TITUS
Novum Testamentum graece
Part No. 52
Previous part

Chapter: 8 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
Verse: 2    
καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία καλουμένη Μαγδαληνή, ἀϕ' ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
Verse: 3    
καὶ ᾽Ιωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου ῾Ηρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
Verse: 4    
Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς,
Verse: 5    
᾽Εξῆλθεν σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέϕαγεν αὐτό.
Verse: 6    
καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ ϕυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
Verse: 7    
καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμϕυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
Verse: 8    
καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ ϕυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐϕώνει. ῾Ο ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Verse: 9    
᾽Επηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς αὕτη εἴη παραβολή.
Verse: 10    
δὲ εἶπεν, ῾Υμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.
Verse: 11    
῎Εστιν δὲ αὕτη παραβολή· ῾Ο σπόρος ἐστὶν λόγος τοῦ θεοῦ.
Verse: 12    
οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
Verse: 13    
οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀϕίστανται.
Verse: 14    
τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσϕοροῦσιν.
Verse: 15    
τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποϕοροῦσιν ἐν ὑπομονῇ.
Verse: 16    
Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ὑποκάτω κλίνης τίθησιν, ἀλλ' ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ ϕῶς.
Verse: 17    
οὐ γάρ ἐστιν κρυπτὸν οὐ ϕανερὸν γενήσεται, οὐδὲ ἀπόκρυϕον οὐ μὴ γνωσθῇ καὶ εἰς ϕανερὸν ἔλθῃ.
Verse: 18    
βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ.
Verse: 19    
Παρεγένετο δὲ πρὸς αὐτὸν μήτηρ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
Verse: 20    
ἀπηγγέλη δὲ αὐτῷ, ῾Η μήτηρ σου καὶ οἱ ἀδελϕοί σου ἑστήκασιν ἔξω ἰδεῖν θέλοντές σε.
Verse: 21    
δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελϕοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες.
Verse: 22    
᾽Εγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν.
Verse: 23    
πλεόντων δὲ αὐτῶν ἀϕύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
Verse: 24    
προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες, ᾽Επιστάτα ἐπιστάτα, ἀπολλύμεθα. δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
Verse: 25    
εἶπεν δὲ αὐτοῖς, Ποῦ πίστις ὑμῶν; ϕοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
Verse: 26    
Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.
Verse: 27    
ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια· καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ' ἐν τοῖς μνήμασιν.
Verse: 28    
ἰδὼν δὲ τὸν ᾽Ιησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ ϕωνῇ μεγάλῃ εἶπεν, Τί ἐμοὶ καὶ σοί, ᾽Ιησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς.
Verse: 29    
παρήγγειλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις ϕυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
Verse: 30    
ἐπηρώτησεν δὲ αὐτὸν ᾽Ιησοῦς, Τί σοι ὄνομά ἐστιν; δὲ εἶπεν, Λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
Verse: 31    
καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
Verse: 32    
῏Ην δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.
Verse: 33    
ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
Verse: 34    
ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἔϕυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
Verse: 35    
ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν ᾽Ιησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀϕ' οὗ τὰ δαιμόνια ἐξῆλθεν ἱματισμένον καὶ σωϕρονοῦντα παρὰ τοὺς πόδας τοῦ ᾽Ιησοῦ, καὶ ἐϕοβήθησαν.
Verse: 36    
ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη δαιμονισθείς.
Verse: 37    
καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γεργεσηνῶν ἀπελθεῖν ἀπ' αὐτῶν, ὅτι ϕόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν.
Verse: 38    
ἐδεῖτο δὲ αὐτοῦ ἀνὴρ ἀϕ' οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν λέγων,
Verse: 39    
῾Υπόστρεϕε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι ἐποίησεν θεός. καὶ ἀπῆλθεν καθ' ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ᾽Ιησοῦς.
Verse: 40    
᾽Εν δὲ τῷ ὑποστρέϕειν τὸν ᾽Ιησοῦν ἀπεδέξατο αὐτὸν ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
Verse: 41    
καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ὄνομα ᾽Ιάϊρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾽Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
Verse: 42    
ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. ᾽Εν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
Verse: 43    
καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις [ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον] οὐκ ἴσχυσεν ἀπ' οὐδενὸς θεραπευθῆναι,
Verse: 44    
προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ῥύσις τοῦ αἵματος αὐτῆς.
Verse: 45    
καὶ εἶπεν ᾽Ιησοῦς, Τίς ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν Πέτρος, ᾽Επιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν.
Verse: 46    
δὲ ᾽Ιησοῦς εἶπεν, ῞Ηψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ' ἐμοῦ.
Verse: 47    
ἰδοῦσα δὲ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι' ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα.
Verse: 48    
δὲ εἶπεν αὐτῇ, Θυγάτηρ, πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
Verse: 49    
῎Ετι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι Τέθνηκεν θυγάτηρ σου, μηκέτι σκύλλε τὸν διδάσκαλον.
Verse: 50    
δὲ ᾽Ιησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, Μὴ ϕοβοῦ, μόνον πίστευσον, καὶ σωθήσεται.
Verse: 51    
ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀϕῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ ᾽Ιωάννην καὶ ᾽Ιάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
Verse: 52    
ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. δὲ εἶπεν, Μὴ κλαίετε, οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει.
Verse: 53    
καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
Verse: 54    
αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐϕώνησεν λέγων, ῾Η παῖς, ἔγειρε.
Verse: 55    
καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι ϕαγεῖν.
Verse: 56    
καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.