὅλῃ τῇ ᾽Ιουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ.
Verse: 18    
Καὶ ἀπήγγειλαν ᾽Ιωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ᾽Ιωάννης
Verse: 19    
ἔπεμψεν πρὸς τὸν κύριον λέγων, Σὺ εἶ ἐρχόμενος ἄλλον προσδοκῶμεν;
Verse: 20    
παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν, ᾽Ιωάννης βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων, Σὺ εἶ ἐρχόμενος ἄλλον προσδοκῶμεν;
Verse: 21    
ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυϕλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν.
Verse: 22    
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε ᾽Ιωάννῃ εἴδετε καὶ ἠκούσατε· τυϕλοὶ ἀναβλέπουσιν,χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωϕοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
Verse: 23    
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
Verse: 24    
᾽Απελθόντων δὲ τῶν ἀγγέλων ᾽Ιωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ᾽Ιωάννου, Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
Verse: 25    
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμϕιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυϕῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
Verse: 26    
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προϕήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προϕήτου.
Verse: 27    
οὗτός ἐστιν περὶ οὗ γέγραπται, ᾽Ιδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
Verse: 28    
λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ᾽Ιωάννου οὐδείς ἐστιν· δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. [
Verse: 29    
Καὶ πᾶς λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα ᾽Ιωάννου·
Verse: 30    
οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ' αὐτοῦ.]
Verse: 31    
Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
Verse: 32    
ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσϕωνοῦσιν ἀλλήλοις, λέγει, Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε.
Verse: 33    
ἐλήλυθεν γὰρ ᾽Ιωάννης βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε, Δαιμόνιον ἔχει·
Verse: 34    
ἐλήλυθεν υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, ᾽Ιδοὺ ἄνθρωπος ϕάγος καὶ οἰνοπότης, ϕίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
Verse: 35    
καὶ ἐδικαιώθη σοϕία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς.
Verse: 36    
᾽Ηρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα ϕάγῃ μετ' αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη.
Verse: 37    
καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
Verse: 38    
καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεϕαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεϕίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειϕεν τῷ μύρῳ.
Verse: 39    
ἰδὼν δὲ Φαρισαῖος καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος εἰ ἦν προϕήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
Verse: 40    
καὶ ἀποκριθεὶς ᾽Ιησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. δέ, Διδάσκαλε, εἰπέ, ϕησίν.
Verse: 41    
δύο χρεοϕειλέται ἦσαν δανειστῇ τινι· εἷς ὤϕειλεν δηνάρια πεντακόσια, δὲ ἕτερος πεντήκοντα.
Verse: 42    
μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμϕοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν;
Verse: 43    
ἀποκριθεὶς Σίμων εἶπεν, ῾Υπολαμβάνω ὅτι τὸ πλεῖον ἐχαρίσατο. δὲ εἶπεν αὐτῷ, ᾽Ορθῶς ἔκρινας.
Verse: 44    
καὶ στραϕεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔϕη, Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν.
Verse: 45    
ϕίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀϕ' ἧς εἰσῆλθον οὐ διέλιπεν καταϕιλοῦσά μου τοὺς πόδας.
Verse: 46    
ἐλαίῳ τὴν κεϕαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου.
Verse: 47    
οὗ χάριν, λέγω σοι, ἀϕέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· δὲ ὀλίγον ἀϕίεται, ὀλίγον ἀγαπᾷ.
Verse: 48    
εἶπεν δὲ αὐτῇ, ᾽Αϕέωνταί σου αἱ ἁμαρτίαι.
Verse: 49    
καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀϕίησιν;
Verse: 50    
εἶπεν δὲ πρὸς τὴν γυναῖκα, ῾Η πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.