TITUS
Homer, Odyssee
Part No. 4
Previous part

Chapter: 4    
ΟΔΥΣΣΕΙΑΣ Δ


Verse: 1       Οἱ δ' ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
Verse: 2    
πρὸς δ' ἄρα δώματ' ἔλων Μενελάου κυδαλίμοιο.
Verse: 3    
τὸν δ' εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
Verse: 4    
υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ἐνὶ οἴκῳ.
Verse: 5    
τὴν μὲν ᾽Αχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
Verse: 6    
ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
Verse: 7    
δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
Verse: 8    
τὴν ἄρ' γ' ἔνθ' ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
Verse: 9    
Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
Verse: 10    
υἱέι δὲ Σπάρτηθεν ᾽Αλέκτορος ἤγετο κούρην,
Verse: 11    
ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
Verse: 12    
ἐκ δούλης: ῾Ελένῃ δὲ θεοὶ γόνον οὐκέτ' ἔϕαινον,
Verse: 13    
ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ' ἐρατεινήν,
Verse: 14    
῾Ερμιόνην, εἶδος ἔχε χρυσῆς ᾽Αϕροδίτης.

Verse: 15       
ὣς οἱ μὲν δαίνυντο καθ' ὑψερεϕὲς μέγα δῶμα
Verse: 16    
γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
Verse: 17    
τερπόμενοι· μετὰ δέ σϕιν ἐμέλπετο θεῖος ἀοιδὸς
Verse: 18    
ϕορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτούς,
Verse: 19    
μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.

Verse: 20       
τὼ δ' αὖτ' ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
Verse: 21    
Τηλέμαχός θ' ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
Verse: 22    
στῆσαν. δὲ προμολὼν ἴδετο κρείων ᾽Ετεωνεύς,
Verse: 23    
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο·
Verse: 24    
βῆ δ' ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
Verse: 25    
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

Verse: 26       
"ξείνω δή τινε τώδε, Διοτρεϕὲς Μενέλαε,
Verse: 27    
ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
Verse: 28    
ἀλλ' εἴπ' σϕωιν καταλύσομεν ὠκέας ἵππους,
Verse: 29    
ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε ϕιλήσῃ."

Verse: 30       
τὸν δὲ μέγ' ὀχθήσας προσέϕη ξανθὸς Μενέλαος:

Verse: 31       
"οὐ μὲν νήπιος ἦσθα, Βοηθοίδη ᾽Ετεωνεῦ,
Verse: 32    
τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάις ὣς νήπια βάζεις.
Verse: 33    
μὲν δὴ νῶι ξεινήια πολλὰ ϕαγόντε
Verse: 34    
ἄλλων ἀνθρώπων δεῦρ' ἱκόμεθ', αἴ κέ ποθι Ζεὺς
Verse: 35    
ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύ' ἵππους
Verse: 36    
ξείνων, ἐς δ' αὐτοὺς προτέρω ἄγε θοινηθῆναι."

Verse: 37       
ὣς ϕάθ', δὲ μεγάροιο διέσσυτο, κέκλετο δ' ἄλλους
Verse: 38    
ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
Verse: 39    
οἱ δ' ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
Verse: 40    
καὶ τοὺς μὲν κατέδησαν ἐϕ' ἱππείῃσι κάπῃσι,
Verse: 41    
πὰρ δ' ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
Verse: 42    
ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμϕανόωντα,
Verse: 43    
αὐτοὺς δ' εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
Verse: 44    
θαύμαζον κατὰ δῶμα Διοτρεϕέος βασιλῆος:
Verse: 45    
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
Verse: 46    
δῶμα καθ' ὑψερεϕὲς Μενελάου κυδαλίμοιο.
Verse: 47    
αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀϕθαλμοῖσιν,
Verse: 48    
ἔς ' ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
Verse: 49    
τοὺς δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
Verse: 50    
ἀμϕὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
Verse: 51    
ἔς ῥα θρόνους ἕζοντο παρ' ᾽Ατρείδην Μενέλαον.
Verse: 52    
χέρνιβα δ' ἀμϕίπολος προχόῳ ἐπέχευε ϕέρουσα
Verse: 53    
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
Verse: 54    
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
Verse: 55    
σῖτον δ' αἰδοίη ταμίη παρέθηκε ϕέρουσα,
Verse: 56    
εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων.
Verse: 57    
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
Verse: 58    
παντοίων, παρὰ δέ σϕι τίθει χρύσεια κύπελλα.
Verse: 59    
τὼ καὶ δεικνύμενος προσέϕη ξανθὸς Μενέλαος:

Verse: 60       
"σίτου θ' ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
Verse: 61    
δείπνου πασσαμένω εἰρησόμεθ' οἵ τινές ἐστον
Verse: 62    
ἀνδρῶν· οὐ γὰρ σϕῳ῍ν γε γένος ἀπόλωλε τοκήων,
Verse: 63    
ἀλλ' ἀνδρῶν γένος ἐστὲ Διοτρεϕέων βασιλήων
Verse: 64    
σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν."

Verse: 65       
ὣς ϕάτο, καί σϕιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
Verse: 66    
ὄπτ' ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
Verse: 67    
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Verse: 68    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 69    
δὴ τότε Τηλέμαχος προσεϕώνεε Νέστορος υἱόν,
Verse: 70    
ἄγχι σχὼν κεϕαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι·

Verse: 71       
"ϕράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
Verse: 72    
χαλκοῦ τε στεροπὴν κατὰ δώματα ἠχήεντα
Verse: 73    
χρυσοῦ τ' ἠλέκτρου τε καὶ ἀργύρου ἠδ' ἐλέϕαντος.
Verse: 74    
Ζηνός που τοιῆδέ γ' ᾽Ολυμπίου ἔνδοθεν αὐλή,
Verse: 75    
ὅσσα τάδ' ἄσπετα πολλά· σέβας μ' ἔχει εἰσορόωντα."

Verse: 76       
τοῦ δ' ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
Verse: 77    
καί σϕεας ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·

Verse: 78       
"τέκνα ϕίλ', ἤτοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
Verse: 79    
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ' ἔασιν·
Verse: 80    
ἀνδρῶν δ' κέν τίς μοι ἐρίσσεται ἠὲ καὶ οὐκί
Verse: 81    
κτήμασιν. γὰρ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς
Verse: 82    
ἠγαγόμην ἐν νηυσὶ, καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
Verse: 83    
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
Verse: 84    
Αἰθίοπάς θ' ἱκόμην καὶ Σιδονίους καὶ ᾽Ερεμβοὺς
Verse: 85    
καὶ Λιβύην, ἵνα τ' ἄρνες ἄϕαρ κεραοὶ τελέθουσι.
Verse: 86    
τρὶς γὰρ τίκτει μῆλα τελεσϕόρον εἰς ἐνιαυτόν.
Verse: 87    
ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτέ τι ποιμὴν
Verse: 88    
τυροῦ καὶ κρειῶν, οὐδὲ γλυκεροῖο γάλακτος,
Verse: 89    
ἀλλ' αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
Verse: 90    
εἷος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον ξυναγείρων
Verse: 91    
ἠλώμην, τείως μοι ἀδελϕεὸν ἄλλος ἔπεϕνε
Verse: 92    
λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
Verse: 93    
ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
Verse: 94    
καὶ πατέρων τάδε μέλλετ' ἀκουέμεν, οἵ τινες ὔμμιν
Verse: 95    
εἰσίν, ήἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
Verse: 96    
εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
Verse: 97    
ὧν ὄϕελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
Verse: 98    
ναίειν, οἱ δ' ἄνδρες σόοι ἔμμεναι, οἳ τότ' ὄλοντο
Verse: 99    
Τροίῃ ἐν εὐρείῃ, ἑκὰς ῎Αργεος ἱπποβότοιο.
Verse: 100    
ἀλλ' ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
Verse: 101    
πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
Verse: 102    
ἄλλοτε μέν τε γόῳ ϕρένα τέρπομαι, ἄλλοτε δ' αὖτε
Verse: 103    
παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
Verse: 104    
τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
Verse: 105    
ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
Verse: 106    
μνωομένῳ, ἐπεὶ οὔ τις ᾽Αχαιῶν τόσσ' ἐμόγησεν
Verse: 107    
ὅσσ' ᾽Οδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δ' ἄρ' ἔμελλεν
Verse: 108    
αὐτῷ κήδε' ἔσεσθαι, ἐμοὶ δ' ἄχος αἰὲν ἄλαστον
Verse: 109    
κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
Verse: 110    
ζώει γ' τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
Verse: 111    
Λαέρτης θ' γέρων καὶ ἐχέϕρων Πηνελόπεια
Verse: 112    
Τηλέμαχός θ', ὃν ἔλειπε νέον γεγαῶτ' ἐνὶ οἴκῳ."

Verse: 113       
ὣς ϕάτο, τῷ δ' ἄρα πατρὸς ὑϕ' ἵμερον ὦρσε γόοιο·
Verse: 114    
δάκρυ δ' ἀπὸ βλεϕάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
Verse: 115    
χλαῖναν πορϕυρέην ἄντ' ὀϕθαλμοῖιν ἀνασχὼν
Verse: 116    
ἀμϕοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
Verse: 117    
μερμήριξε δ' ἔπειτα κατὰ ϕρένα καὶ κατὰ θυμόν,
Verse: 118    
ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι,
Verse: 119    
πρῶτ' ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.

Verse: 120       
εἷος ταῦθ' ὥρμαινε κατὰ ϕρένα καὶ κατὰ θυμόν,
Verse: 121    
ἐκ δ' ῾Ελένη θαλάμοιο θυώδεος ὑψορόϕοιο
Verse: 122    
ἤλυθεν, ᾽Αρτέμιδι χρυσηλακάτῳ εἰκυῖα.
Verse: 123    
τῇ δ' ἄρ' ἅμ' ᾽Αδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
Verse: 124    
᾽Αλκίππη δὲ τάπητα ϕέρεν μαλακοῦ ἐρίοιο,
Verse: 125    
Φυλὼ δ' ἀργύρεον τάλαρον ϕέρε, τόν οἱ ἔδωκεν
Verse: 126    
᾽Αλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι' ἐνὶ Θήβῃς
Verse: 127    
Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
Verse: 128    
ὃς Μενελάῳ δῶκε δύ' ἀργυρέας ἀσαμίνθους,
Verse: 129    
δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
Verse: 130    
χωρὶς δ' αὖθ' ῾Ελένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
Verse: 131    
χρυσῆν τ' ἠλακάτην τάλαρόν θ' ὑπόκυκλον ὄπασσεν
Verse: 132    
ἀργύρεον, χρυσῷ δ' ἐπὶ χείλεα κεκράαντο.
Verse: 133    
τόν ῥά οἱ ἀμϕίπολος Φυλὼ παρέθηκε ϕέρουσα
Verse: 134    
νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπ' αὐτῷ
Verse: 135    
ἠλακάτη τετάνυστο ἰοδνεϕὲς εἶρος ἔχουσα.
Verse: 136    
ἕζετο δ' ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
Verse: 137    
αὐτίκα δ' γ' ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·

Verse: 138       
"ἴδμεν δή, Μενέλαε Διοτρεϕές, οἵ τινες οἷδε
Verse: 139    
ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
Verse: 140    
ψεύσομαι ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
Verse: 141    
οὐ γάρ πώ τινά ϕημι ἐοικότα ὧδε ἰδέσθαι
Verse: 142    
οὔτ' ἄνδρ' οὔτε γυναῖκα - σέβας μ' ἔχει εἰσορόωσαν -
Verse: 143    
ὡς ὅδ' ᾽Οδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
Verse: 144    
Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτ' ἐνὶ οἴκῳ
Verse: 145    
κεῖνος ἀνήρ, ὅτ' ἐμεῖο κυνώπιδος εἵνεκ' ᾽Αχαιοὶ
Verse: 146    
ἤλθεθ' ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντες."

Verse: 147       
τὴν δ' ἀπαμειβόμενος προσέϕη ξανθὸς Μενέλαος:

Verse: 148       
"οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις:
Verse: 149    
κείνου γὰρ τοιοῖδε πόδες τοιαῖδέ τε χεῖρες
Verse: 150    
ὀϕθαλμῶν τε βολαὶ κεϕαλή τ' ἐϕύπερθέ τε χαῖται.
Verse: 151    
καὶ νῦν ἤτοι ἐγὼ μεμνημένος ἀμϕ' ᾽Οδυσῆι
Verse: 152    
μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
Verse: 153    
ἀμϕ' ἐμοί, αὐτὰρ πυκνὸν ὑπ' ὀϕρύσι δάκρυον εἶβε,
Verse: 154    
χλαῖναν πορϕυρέην ἄντ' ὀϕθαλμοῖιν ἀνασχών."

Verse: 155       
τὸν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·

Verse: 156       
"᾽Ατρείδη Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
Verse: 157    
κείνου μέν τοι ὅδ' υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις:
Verse: 158    
ἀλλὰ σαόϕρων ἐστί, νεμεσσᾶται δ' ἐνὶ θυμῷ
Verse: 159    
ὧδ' ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναϕαίνειν
Verse: 160    
ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ' αὐδῇ.
Verse: 161    
αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
Verse: 162    
τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
Verse: 163    
ὄϕρά οἱ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
Verse: 164    
πολλὰ γὰρ ἄλγε' ἔχει πατρὸς παῖς οἰχομένοιο
Verse: 165    
ἐν μεγάροις, μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
Verse: 166    
ὡς νῦν Τηλεμάχῳ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
Verse: 167    
εἴσ', οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα."

Verse: 168       
τὸν δ' ἀπαμειβόμενος προσέϕη ξανθὸς Μενέλαος:

Verse: 169       
"ὢ πόποι, μάλα δὴ ϕίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
Verse: 170    
ἵκεθ', ὃς εἵνεκ' ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους:
Verse: 171    
καί μιν ἔϕην ἐλθόντα ϕιλησέμεν ἔξοχα πάντων
Verse: 172    
᾽Αργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
Verse: 173    
νηυσὶ θοῇσι γενέσθαι ᾽Ολύμπιος εὐρύοπα Ζεύς.
Verse: 174    
καί κέ οἱ ῎Αργειὴ νάσσα πόλιν καὶ δώματ' ἔτευξα,
Verse: 175    
ἐξ ᾽Ιθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκειὴ
Verse: 176    
καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας
Verse: 177    
αἳ περιναιετάουσιν, ἀνάσσονται δ' ἐμοὶ αὐτῷ.
Verse: 178    
καί κε θάμ' ἐνθάδ' ἐόντες ἐμισγόμεθοὐδέ κεν ἡμέας
Verse: 179    
ἄλλο διέκρινεν ϕιλέοντέ τε τερπομένω τε,
Verse: 180    
πρίν γ' ὅτε δὴ θανάτοιο μέλαν νέϕος ἀμϕεκάλυψεν.
Verse: 181    
ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
Verse: 182    
ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν."

Verse: 183       
ὣς ϕάτο, τοῖσι δὲ πᾶσιν ὑϕ' ἵμερον ὦρσε γόοιο.
Verse: 184    
κλαῖε μὲν ᾽Αργείη ῾Ελένη, Διὸς ἐκγεγαυῖα,
Verse: 185    
κλαῖε δὲ Τηλέμαχός τε καὶ ᾽Ατρείδης Μενέλαος:
Verse: 186    
οὐδ' ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
Verse: 187    
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος ᾽Αντιλόχοιο,
Verse: 188    
τόν ' ᾽Ηοῦς ἔκτεινε ϕαεινῆς ἀγλαὸς υἱός:
Verse: 189    
τοῦ γ' ἐπιμνησθεὶς ἔπεα πτερόεντ' ἀγόρευεν·

Verse: 190       
"᾽Ατρείδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
Verse: 191    
Νέστωρ ϕάσχ' γέρων, ὅτ' ἐπιμνησαίμεθα σεῖο
Verse: 192    
οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν,
Verse: 193    
καὶ νῦν, εἴ τί που ἐστι, πίθοιό μοι· οὐ γὰρ ἔγωγε
Verse: 194    
τέρπομ' ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ᾽Ηὼς
Verse: 195    
ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
Verse: 196    
κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
Verse: 197    
τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσι,
Verse: 198    
κείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν.
Verse: 199    
καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελϕεός, οὔ τι κάκιστος
Verse: 200    
᾽Αργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἔγωγε
Verse: 201    
ἤντησ' οὐδὲ ἴδον· περὶ δ' ἄλλων ϕασὶ γενέσθαι
Verse: 202    
᾽Αντίλοχον, περὶ μὲν θείειν ταχὺν ἠδὲ μαχητήν."

Verse: 203       
τὸν δ' ἀπαμειβόμενος προσέϕη ξανθὸς Μενέλαος:

Verse: 204       
"ὦ ϕίλ', ἐπεὶ τόσα εἶπας ὅσ' ἂν πεπνυμένος ἀνὴρ
Verse: 205    
εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
Verse: 206    
τοίου γὰρ καὶ πατρός, καὶ πεπνυμένα βάζεις.
Verse: 207    
ῥεῖα δ' ἀρίγνωτος γόνος ἀνέρος τε Κρονίων
Verse: 208    
ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
Verse: 209    
ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα,
Verse: 210    
αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
Verse: 211    
υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
Verse: 212    
ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν ὃς πρὶν ἐτύχθη,
Verse: 213    
δόρπου δ' ἐξαῦτις μνησώμεθα, χερσὶ δ' ἐϕ' ὕδωρ
Verse: 214    
χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
Verse: 215    
Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν."

Verse: 216       
ὣς ἔϕατ', ᾽Ασϕαλίων δ' ἄρ' ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
Verse: 217    
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
Verse: 218    
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

Verse: 219       
ἔνθ' αὖτ' ἄλλ' ἐνόησ' ῾Ελένη Διὸς ἐκγεγαυῖα·
Verse: 220    
αὐτίκ' ἄρ' εἰς οἶνον βάλε ϕάρμακον, ἔνθεν ἔπινον,
Verse: 221    
νηπενθές τ' ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
Verse: 222    
ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
Verse: 223    
οὔ κεν ἐϕημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
Verse: 224    
οὐδ' εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
Verse: 225    
οὐδ' εἴ οἱ προπάροιθεν ἀδελϕεὸν ϕίλον υἱὸν
Verse: 226    
χαλκῷ δηιόῳεν, δ' ὀϕθαλμοῖσιν ὁρῷτο.
Verse: 227    
τοῖα Διὸς θυγάτηρ ἔχε ϕάρμακα μητιόεντα,
Verse: 228    
ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
Verse: 229    
Αἰγυπτίη, τῇ πλεῖστα ϕέρει ζείδωρος ἄρουρα
Verse: 230    
ϕάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά·
Verse: 231    
ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
Verse: 232    
ἀνθρώπων· γὰρ Παιήονός εἰσι γενέθλης.
Verse: 233    
αὐτὰρ ἐπεί ' ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
Verse: 234    
ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·

Verse: 235       
"᾽Ατρείδη Μενέλαε Διοτρεϕὲς ἠδὲ καὶ οἷδε
Verse: 236    
ἀνδρῶν ἐσθλῶν παῖδες - ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
Verse: 237    
Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα ,
Verse: 238    
ἤτοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
Verse: 239    
καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
Verse: 240    
πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,
Verse: 241    
ὅσσοι ᾽Οδυσσῆος ταλασίϕρονός εἰσιν ἄεθλοι·
Verse: 242    
ἀλλ' οἷον τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
Verse: 243    
δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' ᾽Αχαιοί.
Verse: 244    
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
Verse: 245    
σπεῖρα κάκ' ἀμϕ' ὤμοισι βαλών, οἰκῆι ἐοικὼς
Verse: 246    
ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
Verse: 247    
ἄλλῳ δ' αὐτὸν ϕωτὶ κατακρύπτων ἤισκε,
Verse: 248    
δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν ᾽Αχαιῶν.
Verse: 249    
τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ' ἀβάκησαν
Verse: 250    
πάντες: ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
Verse: 251    
καί μιν ἀνηρώτων· δὲ κερδοσύνῃ ἀλέεινεν.
Verse: 252    
ἀλλ' ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
Verse: 253    
ἀμϕὶ δὲ εἵματα ἕσσα, καὶ ὤμοσα καρτερὸν ὅρκον
Verse: 254    
μή μὲν πρὶν ᾽Οδυσῆα μετὰ Τρώεσσ' ἀναϕῆναι
Verse: 255    
πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ' ἀϕικέσθαι,
Verse: 256    
καὶ τότε δή μοι πάντα νόον κατέλεξεν ᾽Αχαιῶν.
Verse: 257    
πολλοὺς δὲ Τρώων κτείνας ταναήκειὴ χαλκῷ
Verse: 258    
ἦλθε μετ' ᾽Αργείους, κατὰ δὲ ϕρόνιν ἤγαγε πολλήν.
Verse: 259    
ἔνθ' ἄλλαι Τρῳαὶ λίγ' ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
Verse: 260    
χαῖρ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νεέσθαι
Verse: 261    
ἂψ οἶκον δ', ἄτην δὲ μετέστενον, ἣν ᾽Αϕροδίτη
Verse: 262    
δῶχ', ὅτε μ' ἤγαγε κεῖσε ϕίλης ἀπὸ πατρίδος αἴης,
Verse: 263    
παῖδά τ' ἐμὴν νοσϕισσαμένην θάλαμόν τε πόσιν τε
Verse: 264    
οὔ τευ δευόμενον, οὔτ' ἂρ ϕρένας οὔτέ τι εἶδος."

Verse: 265       
τὴν δ' ἀπαμειβόμενος προσέϕη ξανθὸς Μενέλαος:

Verse: 266       
"ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
Verse: 267    
ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
Verse: 268    
ἀνδρῶν ἡρώων, πολλὴν δ' ἐπελήλυθα γαῖαν·
Verse: 269    
ἀλλ' οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀϕθαλμοῖσιν
Verse: 270    
οἷον ᾽Οδυσσῆος ταλασίϕρονος ἔσκε ϕίλον κῆρ.
Verse: 271    
οἷον καὶ τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
Verse: 272    
ἵππῳ ἔνι ξεστῷ, ἵν' ἐνήμεθα πάντες ἄριστοι
Verse: 273    
᾽Αργείων Τρώεσσι ϕόνον καὶ κῆρα ϕέροντες.
Verse: 274    
ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σ' ἔμελλε
Verse: 275    
δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
Verse: 276    
καί τοι Δηίϕοβος θεοείκελος ἕσπετ' ἰούσῃ.
Verse: 277    
τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμϕαϕόωσα,
Verse: 278    
ἐκ δ' ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
Verse: 279    
πάντων ᾽Αργείων ϕωνὴν ἴσκουσ' ἀλόχοισιν.
Verse: 280    
αὐτὰρ ἐγὼ καὶ Τυδείδης καὶ δῖος ᾽Οδυσσεὺς
Verse: 281    
ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
Verse: 282    
νῶι μὲν ἀμϕοτέρω μενεήναμεν ὁρμηθέντε
Verse: 283    
ἐξελθέμεναι ἔνδοθεν αἶψ' ὑπακοῦσαι·
Verse: 284    
ἀλλ' ᾽Οδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
Verse: 285    
ἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες ᾽Αχαιῶν,
Verse: 286    
῎Αντικλος δὲ σέγ' οἶος ἀμείψασθαι ἐπέεσσιν
Verse: 287    
ἤθελεν· ἀλλ' ᾽Οδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε
Verse: 288    
νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας ᾽Αχαιούς,
Verse: 289    
τόϕρα δ' ἔχ' ὄϕρά σε νόσϕιν ἀπήγαγε Παλλὰς ᾽Αθήνη."

Verse: 290       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 291       
"᾽Ατρείδη Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
Verse: 292    
ἄλγιον· οὐ γάρ οἵ τι τάδ' ἤρκεσε λυγρὸν ὄλεθρον,
Verse: 293    
οὐδ' εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
Verse: 294    
ἀλλ' ἄγετ' εἰς εὐνὴν τράπεθ' ἥμεας, ὄϕρα καὶ ἤδη
Verse: 295    
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες."

Verse: 296       
ὣς ἔϕατ', ᾽Αργείη δ' ῾Ελένη δμῳῇσι κέλευσε
Verse: 297    
δέμνι' ὑπ' αἰθούσῃ θέμεναι, καὶ ῥήγεα καλὰ
Verse: 298    
πορϕύρε' ἐμβαλέειν, στορέσαι τ' ἐϕύπερθε τάπητας,
Verse: 299    
χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
Verse: 300    
αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
Verse: 301    
δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
Verse: 302    
οἱ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
Verse: 303    
Τηλέμαχός θ' ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός:
Verse: 304    
᾽Ατρείδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
Verse: 305    
πὰρ δ' ῾Ελένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.

Verse: 306       
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 307    
ὤρνυτ' ἄρ' ἐξ εὐνῆϕι βοὴν ἀγαθὸς Μενέλαος
Verse: 308    
εἵματα ἑσσάμενος, περὶ δὲ ξίϕος ὀξὺ θέτ' ὤμῳ,
Verse: 309    
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
Verse: 310    
βῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
Verse: 311    
Τηλεμάχῳ δὲ πάριζεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·

Verse: 312       
"τίπτε δέ σε χρειὼ δεῦρ' ἤγαγε, Τηλέμαχ' ἥρως,
Verse: 313    
ἐς Λακεδαίμονα δῖαν, ἐπ' εὐρέα νῶτα θαλάσσης...
Verse: 314    
δήμιον ἴδιον; τὸ δέ μοι νημερτὲς ἐνίσπες."

Verse: 315       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 316       
"᾽Ατρείδη Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
Verse: 317    
ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
Verse: 318    
ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
Verse: 319    
δυσμενέων δ' ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
Verse: 320    
μῆλ' ἁδινὰ σϕάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
Verse: 321    
μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
Verse: 322    
τοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλῃσθα
Verse: 323    
κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
Verse: 324    
ὀϕθαλμοῖσι τεοῖσιν ἄλλου μῦθον ἄκουσας
Verse: 325    
πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
Verse: 326    
μηδέ τί μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων,
Verse: 327    
ἀλλ' εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
Verse: 328    
λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς ᾽Οδυσσεύς,
Verse: 329    
ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
Verse: 330    
δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' ᾽Αχαιοί·
Verse: 331    
τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες."

Verse: 332       
τὸν δὲ μέγ' ὀχθήσας προσέϕη ξανθὸς Μενέλαος:

Verse: 333       
"ὢ πόποι, μάλα δὴ κρατερόϕρονος ἀνδρὸς ἐν εὐνῇ
Verse: 334    
ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
Verse: 335    
ὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαϕος κρατεροῖο λέοντος
Verse: 336    
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
Verse: 337    
κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
Verse: 338    
βοσκομένη, δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
Verse: 339    
ἀμϕοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐϕῆκεν,
Verse: 340    
ὣς ᾽Οδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐϕήσει.
Verse: 341    
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ ᾽Αθηναίη καὶ ῎Απολλον,
Verse: 342    
τοῖος ἐὼν οἷός ποτ' ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
Verse: 343    
ἐξ ἔριδος Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς,
Verse: 344    
κὰδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες ᾽Αχαιοί,
Verse: 345    
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν ᾽Οδυσσεύς:
Verse: 346    
πάντές κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
Verse: 347    
ταῦτα δ' μ' εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἔγωγε
Verse: 348    
ἄλλα παρ' ἐξ εἴποιμι παρακλιδὸν, οὐδ' ἀπατήσω·
Verse: 349    
ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
Verse: 350    
τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω.

Verse: 351       
Αἰγύπτῳ μ' ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
Verse: 352    
ἔσχον, ἐπεὶ οὔ σϕιν ἔρεξα τεληέσσας ἑκατόμβας.
Verse: 353    
οἱ δ' αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐϕετμέων.
Verse: 354    
νῆσος ἔπειτά τίς ἐστι πολυκλύστῳ ἐνὶ πόντῳ
Verse: 355    
Αἰγύπτου προπάροιθε, Φάρον δέ κικλήσκουσι,
Verse: 356    
τόσσον ἄνευθ' ὅσσόν τε πανημερίη γλαϕυρὴ νηῦς
Verse: 357    
ἤνυσεν, λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
Verse: 358    
ἐν δὲ λιμὴν εὔορμος, ὅθεν τ' ἀπὸ νῆας ἐίσας
Verse: 359    
ἐς πόντον βάλλουσιν, ἀϕυσσάμενοι μέλαν ὕδωρ.
Verse: 360    
ἔνθά μ' ἐείκοσιν ἤματ' ἔχον θεοί, οὐδέ ποτ' οὖροι
Verse: 361    
πνείοντες ϕαίνονθ' ἁλιαέες, οἵ ῥά τε νηῶν
Verse: 362    
πομπῆες γίνονται ἐπ' εὐρέα νῶτα θαλάσσης.
Verse: 363    
καί νύ κεν ἤια πάντα κατέϕθιτο καὶ μένος ἀνδρῶν,
Verse: 364    
εἰ μή τίς με θεῶν ὀλοϕύρατο καί μ' ἐλέησε,
Verse: 365    
Πρωτέος ἰϕθίμου θυγάτηρ, ἁλίοιο γέροντος,
Verse: 366    
Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα·
Verse: 367    
μ' οἴῳ ἔρροντι συνήντετο νόσϕιν ἑταίρων·
Verse: 368    
αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
Verse: 369    
γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
Verse: 370    
δ' ἐμεῦ ἄγχι στᾶσα ἔπος ϕάτο ϕώνησέν τε·
Verse: 371    
῍νήπιός εἰς, ξεῖνε, λίην τόσον ἠδὲ χαλίϕρων,
Verse: 372    
ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
Verse: 373    
ὡς δὴ δήθ' ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
Verse: 374    
εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων. '
Verse: 375    
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
Verse: 376    
῍ἐκ μέν τοι ἐρέω, τις σύ πέρ ἐσσι θεάων,
Verse: 377    
ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
Verse: 378    
ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
Verse: 379    
ἀλλὰ σύ πέρ μοι εἰπέ - θεοὶ δέ τε πάντα ἴσασιν -
Verse: 380    
ὅς τίς μ' ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
Verse: 381    
νόστόν θ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα. '
Verse: 382    
ὣς ἐϕάμην, δ' αὐτίκ' ἀμείβετο δῖα θεάων·
Verse: 383    
῍τοὶ γὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
Verse: 384    
πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,
Verse: 385    
ἀθάνατος, Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
Verse: 386    
πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς:
Verse: 387    
τὸν δέ τ' ἐμόν ϕασιν πατέρ' ἔμμεναι ἠδὲ τεκέσθαι.
Verse: 388    
τόν γ' εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
Verse: 389    
ὥς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
Verse: 390    
νόστόν θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
Verse: 391    
καὶ δέ κέ τοι εἴπῃσι, Διοτρεϕές, αἴ κ' ἐθέλῃσθα,
Verse: 392    
ὅττί τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται,
Verse: 393    
οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε. '
Verse: 394    
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
Verse: 395    
῍αὐτὴ νῦν ϕράζευ σὺ λόχον θείοιο γέροντος,
Verse: 396    
μή πως με προιὴδὼν ἠὲ προδαεὶς ἀλέηται·
Verse: 397    
ἀργαλέος γάρ τ' ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι. '
Verse: 398    
ὣς ἐϕάμην, δ' αὐτίκ' ἀμείβετο δῖα θεάων·
Verse: 399    
῍τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω.
Verse: 400    
ἦμος δ' ἠέλιος μέσον οὐρανὸν ἀμϕιβεβήκῃ,
Verse: 401    
τῆμος ἄρ' ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
Verse: 402    
πνοιῇ ὕπο ζεϕύροιο, μελαίνῃ ϕρικὶ καλυϕθείς,
Verse: 403    
ἐκ δ' ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαϕυροῖσιν·
Verse: 404    
ἀμϕὶ δέ μιν ϕῶκαι, νέποδες καλῆς ἁλοσύδνης,
Verse: 405    
ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
Verse: 406    
πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
Verse: 407    
ἔνθά σ' ἐγὼν ἀγαγοῦσα ἅμ' ἠοῖ ϕαινομένηϕιν
Verse: 408    
εὐνάσω ἑξείης: σὺ δ' ἔυ κρίνασθαι ἑταίρους
Verse: 409    
τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
Verse: 410    
πάντα δέ τοι ἐρέω ὀλοϕώια τοῖο γέροντος.
Verse: 411    
ϕώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
Verse: 412    
αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
Verse: 413    
λέξεται ἐν μέσσῃσι, νομεὺς ὣς πώεσι μήλων.
Verse: 414    
τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
Verse: 415    
καὶ τότ' ἔπειθ' ὕμιν μελέτω κάρτός τε βίη τε,
Verse: 416    
αὖθι δ' ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
Verse: 417    
πάντα δὲ γινόμενος πειρήσεται, ὅσσ' ἐπὶ γαῖαν
Verse: 418    
ἑρπετὰ γίνονται καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
Verse: 419    
ὑμεῖς δ' ἀστεμϕέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
Verse: 420    
ἀλλ' ὅτε κεν δή σ' αὐτὸς ἀνείρηται ἐπέεσσι,
Verse: 421    
τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
Verse: 422    
καὶ τότε δὴ σχέσθαί τε βίης λῦσαί τε γέροντα,
Verse: 423    
ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
Verse: 424    
νόστόν θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. '
Verse: 425    
ὣς εἰποῦσ' ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
Verse: 426    
αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθ' ἕστασαν ἐν ψαμάθοισιν,
Verse: 427    
ἤια· πολλὰ δέ μοι κραδίη πόρϕυρε κιόντι.
Verse: 428    
αὐτὰρ ἐπεί ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
Verse: 429    
δόρπον ἄρ' ὁπλισάμεσθ', ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ·
Verse: 430    
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
Verse: 431    
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 432    
καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
Verse: 433    
ἤια, πολλὰ θεοὺς γουνούμενος: αὐτὰρ ἑταίρους
Verse: 434    
τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ' ἰθύν.
Verse: 435    
τόϕρα δ' ἄρ' γ' ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
Verse: 436    
τέσσαρα ϕωκάων ἐκ πόντου δέρματ' ἔνεικε·
Verse: 437    
πάντα δ' ἔσαν νεόδαρτα· ήδόλον δ' ἐπεμήδετο πατρί.
Verse: 438    
εὐνὰς δ' ἐν ψαμάθοισι διαγλάψασ' ἁλίῃσιν
Verse: 439    
ἧστο μένουσἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς:
Verse: 440    
ἑξείης δ' εὔνησε, βάλεν δ' ἐπὶ δέρμα ἑκάστῳ.
Verse: 441    
ἔνθά κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
Verse: 442    
ϕωκάων ἁλιοτρεϕέων ὀλοώτατος ὀδμή·
Verse: 443    
τίς γάρ κ' εἰναλίῳ παρὰ κήτειὴ κοιμηθείη;
Verse: 444    
ἀλλ' αὐτὴ ἐσάωσε καὶ ἐϕράσατο μέγ' ὄνειαρ·
Verse: 445    
ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε ϕέρουσα
Verse: 446    
ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
Verse: 447    
πᾶσαν δ' ἠοίην μένομεν τετληότι θυμῷ·
Verse: 448    
ϕῶκαι δ' ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
Verse: 449    
ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης:
Verse: 450    
ἔνδιος δ' γέρων ἦλθ' ἐξ ἁλός, εὗρε δὲ ϕώκας
Verse: 451    
ζατρεϕέας, πάσας δ' ἄρ' ἐπῴχετο, λέκτο δ' ἀριθμόν.
Verse: 452    
ἐν δ' ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
Verse: 453    
ὠίσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
Verse: 454    
ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ', ἀμϕὶ δὲ χεῖρας
Verse: 455    
βάλλομεν· οὐδ' γέρων δολίης ἐπελήθετο τέχνης,
Verse: 456    
ἀλλ' ἤτοι πρώτιστα λέων γένετ' ἠυγένειος,
Verse: 457    
αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς:
Verse: 458    
γίνετο δ' ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον.
Verse: 459    
ἡμεῖς δ' ἀστεμϕέως ἔχομεν τετληότι θυμῷ.
Verse: 460    
ἀλλ' ὅτε δή ' ἀνίαζ' γέρων ὀλοϕώια εἰδώς,
Verse: 461    
καὶ τότε δή μ' ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
Verse: 462    
῍τίς νύ τοι, ᾽Ατρέος υἱέ, θεῶν συμϕράσσατο βουλάς,
Verse: 463    
ὄϕρά μ' ἕλοις ἀέκοντα λοχησάμενος... τέο σε χρή; '
Verse: 464    
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
Verse: 465    
῍οἶσθα, γέρον, - τί με ταῦτα παρατροπέων ἐρεείνεις... -
Verse: 466    
ὡς δὴ δήθ' ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
Verse: 467    
εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
Verse: 468    
ἀλλὰ σύ πέρ μοι εἰπέ - θεοὶ δέ τε πάντα ἴσασιν -,
Verse: 469    
ὅς τίς μ' ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
Verse: 470    
νόστόν θ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα. '
Verse: 471    
ὣς ἐϕάμην, δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν·
Verse: 472    
῍ἀλλὰ μάλ' ὤϕελλες Διί τ' ἄλλοισίν τε θεοῖσι
Verse: 473    
ῥέξας ἱερὰ κάλ' ἀναβαινέμεν, ὄϕρα τάχιστα
Verse: 474    
σὴν ἐς πατρίδ' ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
Verse: 475    
οὐ γάρ τοι πρὶν μοῖρα ϕίλους τ' ἰδέειν καὶ ἱκέσθαι
Verse: 476    
οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
Verse: 477    
πρίν γ' ὅτ' ἂν Αἰγύπτοιο, Διιπετέος ποταμοῖο,
Verse: 478    
αὖτις ὕδωρ ἔλθῃς, ῥέξῃς θ' ἱερὰς ἑκατόμβας
Verse: 479    
ἀθανάτοισι θεοῖσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
Verse: 480    
καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί ἣν σὺ μενοινᾷς. '
Verse: 481    
ὣς ἔϕατ', αὐτὰρ ἔμοιγε κατεκλάσθη ϕίλον ἦτορ,
Verse: 482    
οὕνεκά μ' αὖτις ἄνωγεν ἐπ' ἠεροειδέα πόντον
Verse: 483    
Αἴγυπτον δ' ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
Verse: 484    
ἀλλὰ καὶ ὧς μύθοισιν ἀμειβόμενος προσέειπον·
Verse: 485    
῍ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
Verse: 486    
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
Verse: 487    
πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον ᾽Αχαιοὶ
Verse: 488    
ουἠς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
Verse: 489    
ἦέ τις ὤλετ' ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
Verse: 490    
ἠὲ ϕίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν. '
Verse: 491    
ὣς ἐϕάμην, δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν·
Verse: 492    
῍᾽Ατρείδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
Verse: 493    
ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ ϕημι
Verse: 494    
δὴν ἄκλαυτον ἔσεσθαι, ἐπεί κ' εὖ πάντα πύθηαι.
Verse: 495    
πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
Verse: 496    
ἀρχοὶ δ' αὖ δύο μοῦνοι ᾽Αχαιῶν χαλκοχιτώνων
Verse: 497    
ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
Verse: 498    
εἷς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
Verse: 499    
Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
Verse: 500    
Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσε
Verse: 501    
πέτρῃσιν μεγάλῃσι, καὶ ἐξεσάωσε θαλάσσης:
Verse: 502    
καί νύ κεν ἔκϕυγε κῆρα καὶ ἐχθόμενός περ ᾽Αθήνῃ,
Verse: 503    
εἰ μὴ ὑπερϕίαλον ἔπος ἔκβαλε καὶ μέγ' ἀάσθη·
Verse: 504    
ϕῆ ' ἀέκητι θεῶν ϕυγέειν μέγα λαῖτμα θαλάσσης.
Verse: 505    
τοῦ δὲ Ποσειδάων μεγάλ' ἔκλυεν αὐδήσαντος:
Verse: 506    
αὐτίκ' ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
Verse: 507    
ἤλασε Γυραίην πέτρην, ἀπὸ δ' ἔσχισεν αὐτήν·
Verse: 508    
καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύϕος ἔμπεσε πόντῳ,
Verse: 509    
τῷ ' Αἴας τὸ πρῶτον ἐϕεζόμενος μέγ' ἀάσθη·
Verse: 510    
τὸν δ' ἐϕόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
Verse: 511    
ὣς μὲν ἔνθ' ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
Verse: 512    
σὸς δέ που ἔκϕυγε κῆρας ἀδελϕεὸς ἠδ' ὑπάλυξεν
Verse: 513    
ἐν νηυσὶ γλαϕυρῇσι· σάωσε δὲ πότνια ῞Ηρη.
Verse: 514    
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε Μαλειάων ὄρος αἰπὺ
Verse: 515    
ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
Verse: 516    
πόντον ἐπ' ἰχθυόεντα ϕέρεν βαρέα στενάχοντα.
Verse: 519    
ἀλλ' ὅτε δὴ καὶ κεῖθεν ἐϕαίνετο νόστος ἀπήμων,
Verse: 520    
ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ' ἵκοντο
Verse: 517    
ἀγροῦ ἐπ' ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
Verse: 518    
τὸ πρίν, ἀτὰρ τότ' ἔναιε Θυεστιάδης Αἴγισθος,
Verse: 521    
ἤτοι μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης,
Verse: 522    
καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δ' ἀπ' αὐτοῦ
Verse: 523    
δάκρυα θερμὰ χέοντ', ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
Verse: 524    
τὸν δ' ἄρ' ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
Verse: 525    
Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δ' ἔσχετο μισθὸν
Verse: 526    
χρυσοῦ δοιὰ τάλαντα· ϕύλασσε δ' γ' εἰς ἐνιαυτόν,
Verse: 527    
μή λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
Verse: 528    
βῆ δ' ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
Verse: 529    
αὐτίκα δ' Αἴγισθος δολίην ἐϕράσσατο τέχνην·
Verse: 530    
κρινάμενος κατὰ δῆμον ἐείκοσι ϕῶτας ἀρίστους
Verse: 531    
εἷσε λόχον, ἑτέρωθι δ' ἀνώγει δαῖτα πένεσθαι.
Verse: 532    
αὐτὰρ βῆ καλέων ᾽Αγαμέμνονα, ποιμένα λαῶν,
Verse: 533    
ἵπποισιν καὶ ὄχεσϕιν, ἀεικέα μερμηρίζων.
Verse: 534    
τὸν δ' οὐκ εἰδότ' ὄλεθρον ἀνήγαγε, καὶ κατέπεϕνε
Verse: 535    
δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ ϕάτνῃ.
Verse: 536    
οὐδέ τις ᾽Ατρείδεω ἑτάρων λίπεθ' οἵ οἱ ἕποντο,
Verse: 537    
οὐδέ τις Αἰγίσθου, ἀλλ' ἔκταθεν ἐν μεγάροισιν. '

Verse: 538       
ὣς ἔϕατ', αὐτὰρ ἔμοιγε κατεκλάσθη ϕίλον ἦτορ·
Verse: 539    
κλαῖον δ' ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
Verse: 540    
ἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν ϕάος ἠελίοιο.
Verse: 541    
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
Verse: 542    
δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής:
Verse: 543    
῍μηκέτι, ᾽Ατρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
Verse: 544    
κλαῖ', ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
Verse: 545    
πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
Verse: 546    
γάρ μιν ζωόν γε κιχήσεαι, καὶ ᾽Ορέστης
Verse: 547    
κτεῖνεν ὑποϕθάμενος: σὺ δέ κεν τάϕου ἀντιβολήσαις. '
Verse: 548    
ὣς ἔϕατ', αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
Verse: 549    
αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
Verse: 550    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδων·
Verse: 551    
῍τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε,
Verse: 552    
ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
Verse: 553    
ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι. '
Verse: 554    
ὣς ἐϕάμην, δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν·
Verse: 555    
῍υἱὸς Λαέρτεω, ᾽Ιθάκῃ ἔνι οἰκία ναίων·
Verse: 556    
τὸν δ' ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
Verse: 557    
Νύμϕης ἐν μεγάροισι Καλυψοῦς, μιν ἀνάγκῃ
Verse: 558    
ἴσχει· δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
Verse: 559    
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
Verse: 560    
οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης.
Verse: 561    
σοὶ δ' οὐ θέσϕατόν ἐστι, Διοτρεϕὲς Μενέλαε,
Verse: 562    
῎Αργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
Verse: 563    
ἀλλά σ' ἐς ᾽Ηλύσιον πεδίον καὶ πείρατα γαίης
Verse: 564    
ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς ῾Ραδάμανθυς,
Verse: 565    
τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
Verse: 566    
οὐ νιϕετός, οὔτ' ἂρ χειμὼν πολὺς οὔτέ ποτ' ὄμβρος,
Verse: 567    
ἀλλ' αἰεὶ Ζεϕύροιο λιγὺ πνείοντας ἀήτας
Verse: 568    
᾽Ωκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους,
Verse: 569    
οὕνεκ' ἔχεις ῾Ελένην καί σϕιν γαμβρὸς Διός ἐσσι. '
Verse: 570    
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
Verse: 571    
αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ' ἀντιθέοις ἑτάροισιν
Verse: 572    
ἤια, πολλὰ δέ μοι κραδίη πόρϕυρε κιόντι.
Verse: 573    
αὐτὰρ ἐπεί ' ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
Verse: 574    
δόρπόν θ' ὁπλισάμεσθ', ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ·
Verse: 575    
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
Verse: 576    
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 577    
νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
Verse: 578    
ἐν δ' ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς:
Verse: 579    
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι κάθιζον·
Verse: 580    
ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
Verse: 581    
ἂψ δ' εἰς Αἰγύπτοιο, Διιπετέος ποταμοῖο,
Verse: 582    
στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
Verse: 583    
αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
Verse: 584    
χεῦ' ᾽Αγαμέμνονι τύμβον, ἵν' ἄσβεστον κλέος εἴη.
Verse: 585    
ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
Verse: 586    
ἀθάνατοι, τοί μ' ὦκα ϕίλην ἐς πατρίδ' ἔπεμψαν.
Verse: 587    
ἀλλ' ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
Verse: 588    
ὄϕρά κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
Verse: 589    
καὶ τότε σ' εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα
Verse: 590    
τρεῖς ἵππους καὶ δίϕρον ἐύξοον· αὐτὰρ ἔπειτα
Verse: 591    
δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
Verse: 592    
ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα."

Verse: 593       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 594       
"᾽Ατρείδη, μὴ δή με πολὺν χρόνον ἐνθάδ' ἔρυκε.
Verse: 595    
καὶ γάρ κ' εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοίγ' ἀνεχοίμην
Verse: 596    
ἥμενος, οὐδέ κέ μ' οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
Verse: 597    
αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
Verse: 598    
τέρπομαι. ἀλλ' ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
Verse: 599    
ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδ' ἐρύκεις.
Verse: 600    
δῶρον δ' ὅττί κέ μοι δοίης, κειμήλιον ἔστω·
Verse: 601    
ἵππους δ' εἰς ᾽Ιθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
Verse: 602    
ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
Verse: 603    
εὐρέος, ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
Verse: 604    
πυροί τε ζειαί τε ἰδ' εὐρυϕυὲς κρῖ λευκόν.
Verse: 605    
ἐν δ' ᾽Ιθάκῃ οὔτ' ἂρ δρόμοι εὐρέες οὔτέ τι λειμών·
Verse: 606    
αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
Verse: 607    
οὐ γάρ τις νήσων ἱππήλατος οὐδ' εὐλείμων,
Verse: 608    
αἵ θ' ἁλὶ κεκλίαται· ᾽Ιθάκη δέ τε καὶ περὶ πασέων."

Verse: 609       
ὣς ϕάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
Verse: 610    
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·

Verse: 611       
"αἵματός εἰς ἀγαθοῖο, ϕίλον τέκος, οἷ' ἀγορεύεις.
Verse: 612    
τοὶ γὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
Verse: 613    
δώρων δ', ὅσσ' ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
Verse: 614    
δώσω κάλλιστον καὶ τιμηέστατόν ἐστι.
Verse: 615    
δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
Verse: 616    
ἔστιν ἅπας, χρυσῷ δ' ἐπὶ χείλεα κεκράανται·
Verse: 617    
ἔργον δ' ῾Ηϕαίστοιο· πόρεν δέ Φαίδιμος ἥρως,
Verse: 618    
Σιδονίων βασιλεύς, ὅθ' ἑὸς δόμος ἀμϕεκάλυψε
Verse: 619    
κεῖσ' ἐμὲ νοστήσαντα· τεὶ:ν δ' ἐθέλω τόδ' ὀπάσσαι."

Verse: 620       
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Verse: 621    
δαιτυμόνες δ' ἐς δώματ' ἴσαν θείου βασιλῆος.
Verse: 622    
οἱ δ' ἦγον μὲν μῆλα, ϕέρον δ' εὐήνορα οἶνον·
Verse: 623    
σῖτον δέ σϕ' ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
Verse: 624    
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο,
Verse: 625    
μνηστῆρες δὲ πάροιθεν ᾽Οδυσσῆος μεγάροιο
Verse: 626    
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
Verse: 627    
ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
Verse: 628    
᾽Αντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
Verse: 629    
ἀρχοὶ μνηστήρων, ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.
Verse: 630    
τοῖς δ' υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
Verse: 631    
᾽Αντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·

Verse: 632       
"᾽Αντίνο', ῥά τι ἴδμεν ἐνὶ ϕρεσὶν, ἦε καὶ οὐκί,
Verse: 633    
ὁππότε Τηλέμαχος νεῖτ' ἐκ Πύλου ἠμαθόεντος...
Verse: 634    
νῆά μοι οἴχετ' ἄγων· ἐμὲ δὲ χρεὼ γίνεται αὐτῆς
Verse: 635    
῎Ηλιδ' ἐς εὐρύχορον διαβήμεναι, ἔνθά μοι ἵπποι
Verse: 636    
δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοὶ
Verse: 637    
ἀδμῆτες: τῶν κέν τιν' ἐλασσάμενος δαμασαίμην."

Verse: 638       
ὣς ἔϕαθ', οἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔϕαντο
Verse: 639    
ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
Verse: 640    
ἀγρῶν μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
Verse: 641    
τὸν δ' αὖτ' ᾽Αντίνοος προσέϕη, Εὐπείθεος υἱός:

Verse: 642       
"νημερτές μοι ἔνισπε· πότ' ᾤχετο καὶ τίνες αὐτῷ
Verse: 643    
κοῦροι ἕποντ᾽Ιθάκης ἐξαίρετοι, ἑοὶ αὐτοῦ
Verse: 644    
θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
Verse: 645    
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ,
Verse: 646    
σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
Verse: 647    
ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ."

Verse: 648       
τὸν δ' υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·

Verse: 649       
"αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
Verse: 650    
ὁππότ' ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
Verse: 651    
αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
Verse: 652    
κοῦροι δ' οἳ κατὰ δῆμον ἀριστεύουσι μεθ' ἡμέας,
Verse: 653    
οἵ οἱ ἕποντἐν δ' ἀρχὸν ἐγὼ βαίνοντα νόησα
Verse: 654    
Μέντορα ἠὲ θεόν, τῷ δ' αὐτῷ πάντα ἐῴκει.
Verse: 655    
ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
Verse: 656    
χθιζὸν ὑπηοῖον· τότε δ' ἔμβη νηὶ Πύλον δέ."

Verse: 657       
ὣς ἄρα ϕωνήσας ἀπέβη πρὸς δώματα πατρός,
Verse: 658    
τοῖσιν δ' ἀμϕοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
Verse: 659    
μνηστῆρας δ' ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
Verse: 660    
τοῖσιν δ' ᾽Αντίνοος μετέϕη, Εὐπείθεος υἱός,
Verse: 661    
ἀχνύμενος: μένεος δὲ μέγα ϕρένες ἀμϕιμέλαιναι
Verse: 662    
πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·

Verse: 663       
"ὢ πόποι, μέγα ἔργον ὑπερϕιάλως ἐτελέσθη
Verse: 664    
Τηλεμάχῳ ὁδὸς ἧδε· ϕάμεν δέ οἱ οὐ τελέεσθαι.
Verse: 665    
ἐκ τοσσῶνδ' ἀέκητι νέος παῖς οἴχεται αὕτως,
Verse: 666    
νῆα ἐρυσσάμενος κρίνας τ' ἀνὰ δῆμον ἀρίστους.
Verse: 667    
ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
Verse: 668    
Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
Verse: 669    
ἀλλ' ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ' ἑταίρους,
Verse: 670    
ὄϕρά μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ ϕυλάξω
Verse: 671    
ἐν πορθμῷ ᾽Ιθάκης τε Σάμοιό τε παιπαλοέσσης,
Verse: 672    
ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός."

Verse: 673       
ὣς ἔϕαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδὲ κέλευον·
Verse: 674    
αὐτίκ' ἔπειτ' ἀνστάντες ἔβαν δόμον εἰς ᾽Οδυσῆος.
Verse: 675    
οὐδ' ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
Verse: 676    
μύθων, ουἠς μνηστῆρες ἐνὶ ϕρεσὶ βυσσοδόμευον·
Verse: 677    
κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
Verse: 678    
αὐλῆς ἐκτὸς ἐών· οἱ δ' ἔνδοθι μῆτιν ὕϕαινον.
Verse: 679    
βῆ δ' ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
Verse: 680    
τὸν δὲ κατ' οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·

Verse: 681       
"κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
Verse: 682    
εἰπέμεναι δμῳῇσιν ᾽Οδυσσῆος θείοιο
Verse: 683    
ἔργων παύσασθαι, σϕίσι δ' αὐτοῖς δαῖτα πένεσθαι;
Verse: 684    
μὴ μνηστεύσαντες μηδ' ἄλλοθ' ὁμιλήσαντες
Verse: 685    
ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν.
Verse: 686    
οἳ θάμ' ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
Verse: 687    
κτῆσιν Τηλεμάχοιο δαί:ϕρονος: οὐδέ τι πατρῶν
Verse: 688    
ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
Verse: 689    
οἷος ᾽Οδυσσεὺς ἔσκε μεθ' ὑμετέροισι τοκεῦσιν,
Verse: 690    
οὔτέ τινα ῥέξας ἐξαίσιον οὔτέ τι εἰπὼν
Verse: 691    
ἐν δήμῳ· τ' ἐστὶ δίκη θείων βασιλήων·
Verse: 692    
ἄλλόν κ' ἐχθαίρῃσι βροτῶν, ἄλλόν κε ϕιλοίη.
Verse: 693    
κεῖνος δ' οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει·
Verse: 694    
ἀλλ' μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
Verse: 695    
ϕαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθ' εὐεργέων."

Verse: 696       
τὴν δ' αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς:

Verse: 697       
"αἳ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
Verse: 698    
ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
Verse: 699    
μνηστῆρες ϕράζονται, μὴ τελέσειε Κρονίων.
Verse: 700    
Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
Verse: 701    
οἴκαδε νισσόμενον· δ' ἔβη μετὰ πατρὸς ἀκουὴν
Verse: 702    
ἐς Πύλον ἠγαθέην ἠδ' ἐς Λακεδαίμονα δῖαν."

Verse: 703       
ὣς ϕάτο, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ ϕίλον ἦτορ,
Verse: 704    
δὴν δέ μιν ἀμϕασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
Verse: 705    
δακρυόϕι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο ϕωνή.
Verse: 706    
ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·

Verse: 707       
"κῆρυξ, τίπτε δέ μοι πάις οἴχεται; οὐδέ τί μιν χρεὼ
Verse: 708    
νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ' ἁλὸς ἵπποι
Verse: 709    
ἀνδράσι γίνονται, περόωσι δὲ πουλὺν ἐϕ' ὑγρήν.
Verse: 710    
ἵνα μηδ' ὄνομ' αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;"

Verse: 711       
τὴν δ' ἠμείβετ' ἔπειτα Μέδων πεπνυμένα εἰδώς:

Verse: 712       
"οὐκ οἶδ' τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
Verse: 713    
θυμὸς ἐϕωρμήθη ἴμεν ἐς Πύλον, ὄϕρα πύθηται
Verse: 714    
πατρὸς ἑοῦ νόστον ὅν τινα πότμον ἐπέσπεν."

Verse: 715       
ὣς ἄρα ϕωνήσας ἀπέβη κατὰ δῶμ' ᾽Οδυσῆος.
Verse: 716    
τὴν δ' ἄχος ἀμϕεχύθη θυμοϕθόρον, οὐδ' ἄρ' ἔτ' ἔτλη
Verse: 717    
δίϕρῳ ἐϕέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
Verse: 718    
ἀλλ' ἄρ' ἐπ' οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
Verse: 719    
οἴκτρ' ὀλοϕυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
Verse: 720    
πᾶσαι, ὅσαι κατὰ δώματ' ἔσαν νέαι ἠδὲ παλαιαί.
Verse: 721    
τῇς δ' ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·

Verse: 722       
"κλῦτε, ϕίλαι· περὶ γάρ μοι ᾽Ολύμπιος ἄλγε' ἔδωκεν
Verse: 723    
ἐκ πασέων, ὅσσαί μοι ὁμοῦ τράϕεν ἠδὲ γένοντο,
Verse: 724    
πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
Verse: 725    
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
Verse: 726    
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ' ῾Ελλάδα καὶ μέσον ῎Αργος.
Verse: 727    
νῦν αὖ παῖδ' ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
Verse: 728    
ἀκλέα ἐκ μεγάρων, οὐδ' ὁρμηθέντος ἄκουσα.
Verse: 729    
σχέτλιαι, οὐδ' ὑμεῖς περ ἐνὶ ϕρεσὶ θέσθε ἑκάστη
Verse: 730    
ἐκ λεχέων μ' ἀνεγεῖραι, ἐπιστάμεναι σάϕα θυμῷ,
Verse: 731    
ὁππότε κεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
Verse: 732    
εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
Verse: 733    
τῶ κε μάλ' κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο
Verse: 734    
κέ με τεθνηυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
Verse: 735    
ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
Verse: 736    
δμῶ' ἐμόν, ὅν μοι ἔδωκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
Verse: 737    
καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄϕρα τάχιστα
Verse: 738    
Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
Verse: 739    
εἰ δή που τινα κεῖνος ἐνὶ ϕρεσὶ μῆτιν ὑϕήνας
Verse: 740    
ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
Verse: 741    
ὃν καὶ ᾽Οδυσσῆος ϕθῖσαι γόνον ἀντιθέοιο."

Verse: 742       
τὴν δ' αὖτε προσέειπε ϕίλη τροϕὸς Εὐρύκλεια·

Verse: 743       
"νύμϕα ϕίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
Verse: 744    
ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
Verse: 745    
ᾔδε' ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσ' ἐκέλευσε,
Verse: 746    
σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δ' ἕλετο μέγαν ὅρκον
Verse: 747    
μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
Verse: 748    
σ' αὐτὴν ποθέσαι καὶ ἀϕορμηθέντος ἀκοῦσαι,
Verse: 749    
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
Verse: 750    
ἀλλ' ὑδρηναμένη, καθαρὰ χροὶ: εἵμαθ' ἑλοῦσα,
Verse: 751    
εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμϕιπόλοισι γυναιξὶν
Verse: 752    
εὔχε' ᾽Αθηναίῃ, κούρῃ Διὸς αἰγιόχοιο·
Verse: 753    
γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
Verse: 754    
μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
Verse: 755    
πάγχυ θεοῖς μακάρεσσι γονὴν ᾽Αρκεισιάδαο
Verse: 756    
ἔχθεσθ', ἀλλ' ἔτι που τις ἐπέσσεται ὅς κεν ἔχῃσι
Verse: 757    
δώματά θ' ὑψερεϕέα καὶ ἀπόπροθι πίονας ἀγρούς."

Verse: 758       
ὣς ϕάτο, τῆς δ' εὔνησε γόον, σχέθε δ' ὄσσε γόοιο.
Verse: 759    
δ' ὑδρηναμένη, καθαρὰ χροὶ: εἵμαθ' ἑλοῦσα,
Verse: 760    
εἰς ὑπερῷ' ἀνέβαινε σὺν ἀμϕιπόλοισι γυναιξίν,
Verse: 761    
ἐν δ' ἔθετ' οὐλοχύτας κανέῳ, ἠρᾶτο δ' ᾽Αθήνῃ·

Verse: 762       
"κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ᾽Ατρυτώνη·
Verse: 763    
εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν ᾽Οδυσσεὺς
Verse: 764    
βοὸς ὄιος κατὰ πίονα μηρί' ἔκηε,
Verse: 765    
τῶν νῦν μοι μνῆσαι, καί μοι ϕίλον υἷα σάωσον,
Verse: 766    
μνηστῆρας δ' ἀπάλαλκε κακῶς ὑπερηνορέοντας."

Verse: 767       
ὣς εἰποῦσ' ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
Verse: 768    
μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
Verse: 769    
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

Verse: 770       
"ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
Verse: 771    
ἀρτύει, οὐδέ τι οἶδεν οἱ ϕόνος υἷι τέτυκται."

Verse: 772       
ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.
Verse: 773    
τοῖσιν δ' ᾽Αντίνοος ἀγορήσατο καὶ μετέειπε·

Verse: 774       
"δαιμόνιοι, μύθους μὲν ὑπερϕιάλους ἀλέασθε
Verse: 775    
πάντας ὁμῶς, μή που τις ἀπαγγείλῃσι καὶ εἴσω.
Verse: 776    
ἀλλ' ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
Verse: 777    
μῦθον, δὴ καὶ πᾶσιν ἐνὶ ϕρεσὶν ἤραρεν ἥμιν."

Verse: 778       
ὣς εἰπὼν ἐκρίνατ' ἐείκοσι ϕῶτας ἀρίστους,
Verse: 779    
βὰν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
Verse: 780    
νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθος δὲ ἔρυσσαν,
Verse: 781    
ἐν δ' ἱστόν τ' ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
Verse: 782    
ἠρτύναντο δ' ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
Verse: 783    
πάντα κατὰ μοῖραν· ἀνά θ' ἱστία λευκὰ πέτασσαν·
Verse: 784    
τεύχεα δέ σϕιν ἔνεικαν ὑπέρθυμοι θεράποντες.
Verse: 785    
ὑψοῦ δ' ἐν νοτίῳ τήν γ' ὥρμισαν, ἐκ δ' ἔβαν αὐτοί·
Verse: 786    
ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν.

Verse: 787       
δ' ὑπερωίῳ αὖθι περίϕρων Πηνελόπεια
Verse: 788    
κεῖτ' ἄρ' ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
Verse: 789    
ὁρμαίνουσ' οἱ θάνατον ϕύγοι υἱὸς ἀμύμων,
Verse: 790    
γ' ὑπὸ μνηστῆρσιν ὑπερϕιάλοισι δαμείη.
Verse: 791    
ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
Verse: 792    
δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
Verse: 793    
τόσσά μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος:
Verse: 794    
εὗδε δ' ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.

Verse: 795       
ἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις ᾽Αθήνη.
Verse: 796    
εἴδωλον ποίησε, δέμας δ' ἤικτο γυναικί,
Verse: 797    
᾽Ιϕθίμῃ, κούρῃ μεγαλήτορος ᾽Ικαρίοιο,
Verse: 798    
τὴν Εὔμηλος ὄπυιε, Φερῇς ἔνι οἰκία ναίων.
Verse: 799    
πέμπε δέ μιν πρὸς δώματ' ᾽Οδυσσῆος θείοιο,
Verse: 800    
εἵως Πηνελόπειαν ὀδυρομένην, γοόωσαν,
Verse: 801    
παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
Verse: 802    
ἐς θάλαμον δ' εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
Verse: 803    
στῆ δ' ἄρ' ὑπὲρ κεϕαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·

Verse: 804       
"εὕδεις, Πηνελόπεια, ϕίλον τετιημένη ἦτορ;
Verse: 805    
οὐ μέν σ' οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
Verse: 806    
κλαίειν οὐδ' ἀκάχησθαι, ἐπεί ' ἔτι νόστιμός ἐστι
Verse: 807    
σὸς παῖς: οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι."
Verse: 808    
τὴν δ' ἠμείβετ' ἔπειτα περίϕρων Πηνελόπεια,
Verse: 809    
ἡδὺ μάλα κνώσσουσ' ἐν ὀνειρείῃσι πύλῃσι·

Verse: 810       
"τίπτε, κασιγνήτη, δεῦρ' ἤλυθες... οὔ τι πάρος γε
Verse: 811    
πωλέ', ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις.
Verse: 812    
καί με κέλεαι παύσασθαι ὀιζύος ἠδ' ὀδυνάων
Verse: 813    
πολλέων, αἵ μ' ἐρέθουσι κατὰ ϕρένα καὶ κατὰ θυμόν·
Verse: 814    
πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
Verse: 815    
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
Verse: 816    
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ' ῾Ελλάδα καὶ μέσον ῎Αργος.
Verse: 817    
νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
Verse: 818    
νήπιος, οὔτε πόνων εὖ εἰδὼς οὔτ' ἀγοράων.
Verse: 819    
τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι περ ἐκείνου.
Verse: 820    
τοῦ δ' ἀμϕιτρομέω καὶ δείδια μή τι πάθῃσιν,
Verse: 821    
γε τῶν ἐνὶ δήμῳ, ἵν' οἴχεται, ἐνὶ πόντῳ·
Verse: 822    
δυσμενέες γὰρ πολλοὶ ἐπ' αὐτῷ μηχανόωνται,
Verse: 823    
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι."

Verse: 824       
τὴν δ' ἀπαμειβόμενον προσέϕη εἴδωλον ἀμαυρόν·

Verse: 825       
"θάρσει, μηδέ τι πάγχυ μετὰ ϕρεσὶ δείδιθι λίην·
Verse: 826    
τοίη γάρ οἱ πομπὸς ἅμ' ἔρχεται, ἥν τε καὶ ἄλλοι
Verse: 827    
ἀνέρες ἠρήσαντο παρεστάμεναι - δύναται γάρ -,
Verse: 828    
Παλλὰς ᾽Αθηναίη· σὲ δ' ὀδυρομένην ἐλεαίρει·
Verse: 829    
νῦν με προέηκε τεὶ:ν τάδε μυθήσασθαι."

Verse: 830       
τὴν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·

Verse: 831       
"εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδήν,
Verse: 832    
εἰ δ' ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
Verse: 833    
που ἔτι ζώει καὶ ὁρᾷ ϕάος ἠελίοιο,
Verse: 834    
ἤδη τέθνηκε καὶ εἰν ᾽Αίδαο δόμοισι."

Verse: 835       
τὴν δ' ἀπαμειβόμενον προσέϕη εἴδωλον ἀμαυρόν·

Verse: 836       
"οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
Verse: 837    
ζώει γ' τέθνηκε· κακὸν δ' ἀνεμώλια βάζειν."

Verse: 838       
ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
Verse: 839    
ἐς πνοιὰς ἀνέμων· δ' ἐξ ὕπνου ἀνόρουσε
Verse: 840    
κούρη ᾽Ικαρίοιο· ϕίλον δέ οἱ ἦτορ ἰάνθη,
Verse: 841    
ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
Verse: 842    
μνηστῆρες δ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
Verse: 843    
Τηλεμάχῳ ϕόνον αἰπὺν ἐνὶ ϕρεσὶν ὁρμαίνοντες.
Verse: 844    
ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
Verse: 845    
μεσσηγὺς ᾽Ιθάκης τε Σάμοιό τε παιπαλοέσσης,
Verse: 846    
᾽Αστερίς, οὐ μεγάλη· λιμένες δ' ἔνι ναύλοχοι αὐτῇ
Verse: 847    
ἀμϕίδυμοι· τῇ τόν γε μένον λοχόωντες ᾽Αχαιοί.



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.