TITUS
Homer, Odyssee
Part No. 5
Previous part

Chapter: 5    
ΟΔΥΣΣΕΙΑΣ Ε


Verse: 1       ᾽Ηὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο
Verse: 2    
ὤρνυθ', ἵν' ἀθανάτοισι ϕόως ϕέροι ἠδὲ βροτοῖσιν·
Verse: 3    
οἱ δὲ θεοὶ θῶκον δὲ καθίζανον, ἐν δ' ἄρα τοῖσι
Verse: 4    
Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
Verse: 5    
τοῖσι δ' ᾽Αθηναίη λέγε κήδεα πόλλ' ᾽Οδυσῆος
Verse: 6    
μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι Νύμϕης:

Verse: 7       
"Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
Verse: 8    
μή τις ἔτι πρόϕρων ἀγανὸς καὶ ἤπιος ἔστω
Verse: 9    
σκηπτοῦχος βασιλεύς, μηδὲ ϕρεσὶν αἴσιμα εἰδώς,
Verse: 10    
ἀλλ' αἰεὶ χαλεπός τ' εἴη καὶ αἴσυλα ῥέζοι,
Verse: 11    
ὡς οὔ τις μέμνηται ᾽Οδυσσῆος θείοιο
Verse: 12    
λαῶν οἷσιν ἄνασσε, πατὴρ δ' ὣς ἤπιος ἦεν.
Verse: 13    
ἀλλ' μὲν ἐν νήσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων,
Verse: 14    
Νύμϕης ἐν μεγάροισι Καλυψοῦς, μιν ἀνάγκῃ
Verse: 15    
ἴσχει· δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
Verse: 16    
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
Verse: 17    
οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης.
Verse: 18    
νῦν αὖ παῖδ' ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
Verse: 19    
οἴκαδε νισσόμενον· δ' ἔβη μετὰ πατρὸς ἀκουὴν
Verse: 20    
ἐς Πύλον ἠγαθέην ἠδ' ἐς Λακεδαίμονα δῖαν."

Verse: 21       
τὴν δ' ἀπαμειβόμενος προσέϕη νεϕεληγερέτα Ζεύς:

Verse: 22       
"τέκνον ἐμόν, ποῖόν σε ἔπος ϕύγεν ἕρκος ὀδόντων·
Verse: 23    
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
Verse: 24    
ὡς ἤτοι κείνους ᾽Οδυσεὺς ἀποτίσεται ἐλθών;
Verse: 25    
Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως - δύνασαι γάρ -,
Verse: 26    
ὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
Verse: 27    
μνηστῆρες δ' ἐν νηὶ παλιμπετὲς ἀπονέωνται."

Verse: 28       
ῥα, καὶ ῾Ερμείαν, υἱὸν ϕίλον, ἀντίον ηὔδα·

Verse: 29       
"῾Ερμεία· σὺ γὰρ αὖτε τά τ' ἄλλά περ ἄγγελός ἐσσι·
Verse: 30    
Νύμϕῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
Verse: 31    
νόστον ᾽Οδυσσῆος ταλασίϕρονος, ὥς κε νέηται
Verse: 32    
οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
Verse: 33    
ἀλλ' γ' ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
Verse: 34    
ἤματί κ' εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
Verse: 35    
Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
Verse: 36    
οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσι,
Verse: 37    
πέμψουσιν δ' ἐν νηὶ ϕίλην ἐς πατρίδα γαῖαν,
Verse: 38    
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
Verse: 39    
πόλλ', ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' ᾽Οδυσσεύς,
Verse: 40    
εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
Verse: 41    
ὣς γάρ οἱ μοῖρ' ἐστὶ ϕίλους τ' ἰδέειν καὶ ἱκέσθαι
Verse: 42    
οἶκον ἐς ὑψόροϕον καὶ ἑὴν ἐς πατρίδα γαῖαν."

Verse: 43       
ὣς ἔϕατ', οὐδ' ἀπίθησε διάκτορος ᾽Αργειϕόντης.
Verse: 44    
αὐτίκ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
Verse: 45    
ἀμβρόσια, χρύσεια, τά μιν ϕέρον ἠμὲν ἐϕ' ὑγρὴν
Verse: 46    
ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
Verse: 47    
εἵλετο δὲ ῥάβδον, τῇ τ' ἀνδρῶν ὄμματα θέλγει
Verse: 48    
ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει·
Verse: 49    
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ᾽Αργειϕόντης.
Verse: 50    
Πιερίην δ' ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
Verse: 51    
σεύατ' ἔπειτ' ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
Verse: 52    
ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
Verse: 53    
ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
Verse: 54    
τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν ῾Ερμῆς.
Verse: 55    
ἀλλ' ὅτε δὴ τὴν νῆσον ἀϕίκετο τηλόθ' ἐοῦσαν,
Verse: 56    
ἔνθ' ἐκ πόντου βὰς ἰοειδέος ἤπειρον δὲ
Verse: 57    
ἤιεν, ὄϕρα μέγα σπέος ἵκετο, τῷ ἔνι Νύμϕη
Verse: 58    
ναῖεν ἐυπλόκαμος: τὴν δ' ἔνδοθι τέτμεν ἐοῦσαν.
Verse: 59    
πῦρ μὲν ἐπ' ἐσχαρόϕιν μέγα καίετο, τηλόσε δ' ὀδμὴ
Verse: 60    
κέδρου τ' εὐκεάτοιο θύου τ' ἀνὰ νῆσον ὀδώδει
Verse: 61    
δαιομένων· δ' ἔνδον ἀοιδιάουσ' ὀπὶ καλῇ,
Verse: 62    
ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ' ὕϕαινεν.
Verse: 63    
ὕλη δὲ σπέος ἀμϕὶ πεϕύκει τηλεθόωσα,
Verse: 64    
κλήθρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσος:
Verse: 65    
ἔνθα δέ τ' ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
Verse: 66    
σκῶπές τ' ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
Verse: 67    
εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
Verse: 68    
δ' αὐτοῦ τετάνυστο περὶ σπείους γλαϕυροῖο
Verse: 69    
ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταϕυλῇσι·
Verse: 70    
κρῆναι δ' ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
Verse: 71    
πλησίαι ἀλλήλων, τετραμμέναι ἄλλυδις ἄλλη·
Verse: 72    
ἀμϕὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
Verse: 73    
θήλεον. ἔνθά κ' ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
Verse: 74    
θηήσαιτο ἰδὼν καὶ τερϕθείη ϕρεσὶν ᾗσιν.
Verse: 75    
ἔνθα στὰς θηεῖτο διάκτορος ᾽Αργειϕόντης.
Verse: 76    
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
Verse: 77    
αὐτίκ' ἄρ' εἰς εὐρὺ σπέος ἤλυθεν· οὐδέ μιν ἄντην
Verse: 78    
ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
Verse: 79    
οὐ γάρ τ' ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
Verse: 80    
ἀθάνατοι, οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει.
Verse: 81    
οὐ δ' ἄρ' ᾽Οδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
Verse: 82    
ἀλλ' γ' ἐπ' ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
Verse: 83    
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
Verse: 84    
πόντον ἐπ' ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
Verse: 85    
῾Ερμείαν δ' ἐρέεινε Καλυψώ, δῖα θεάων,
Verse: 86    
ἐν θρόνῳ ἱδρύσασα ϕαεινῷ, σιγαλόεντι·

Verse: 87       
"τίπτέ μοι, ῾Ερμεία χρυσόρραπι, εἰλήλουθας
Verse: 88    
αἰδοῖός τε ϕίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
Verse: 89    
αὔδα τι ϕρονέεις: τελέσαι δέ με θυμὸς ἄνωγεν,
Verse: 90    
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν."

Verse: 92       
ὣς ἄρα ϕωνήσασα θεὰ παρέθηκε τράπεζαν
Verse: 93    
ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν·
Verse: 94    
αὐτὰρ πῖνε καὶ ἦσθε διάκτορος ᾽Αργειϕόντης.
Verse: 95    
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
Verse: 96    
καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

Verse: 97       
"εἰρωτᾷς μ' ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι
Verse: 98    
νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
Verse: 99    
Ζεὺς ἔμεγ' ἠνώγει δεῦρ' ἐλθέμεν οὐκ ἐθέλοντα·
Verse: 100    
τίς δ' ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
Verse: 101    
ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
Verse: 102    
ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
Verse: 103    
ἀλλὰ μάλ' οὔ πως ἐστι Διὸς νόον αἰγιόχοιο
Verse: 104    
οὔτε παρ' ἐξ ἐλθεῖν ἄλλον θεὸν οὔθ' ἁλιῶσαι.
Verse: 105    
ϕησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
Verse: 106    
τῶν ἀνδρῶν οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
Verse: 107    
εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
Verse: 108    
οἴκαδἀτὰρ ἐν νόστῳ ᾽Αθηναίην ἀλίτοντο,
Verse: 109    
σϕιν ἐπῶρσ' ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
Verse: 110    
ἔνθ' ἄλλοι μὲν πάντες ἀπέϕθιθεν ἐσθλοὶ ἑταῖροι,
Verse: 111    
τὸν δ' ἄρα δεῦρ' ἄνεμός τε ϕέρων καὶ κῦμα πέλασσε.
Verse: 112    
τὸν νῦν σ' ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
Verse: 113    
οὐ γάρ οἱ τῇδ' αἶσα ϕίλων ἄπο νόσϕιν ὀλέσθαι,
Verse: 114    
ἀλλ' ἔτι οἱ μοῖρ' ἐστὶ ϕίλους τ' ἰδέειν καὶ ἱκέσθαι
Verse: 115    
οἶκον ἐς ὑψόροϕον καὶ ἑὴν ἐς πατρίδα γαῖαν."

Verse: 116       
ὣς ϕάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
Verse: 117    
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·

Verse: 118       
"σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
Verse: 119    
οἵ τε θεαῖς ἀγάασθε παρ' ἀνδράσιν εὐνάζεσθαι
Verse: 120    
ἀμϕαδίην, ἤν τίς τε ϕίλον ποιήσετ' ἀκοίτην.
Verse: 121    
ὣς μὲν ὅτ' ᾽Ωρίων' ἕλετο ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 122    
τόϕρά οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
Verse: 123    
ἕως μιν ἐν ᾽Ορτυγίῃ χρυσόθρονος ῎Αρτεμις ἁγνὴ
Verse: 124    
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεϕνεν.
Verse: 125    
ὣς δ' ὁπότ' ᾽Ιασίωνι ἐυπλόκαμος Δημήτηρ
Verse: 126    
θυμῷ εἴξασα μίγη ϕιλότητι καὶ εὐνῇ
Verse: 127    
νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
Verse: 128    
Ζεύς, ὅς μιν κατέπεϕνε βαλὼν ἀργῆτι κεραυνῷ.
Verse: 129    
ὣς δ' αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
Verse: 130    
τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
Verse: 131    
οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
Verse: 132    
Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
Verse: 133    
ἔνθ' ἄλλοι μὲν πάντες ἀπέϕθιθεν ἐσθλοὶ ἑταῖροι,
Verse: 134    
τὸν δ' ἄρα δεῦρ' ἄνεμός τε ϕέρων καὶ κῦμα πέλασσε.
Verse: 135    
τὸν μὲν ἐγὼ ϕίλεόν τε καὶ ἔτρεϕον, ἠδὲ ἔϕασκον
Verse: 136    
θήσειν ἀθάνατον καὶ ἀγήρων ἤματα πάντα.
Verse: 137    
ἀλλ' ἐπεὶ οὔ πως ἐστι Διὸς νόον αἰγιόχοιο
Verse: 138    
οὔτε παρ' ἐξ ἐλθεῖν ἄλλον θεὸν οὔθ' ἁλιῶσαι,
Verse: 139    
ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
Verse: 140    
πόντον ἐπ' ἀτρύγετον. πέμψω δέ μιν οὔ πῃ ἔγωγε·
Verse: 141    
οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
Verse: 142    
οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης.
Verse: 143    
αὐτάρ οἱ πρόϕρων ὑποθήσομαι, οὐδ' ἐπικεύσω,
Verse: 144    
ὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται."

Verse: 145       
τὴν δ' αὖτε προσέειπε διάκτορος ᾽Αργειϕόντης:

Verse: 146       
"οὕτω νῦν ἀπόπεμπε, Διὸς δ' ἐποπίζεο μῆνιν,
Verse: 147    
μή πως τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ."

Verse: 148       
ὣς ἄρα ϕωνήσας ἀπέβη κρατὺς ᾽Αργειϕόντης:
Verse: 149    
δ' ἐπ' ᾽Οδυσσῆα μεγαλήτορα πότνια Νύμϕη
Verse: 150    
ἤι', ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
Verse: 151    
τὸν δ' ἄρ' ἐπ' ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτ' ὄσσε
Verse: 152    
δακρυόϕιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
Verse: 153    
νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε Νύμϕη.
Verse: 154    
ἀλλ' ἤτοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
Verse: 155    
ἐν σπέσσι γλαϕυροῖσι παρ' οὐκ ἐθέλων ἐθελούσῃ,
Verse: 156    
ἤματα δ' ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
Verse: 157    
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
Verse: 158    
πόντον ἐπ' ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
Verse: 159    
ἀγχοῦ δ' ἱσταμένη προσεϕώνεε δῖα θεάων·

Verse: 160       
"κάμμορε, μή μοι ἔτ' ἐνθάδ' ὀδύρεο, μηδέ τοι αἰὼν
Verse: 161    
ϕθινέτω· ἤδη γάρ σε μάλα πρόϕρασσ' ἀποπέμψω.
Verse: 162    
ἀλλ' ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
Verse: 163    
εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπ' αὐτῆς
Verse: 164    
ὑψοῦ, ὥς σε ϕέρῃσιν ἐπ' ἠεροειδέα πόντον.
Verse: 165    
αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
Verse: 166    
ἐνθήσω μενοεικέ', κέν τοι λιμὸν ἐρύκοι,
Verse: 167    
εἵματά τ' ἀμϕιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,
Verse: 168    
ὥς κε μάλ' ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
Verse: 169    
αἴ κε θεοί γ' ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Verse: 170    
οἵ μευ ϕέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε."

Verse: 171       
ὣς ϕάτο, ῥίγησεν δὲ πολύτλας δῖος ᾽Οδυσσεύς,
Verse: 172    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·

Verse: 173       
"ἄλλό τι δὴ σύ, θεά, τόδε μήδεαι οὐδέ τι πομπήν,
Verse: 174    
με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
Verse: 175    
δεινόν τ' ἀργαλέον τε· τὸ δ' οὐδ' ἐπὶ νῆες ἐῖσαι
Verse: 176    
ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
Verse: 177    
οὐ δ' ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
Verse: 178    
εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
Verse: 179    
μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο."

Verse: 180       
ὣς ϕάτο, μείδησεν δὲ Καλυψώ, δῖα θεάων,
Verse: 181    
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·

Verse: 182       
"ἦ δὴ ἀλιτρός γ' ἐσσὶ καὶ οὐκ ἀποϕώλια εἰδώς,
Verse: 183    
οἷον δὴ τὸν μῦθον ἐπεϕράσθης ἀγορεῦσαι.
Verse: 184    
ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
Verse: 185    
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
Verse: 186    
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
Verse: 187    
μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
Verse: 188    
ἀλλὰ τὰ μὲν νοέω καὶ ϕράσσομαι, ἅσσ' ἂν ἐμοί περ
Verse: 189    
αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
Verse: 190    
καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ
Verse: 191    
θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλ' ἐλεήμων."

Verse: 192       
ὣς ἄρα ϕωνήσασ' ἡγήσατο δῖα θεάων
Verse: 193    
καρπαλίμως: δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο.
Verse: 194    
ἷξον δὲ σπεῖος γλαϕυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
Verse: 195    
καί ' μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου ἔνθεν ἀνέστη
Verse: 196    
῾Ερμείας, Νύμϕη δὲ τίθει πάρα πᾶσαν ἐδωδήν,
Verse: 197    
ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
Verse: 198    
αὐτὴ δ' ἀντίον ἷζεν ᾽Οδυσσῆος θείοιο,
Verse: 199    
τῇ δὲ παρ' ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
Verse: 200    
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Verse: 201    
αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
Verse: 202    
τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·

Verse: 203       
"Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
Verse: 204    
οὕτω δὴ οἶκον δὲ ϕίλην ἐς πατρίδα γαῖαν
Verse: 205    
αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
Verse: 206    
εἴ γε μὲν εἰδείης σῇσι ϕρεσίν ὅσσά τοι αἶσα
Verse: 207    
κήδε' ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
Verse: 208    
ἐνθάδε κ' αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα ϕυλάσσοις
Verse: 209    
ἀθάνατός τ' εἴης, ἱμειρόμενός περ ἰδέσθαι
Verse: 210    
σὴν ἄλοχον, τῆς τ' αἰὲν ἐέλδεαι ἤματα πάντα.
Verse: 211    
οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
Verse: 212    
οὐ δέμας οὐδὲ ϕυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικε
Verse: 213    
θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν."

Verse: 214       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 215       
"πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
Verse: 216    
πάντα μάλ', οὕνεκα σεῖο περίϕρων Πηνελόπεια
Verse: 217    
εἶδος ἀκιδνοτέρη μέγεθός τ' εἰς ἄντα ἰδέσθαι·
Verse: 218    
μὲν γὰρ βροτός ἐστι, σὺ δ' ἀθάνατος καὶ ἀγήρως.
Verse: 219    
ἀλλὰ καὶ ὧς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
Verse: 220    
οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
Verse: 221    
εἰ δ' αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
Verse: 222    
τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
Verse: 223    
ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
Verse: 224    
κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω."

Verse: 225       
ὣς ἔϕατ', ἠέλιος δ' ἄρ' ἔδυ καὶ ἐπὶ κνέϕας ἦλθεν·
Verse: 226    
ἐλθόντες δ' ἄρα τώ γε μυχῷ σπείους γλαϕυροῖο
Verse: 227    
τερπέσθην ϕιλότητι, παρ' ἀλλήλοισι μένοντες.

Verse: 228       
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 229    
αὐτίχ' μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ' ᾽Οδυσσεύς,
Verse: 230    
αὐτὴ δ' ἀργύϕεον ϕᾶρος μέγα ἕννυτο Νύμϕη,
Verse: 231    
λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ' ἰξυῖ
Verse: 232    
καλὴν, χρυσείην, κεϕαλῇ δ' ἐϕύπερθε καλύπτρην·
Verse: 233    
καὶ τότ' ᾽Οδυσσῆι μεγαλήτορι μήδετο πομπήν.
Verse: 234    
δῶκε μέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
Verse: 235    
χάλκεον, ἀμϕοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ
Verse: 236    
στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός:
Verse: 237    
δῶκε δ' ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δ' ὁδοῖο
Verse: 238    
νήσου ἐπ' ἐσχατιήν, ὅθι δένδρεα μακρὰ πεϕύκει,
Verse: 239    
κλήθρη τ' αἴγειρός τ', ἐλάτη τ' ἦν οὐρανομήκης,
Verse: 240    
αὗα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαϕρῶς.
Verse: 241    
αὐτὰρ ἐπεὶ δὴ δεῖξ' ὅθι δένδρεα μακρὰ πεϕύκει,
Verse: 242    
μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
Verse: 243    
αὐτὰρ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
Verse: 244    
εἴκοσι δ' ἔκβαλε πάντα, πελέκκησεν δ' ἄρα χαλκῷ,
Verse: 245    
ξέσσε δ' ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε.
Verse: 246    
τόϕρα δ' ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
Verse: 247    
τέτρηνεν δ' ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισι,
Verse: 248    
γόμϕοισιν δ' ἄρα τήν γε καὶ ἁρμονιῃ῍σιν ἄρασσεν.
Verse: 249    
ὅσσόν τίς τ' ἔδαϕος νηὸς τορνώσεται ἀνὴρ
Verse: 250    
ϕορτίδος εὐρείης, εὖ εἰδὼς τεκτοσυνάων,
Verse: 251    
τόσσον ἐπ' εὐρεῖαν σχεδίην ποιήσατ' ᾽Οδυσσεύς.
Verse: 252    
ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
Verse: 253    
ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
Verse: 254    
ἐν δ' ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
Verse: 255    
πρὸς δ' ἄρα πηδάλιον ποιήσατο, ὄϕρ' ἰθύνοι.
Verse: 256    
ϕράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυί:νῃσι
Verse: 257    
κύματος εἶλαρ ἔμεν· πολλὴν δ' ἐπεχεύατο ὕλην.
Verse: 258    
τόϕρα δὲ ϕάρε' ἔνεικε Καλυψώ, δῖα θεάων,
Verse: 259    
ἱστία ποιήσασθαι· δ' εὖ τεχνήσατο καὶ τά.
Verse: 260    
ἐν δ' ὑπέρας τε κάλους τε πόδας τ' ἐνέδησεν ἐν αὐτῇ,
Verse: 261    
μοχλοῖσιν δ' ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.

Verse: 262       
τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
Verse: 263    
τῷ δ' ἄρα πέμπτῳ πέμπ' ἀπὸ νήσου δῖα Καλυψώ,
Verse: 264    
εἵματά τ' ἀμϕιέσασα θυώδεα καὶ λούσασα.
Verse: 265    
ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
Verse: 266    
τὸν ἕτερον, ἕτερον δ' ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
Verse: 267    
κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
Verse: 268    
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
Verse: 269    
γηθόσυνος δ' οὔρῳ πέτασ' ἱστία δῖος ᾽Οδυσσεύς.
Verse: 270    
αὐτὰρ πηδαλίῳ ἰθύνετο τεχνηέντως
Verse: 271    
ἥμενος: οὐδέ οἱ ὕπνος ἐπὶ βλεϕάροισιν ἔπιπτε
Verse: 272    
Πληιάδας τ' ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
Verse: 273    
῎Αρκτόν θ', ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
Verse: 274    
τ' αὐτοῦ στρέϕεται καί τ' ᾽Ωρίωνα δοκεύει,
Verse: 275    
οἴη δ' ἄμμορός ἐστι λοετρῶν ᾽Ωκεανοῖο·
Verse: 276    
τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
Verse: 277    
ποντοπορευέμεναι ἐπ' ἀριστερὰ χειρὸς ἔχοντα.
Verse: 278    
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
Verse: 279    
ὀκτωκαιδεκάτῃ δὲ ϕάνη ὄρεα σκιόεντα
Verse: 280    
γαίης Φαιήκων, ὅθι τ' ἄγχιστον πέλεν αὐτῷ·
Verse: 281    
εἴσατο δ' ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.

Verse: 282       
τὸν δ' ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
Verse: 283    
τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ
Verse: 284    
πόντον ἐπιπλείων. δ' ἐχώσατο κηρόθι μᾶλλον,
Verse: 285    
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·

Verse: 286       
"ὢ πόποι, μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
Verse: 287    
ἀμϕ' ᾽Οδυσῆι ἐμεῖο μετ' Αἰθιόπεσσιν ἐόντος:
Verse: 288    
καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθά οἱ αἶσα
Verse: 289    
ἐκϕυγέειν μέγα πεῖραρ ὀιζύος, μιν ἱκάνει·
Verse: 290    
ἀλλ' ἔτι μέν μίν ϕημι ἅδην ἐλάαν κακότητος."

Verse: 291       
ὣς εἰπὼν σύναγεν νεϕέλας, ἐτάραξε δὲ πόντον
Verse: 292    
χερσὶ τρίαιναν ἑλών· πάσας δ' ὀρόθυνεν ἀέλλας
Verse: 293    
παντοίων ἀνέμων, σὺν δὲ νεϕέεσσι κάλυψε
Verse: 294    
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ' οὐρανόθεν νύξ.
Verse: 295    
σὺν δ' Εὖρός τε Νότος τε πέσον Ζέϕυρός τε δυσαὴς
Verse: 296    
καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
Verse: 297    
καὶ τότ' ᾽Οδυσσῆος λύτο γούνατα καὶ ϕίλον ἦτορ,
Verse: 298    
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

Verse: 299       
"ὤμοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
Verse: 300    
δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
Verse: 301    
μ' ἔϕατ' ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
Verse: 302    
ἄλγε' ἀναπλήσειν· τάδε δὴ νῦν πάντα τελεῖται,
Verse: 303    
οἵοισιν νεϕέεσσι περιστέϕει οὐρανὸν εὐρὺν
Verse: 304    
Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ' ἄελλαι
Verse: 305    
παντοίων ἀνέμων· νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
Verse: 306    
τρισμάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ' ὄλοντο
Verse: 307    
Τροίῃ ἐν εὐρείῃ, χάριν ᾽Ατρείδῃσι ϕέροντες.
Verse: 308    
ὡς δὴ ἔγωγ' ὄϕελον θανέειν καὶ πότμον ἐπισπεῖν
Verse: 309    
ἤματι τῷ, ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
Verse: 310    
Τρῶες ἐπέρριψαν περὶ Πηλείωνι θανόντι.
Verse: 311    
τῶ κ' ἔλαχον κτερέων, καί μευ κλέος ἦγον ᾽Αχαιοί·
Verse: 312    
νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι."

Verse: 313       
ὣς ἄρα μιν εἰπόντ' ἔλασεν μέγα κῦμα κατ' ἄκρης,
Verse: 314    
δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
Verse: 315    
τῆλε δ' ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
Verse: 316    
ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξε
Verse: 317    
δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
Verse: 318    
τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
Verse: 319    
τὸν δ' ἄρ' ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδὲ δυνάσθη
Verse: 320    
αἶψα μάλ' ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς:
Verse: 321    
εἵματα γάρ ' ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
Verse: 322    
ὀψὲ δὲ δή ' ἀνέδυ, στόματος δ' ἐξέπτυσεν ἅλμην
Verse: 323    
πικρήν, οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
Verse: 324    
ἀλλ' οὐδ' ὧς σχεδίης ἐπελήθετο τειρόμενός περ,
Verse: 325    
ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ' αὐτῆς,
Verse: 326    
ἐν μέσσῃ δὲ κάθιζε τέλος θανάτου ἀλεείνων.
Verse: 327    
τὴν δ' ἐϕόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
Verse: 328    
ὡς δ' ὅτ' ὀπωρινὸς Βορέης ϕορέῃσιν ἀκάνθας
Verse: 329    
ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
Verse: 330    
ὣς τὴν ἂμ πέλαγος ἄνεμοι ϕέρον ἔνθα καὶ ἔνθα·
Verse: 331    
ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε ϕέρεσθαι,
Verse: 332    
ἄλλοτε δ' αὖτ' Εὖρος Ζεϕύρῳ εἴξασκε διώκειν.

Verse: 333       
τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσϕυρος ᾽Ινώ,
Verse: 334    
Λευκοθέη, πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
Verse: 335    
νῦν δ' ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξέμμορε τιμῆς.
Verse: 336    
' ᾽Οδυσῆ' ἐλέησεν ἀλώμενον, ἄλγε' ἔχοντα·
Verse: 337    
αἰθυίῃ δ' εἰκυῖα ποτῇ ἀνεδύσετο λίμνης,
Verse: 338    
ἷζε δ' ἐπὶ σχεδίης καί μιν πρὸς μῦθον ἔειπε·

Verse: 339       
"κάμμορε, τίπτέ τοι ὧδε Ποσειδάων ἐνοσίχθων
Verse: 340    
ὠδύσατ' ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ ϕυτεύει;
Verse: 341    
οὐ μὲν δή σε καταϕθίσει, μάλα περ μενεαίνων.
Verse: 342    
ἀλλὰ μάλ' ὧδ' ἕρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
Verse: 343    
εἵματα ταῦτ' ἀποδὺς σχεδίην ἀνέμοισι ϕέρεσθαι
Verse: 344    
κάλλιπ', ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
Verse: 345    
γαίης Φαιήκων, ὅθι τοι μοῖρ' ἐστὶν ἀλύξαι.
Verse: 346    
τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
Verse: 347    
ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδ' ἀπολέσθαι.
Verse: 348    
αὐτὰρ ἐπὴν χείρεσσιν ἐϕάψεαι ἠπείροιο,
Verse: 349    
ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
Verse: 350    
πολλὸν ἀπ' ἠπείρου, αὐτὸς δ' ἀπὸ νόσϕι τραπέσθαι."

Verse: 351       
ὣς ἄρα ϕωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
Verse: 352    
αὐτὴ δ' ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
Verse: 353    
αἰθυίῃ εἰκυῖα· μέλαν δέ κῦμα κάλυψεν.
Verse: 354    
αὐτὰρ μερμήριξε πολύτλας δῖος ᾽Οδυσσεύς,
Verse: 355    
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

Verse: 356       
"ὤμοι ἐγώ, μή τίς μοι ὑϕαίνῃσιν δόλον αὖτε
Verse: 357    
ἀθανάτων, ὅτε με σχεδίης ἀποβῆναι ἀνώγει.
Verse: 358    
ἀλλὰ μάλ' οὔ πω πείσομ', ἐπεὶ ἑκὰς ὀϕθαλμοῖσι
Verse: 359    
γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι ϕάτο ϕύξιμον εἶναι.
Verse: 360    
ἀλλὰ μάλ' ὧδ' ἕρξω, δοκέει δέ μοι εἶναι ἄριστον·
Verse: 361    
ὄϕρ' ἂν μέν κεν δούρατ' ἐν ἁρμονιῃ῍σιν ἀρήρῃ,
Verse: 362    
τόϕρ' αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
Verse: 363    
αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
Verse: 364    
νήξομ', ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον."

Verse: 365       
εἷος ταῦθ' ὥρμαινε κατὰ ϕρένα καὶ κατὰ θυμόν,
Verse: 366    
ὦρσε δ' ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
Verse: 367    
δεινόν τ' ἀργαλέον τε, κατηρεϕές, ἤλασε δ' αὐτόν.
Verse: 368    
ὡς δ' ἄνεμος ζαὴς ᾔων θημῶνα τινάξῃ
Verse: 369    
καρϕαλέων, τὰ μὲν ἄρ τε διεσκέδασ' ἄλλυδις ἄλλῃ,
Verse: 370    
ὣς τῆς δούρατα μακρὰ διεσκέδασ'. αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 371    
ἀμϕ' ἑνὶ δούρατι βαῖνε, κέληθ' ὡς ἵππον ἐλαύνων,
Verse: 372    
εἵματα δ' ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
Verse: 373    
αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
Verse: 374    
αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
Verse: 375    
νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
Verse: 376    
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·

Verse: 377       
"οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
Verse: 378    
εἰς κεν ἀνθρώποισι Διοτρεϕέεσσι μιγήῃς:
Verse: 379    
ἀλλ' οὐδ' ὧς σε ἔολπα ὀνόσσεσθαι κακότητος."

Verse: 380       
ὣς ἄρα ϕωνήσας ἵμασεν καλλίτριχας ἵππους,
Verse: 381    
ἵκετο δ' εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματ' ἔασιν.

Verse: 382       
αὐτὰρ ᾽Αθηναίη, κούρη Διός, ἄλλ' ἐνόησεν·
Verse: 383    
ἤτοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
Verse: 384    
παύσασθαι δ' ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας:
Verse: 385    
ὦρσε δ' ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ' ἔαξεν,
Verse: 386    
ἕως γε Φαιήκεσσι ϕιληρέτμοισι μιγείη
Verse: 387    
Διογενὴς ᾽Οδυσεύς, θάνατον καὶ κῆρας ἀλύξας.

Verse: 388       
ἔνθα δύω νύκτας δύο τ' ἤματα κύματι πηγῷ
Verse: 389    
πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ' ὄλεθρον.
Verse: 390    
ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ' ᾽Ηώς,
Verse: 391    
καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο, δὲ γαλήνη
Verse: 392    
ἔπλετο νηνεμίη· δ' ἄρα σχεδὸν εἴσιδε γαῖαν
Verse: 393    
ὀξὺ μάλα προιὴδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
Verse: 394    
ὡς δ' ὅτ' ἂν ἀσπάσιος βίοτος παίδεσσι ϕανήῃ
Verse: 395    
πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων,
Verse: 396    
δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
Verse: 397    
ἀσπάσιον δ' ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
Verse: 398    
ὣς ᾽Οδυσῆ' ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
Verse: 399    
νῆχε δ' ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
Verse: 400    
ἀλλ' ὅτε τόσσον ἀπῆν, ὅσσόν τε γέγωνε βοήσας,
Verse: 401    
καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης
Verse: 402    
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
Verse: 403    
δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ' ἁλὸς ἄχνῃ·
Verse: 404    
οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδ' ἐπιωγαί,
Verse: 405    
ἀλλ' ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε ,
Verse: 406    
καὶ τότ' ᾽Οδυσσῆος λύτο γούνατα καὶ ϕίλον ἦτορ,
Verse: 407    
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

Verse: 408       
"ὤμοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
Verse: 409    
Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρασσα,
Verse: 410    
ἔκβασις οὔ πῃ ϕαίνεθ' ἁλὸς πολιοῖο θύραζε·
Verse: 411    
ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμϕὶ δὲ κῦμα
Verse: 412    
βέβρυχεν ῥόθιον, λισσὴ δ' ἀναδέδρομε πέτρη,
Verse: 413    
ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἐστι πόδεσσι
Verse: 414    
στήμεναι ἀμϕοτέροισι καὶ ἐκϕυγέειν κακότητα·
Verse: 415    
μή πως μ' ἐκβαίνοντα βάλῃ λίθακι προτὶ πέτρῃ
Verse: 416    
κῦμα μέγ' ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
Verse: 417    
εἰ δέ κ' ἔτι προτέρω παρανήξομαι, ἤν που ἐϕεύρω
Verse: 418    
ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
Verse: 419    
δείδω μή μ' ἐξαῦτις ἀναρπάξασα θύελλα
Verse: 420    
πόντον ἐπ' ἰχθυόεντα ϕέρῃ βαρέα στενάχοντα,
Verse: 421    
ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
Verse: 422    
ἐξ ἁλός, οἷά τε πολλὰ τρέϕει κλυτὸς ᾽Αμϕιτρίτη·
Verse: 423    
οἶδα γὰρ ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος."

Verse: 424       
εἷος ταῦθ' ὥρμαινε κατὰ ϕρένα καὶ κατὰ θυμόν,
Verse: 425    
τόϕρα δέ μιν μέγα κῦμα ϕέρε τρηχεῖαν ἐπ' ἀκτήν.
Verse: 426    
ἔνθά κ' ἀπὸ ῥινοὺς δρύϕθη, σὺν δ' ὀστέ' ἀράχθη,
Verse: 427    
εἰ μὴ ἐπὶ ϕρεσὶ θῆκε θεὰ γλαυκῶπις ᾽Αθήνη·
Verse: 428    
ἀμϕοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
Verse: 429    
τῆς ἔχετο στενάχων, εἵως μέγα κῦμα παρῆλθε.
Verse: 430    
καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
Verse: 431    
πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
Verse: 432    
ὡς δ' ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
Verse: 433    
πρὸς κοτυληδονόϕιν πυκιναὶ λάιγγες ἔχονται,
Verse: 434    
ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
Verse: 435    
ῥινοὶ ἀπέδρυϕθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
Verse: 436    
ἔνθά κε δὴ δύστηνος ὑπέρμορον ὤλετ' ᾽Οδυσσεύς,
Verse: 437    
εἰ μὴ ἐπιϕροσύνην δῶκε γλαυκῶπις ᾽Αθήνη.
Verse: 438    
κύματος ἐξαναδύς, τά τ' ἐρεύγεται ἤπειρον δέ,
Verse: 439    
νῆχε παρ' ἐξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐϕεύροι
Verse: 440    
ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
Verse: 441    
ἀλλ' ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
Verse: 442    
ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
Verse: 443    
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
Verse: 444    
ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·

Verse: 445       
"κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σ' ἱκάνω,
Verse: 446    
ϕεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
Verse: 447    
αἰδοῖος μέν τ' ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
Verse: 448    
ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
Verse: 449    
σόν τε ῥόον σά τε γούναθ' ἱκάνω πολλὰ μογήσας.
Verse: 450    
ἀλλ' ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι."

Verse: 451       
ὣς ϕάθ', δ' αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
Verse: 452    
πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δὲ σάωσεν
Verse: 453    
ἐς ποταμοῦ προχοάς: δ' ἄρ' ἄμϕω γούνατ' ἔκαμψε
Verse: 454    
χεῖράς τε στιβαράς: ἁλὶ γὰρ δέδμητο ϕίλον κῆρ.
Verse: 455    
ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
Verse: 456    
ἂν στόμα τε ῥῖνάς θ δ' ἄρ' ἄπνευστος καὶ ἄναυδος
Verse: 457    
κεῖτ' ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
Verse: 458    
ἀλλ' ὅτε δή ' ἄμπνυτο καὶ ἐς ϕρένα θυμὸς ἀγέρθη,
Verse: 459    
καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
Verse: 460    
καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
Verse: 461    
ἂψ δ' ἔϕερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δ' ἄρ' ᾽Ινὼ
Verse: 462    
δέξατο χερσὶ ϕίλῃσιν· δ' ἐκ ποταμοῖο λιασθεὶς
Verse: 463    
σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
Verse: 464    
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

Verse: 465       
"ὤμοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
Verse: 466    
εἰ μέν κ' ἐν ποταμῷ δυσκηδέα νύκτα ϕυλάσσω,
Verse: 467    
μή μ' ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
Verse: 468    
ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαϕηότα θυμόν·
Verse: 469    
αὔρη δ' ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
Verse: 470    
εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
Verse: 471    
θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθήῃ
Verse: 472    
ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
Verse: 473    
δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι."

Verse: 474       
ὣς ἄρα οἱ ϕρονέοντι δοάσσατο κέρδιον εἶναι·
Verse: 475    
βῆ ' ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
Verse: 476    
ἐν περιϕαινομένῳ· δοιοὺς δ' ἄρ' ὑπήλυθε θάμνους,
Verse: 477    
ἐξ ὁμόθεν πεϕυῶτας: μὲν ϕυλίης, δ' ἐλαίης.
Verse: 478    
τοὺς μὲν ἄρ' οὔτ' ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
Verse: 479    
οὔτέ ποτ' ἠέλιος ϕαέθων ἀκτῖσιν ἔβαλλεν,
Verse: 480    
οὔτ' ὄμβρος περάασκε διαμπερές: ὣς ἄρα πυκνοὶ
Verse: 481    
ἀλλήλοισιν ἔϕυν ἐπαμοιβαδίς: ουἠς ὑπ' ᾽Οδυσσεὺς
Verse: 482    
δύσετ'. ἄϕαρ δ' εὐνὴν ἐπαμήσατο χερσὶ ϕίλῃσιν
Verse: 483    
εὐρεῖαν· ϕύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
Verse: 484    
ὅσσόν τ' ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
Verse: 485    
ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
Verse: 486    
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος ᾽Οδυσσεύς,
Verse: 487    
ἐν δ' ἄρα μέσσῃ λέκτο, χύσιν δ' ἐπεχεύατο ϕύλλων.
Verse: 488    
ὡς δ' ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
Verse: 489    
ἀγροῦ ἐπ' ἐσχατιῆς, μὴ πάρα γείτονες ἄλλοι,
Verse: 490    
σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὕῃ,
Verse: 491    
ὣς ᾽Οδυσεὺς ϕύλλοισι καλύψατο· τῷ δ' ἄρ' ᾽Αθήνη
Verse: 492    
ὕπνον ἐπ' ὄμμασι χεῦ', ἵνα μιν παύσειε τάχιστα
Verse: 493    
δυσπονέος καμάτοιο, ϕίλα βλέϕαρ' ἀμϕικαλύψας.



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.