TITUS
Homer, Odyssee
Part No. 15
Previous part

Chapter: 15    
ΟΔΥΣΣΕΙΑΣ Ο


Verse: 1       ῾Η δ' εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς ᾽Αθήνη
Verse: 2    
ᾤχετ', ᾽Οδυσσῆος μεγαθύμου ϕαίδιμον υἱὸν
Verse: 3    
νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
Verse: 4    
εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
Verse: 5    
εὕδοντ' ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
Verse: 6    
ἤτοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·
Verse: 7    
Τηλέμαχον δ' οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ' ἐνὶ θυμῷ
Verse: 8    
νύκτα δι' ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
Verse: 9    
ἀγχοῦ δ' ἱσταμένη προσέϕη γλαυκῶπις ᾽Αθήνη·

Verse: 10       
"Τηλέμαχ', οὐκέτι καλὰ δόμων ἄπο τῆλ' ἀλάλησαι,
Verse: 11    
κτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοῖσι δόμοισιν
Verse: 12    
οὕτω ὑπερϕιάλους: μή τοι κατὰ πάντα ϕάγωσι
Verse: 13    
κτήματα δασσάμενοι, σὺ δὲ τηυὴσίην ὁδὸν ἔλθῃς.
Verse: 14    
ἀλλ' ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
Verse: 15    
πεμπέμεν, ὄϕρ' ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
Verse: 16    
ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
Verse: 17    
Εὐρυμάχῳ γήμασθαι· γὰρ περιβάλλει ἅπαντας
Verse: 18    
μνηστῆρας δώροισι καὶ ἐξώϕελλεν ἔεδνα.
Verse: 19    
μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα ϕέρηται.
Verse: 20    
οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός:
Verse: 21    
κείνου βούλεται οἶκον ὀϕέλλειν, ὅς κεν ὀπυίῃ,
Verse: 22    
παίδων δὲ προτέρων καὶ κουριδίοιο ϕίλοιο
Verse: 23    
οὐκέτι μέμνηται τεθνηότος οὐδὲ μεταλλᾷ.
Verse: 24    
ἀλλὰ σύγ' ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα,
Verse: 25    
δμῳάων τίς τοι ἀρίστη ϕαίνεται εἶναι,
Verse: 26    
εἰς κέ τοι ϕήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
Verse: 27    
ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
Verse: 28    
μνηστήρων σ' ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
Verse: 29    
ἐν πορθμῷ ᾽Ιθάκης τε Σάμοιό τε παιπαλοέσσης,
Verse: 30    
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
Verse: 31    
ἀλλὰ τά γ' οὐκ ὀίω· πρὶν καί τινα γαῖα καθέξει
Verse: 32    
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
Verse: 33    
ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
Verse: 34    
νυκτὶ δ' ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
Verse: 35    
ἀθανάτων ὅς τίς σε ϕυλάσσει τε ῥύεταί τε.
Verse: 36    
αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν ᾽Ιθάκης ἀϕίκηαι,
Verse: 37    
νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
Verse: 38    
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαϕικέσθαι,
Verse: 39    
ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
Verse: 40    
ἔνθα δὲ νύκτ' ἀέσαι· τὸν δ' ὀτρῦναι πόλιν εἴσω
Verse: 41    
ἀγγελίην ἐρέοντα περίϕρονι Πηνελοπείῃ,
Verse: 42    
οὕνεκά οἱ σῶς ἐσσι καὶ ἐκ Πύλου εἰλήλουθας."

Verse: 43       
μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πρὸς μακρὸν ῎Ολυμπον,
Verse: 44    
αὐτὰρ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρε
Verse: 45    
λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·

Verse: 46       
"ἔγρεο, Νεστορίδη Πεισίστρατε· μώνυχας ἵππους
Verse: 47    
ζεῦξον ὑϕ' ἅρματ' ἄγων, ὄϕρα πρήσσωμεν ὁδοῖο."

Verse: 48       
τὸν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·

Verse: 49       
"Τηλέμαχ', οὔ πως ἔστιν, ἐπειγομένους περ ὁδοῖο
Verse: 50    
νύκτα διὰ δνοϕερὴν ἐλάαν· τάχα δ' ἔσσεται ἠώς.
Verse: 51    
ἀλλὰ μέν' εἰς κε δῶρα ϕέρων ἐπιδίϕρια θήῃ
Verse: 52    
ἥρως ᾽Ατρεί:δης, δουρικλειτὸς Μενέλαος,
Verse: 53    
καὶ μύθοισ' ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ·
Verse: 54    
τοῦ γάρ τε ξεῖνος μιμνῄσκεται ἤματα πάντα
Verse: 55    
ἀνδρὸς ξεινοδόκου, ὅς κεν ϕιλότητα παράσχῃ."

Verse: 56       
ὣς ἔϕατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν ᾽Ηώς:
Verse: 57    
ἀγχίμολον δέ σϕ' ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
Verse: 58    
ἀνστὰς ἐξ εὐνῆς, ῾Ελένης πάρα καλλικόμοιο.
Verse: 59    
τὸν δ' ὡς οὖν ἐνόησεν ᾽Οδυσσῆος ϕίλος υἱός,
Verse: 60    
σπερχόμενός ῥα χιτῶνα περὶ χροὶ: σιγαλόεντα
Verse: 61    
δῦνεν καὶ μέγα ϕᾶρος ἐπὶ στιβαροῖς βάλετ' ὤμοις
Verse: 62    
ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα·

Verse: 64       
"᾽Ατρείδη Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
Verse: 65    
ἤδη νῦν μ' ἀπόπεμπε ϕίλην ἐς πατρίδα γαῖαν·
Verse: 66    
ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδ' ἱκέσθαι."

Verse: 67       
τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος:

Verse: 68       
"Τηλέμαχ', οὔ τί σ' ἔγωγε πολὺν χρόνον ἐνθάδ' ἐρύξω
Verse: 69    
ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
Verse: 70    
ἀνδρὶ ξεινοδόκῳ, ὅς κ' ἔξοχα μὲν ϕιλέῃσιν,
Verse: 71    
ἔξοχα δ' ἐχθαίρῃσιν· ἀμείνω δ' αἴσιμα πάντα.
Verse: 72    
ἶσόν τοι κακόν ἐσθ', ὅς τ' οὐκ ἐθέλοντα νέεσθαι
Verse: 73    
ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
Verse: 74    
χρὴ ξεῖνον παρεόντα ϕιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
Verse: 75    
ἀλλὰ μέν', εἰς κε δῶρα ϕέρων ἐπιδίϕρια θείω
Verse: 76    
καλά, σὺ δ' ὀϕθαλμοῖσιν ἴδῃ, εἴπω δὲ γυναιξὶ
Verse: 77    
δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
Verse: 78    
ἀμϕότερον, κῦδός τε καὶ ἀγλαί:η καὶ ὄνειαρ,
Verse: 79    
δειπνήσαντας ἴμεν πολλὴν ἐπ' ἀπείρονα γαῖαν.
Verse: 80    
εἰ δ' ἐθέλεις τραϕθῆναι ἀν' ῾Ελλάδα καὶ μέσον ῎Αργος,
Verse: 81    
ὄϕρά τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
Verse: 82    
ἄστεα δ' ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
Verse: 83    
αὔτως ἀππέμψει, δώσει δέ τε ἕν γε ϕέρεσθαι,
Verse: 84    
ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων
Verse: 85    
ἠὲ δύ' ἡμιόνους ἠὲ χρύσειον ἄλεισον."

Verse: 86       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 87       
"᾽Ατρείδη Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
Verse: 88    
βούλομαι ἤδη νεῖσθαι ἐϕ' ἡμέτεροὐ γὰρ ὄπισθεν
Verse: 89    
οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσι·
Verse: 90    
μὴ πατέρ' ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
Verse: 91    
τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται."

Verse: 92       
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
Verse: 93    
αὐτίκ' ἄρ' ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
Verse: 94    
δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
Verse: 95    
ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοίδης ᾽Ετεωνεύς,
Verse: 96    
ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ' αὐτοῦ·
Verse: 97    
τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
Verse: 98    
ὀπτῆσαί τε κρεῶν· δ' ἄρ' οὐκ ἀπίθησεν ἀκούσας.
Verse: 99    
αὐτὸς δ' ἐς θάλαμον κατεβήσετο κηώεντα,
Verse: 100    
οὐκ οἶος: ἅμα τῷ γ' ῾Ελένη κίε καὶ Μεγαπένθης.
Verse: 101    
ἀλλ' ὅτε δή ' ἵκαν', ὅθι οἱ κειμήλια κεῖτο,
Verse: 102    
᾽Ατρείδης μὲν ἔπειτα δέπας λάβεν ἀμϕικύπελλον,
Verse: 103    
υἱὸν δὲ κρητῆρα ϕέρειν Μεγαπένθε' ἄνωγεν
Verse: 104    
ἀργύρεον. ῾Ελένη δὲ παρίστατο ϕωριαμοῖσιν,
Verse: 105    
ἔνθ' ἔσάν οἱ πέπλοι παμποίκιλοι, ουἠς κάμεν αὐτή.
Verse: 106    
τῶν ἕν' ἀειραμένη ῾Ελένη ϕέρε, δῖα γυναικῶν,
Verse: 107    
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
Verse: 108    
ἀστὴρ δ' ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
Verse: 109    
βὰν δ' ἴμεναι προτέρω διὰ δώματος, εἷος ἵκοντο
Verse: 110    
Τηλέμαχον· τὸν δὲ προσέϕη ξανθὸς Μενέλαος:

Verse: 111       
"Τηλέμαχ', ἤτοι νόστον, ὅπως ϕρεσὶ σῇσι μενοινᾷς,
Verse: 112    
ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις ῞Ηρης.
Verse: 113    
δώρων δ', ὅσσ' ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
Verse: 114    
δώσω κάλλιστον καὶ τιμηέστατόν ἐστι.
Verse: 115    
δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
Verse: 116    
ἔστιν ἅπας, χρυσῷ δ' ἐπὶ χείλεα κεκράανται,
Verse: 117    
ἔργον δ' ῾Ηϕαίστοιο· πόρεν δέ Φαίδιμος ἥρως,
Verse: 118    
Σιδονίων βασιλεύς, ὅθ' ἑὸς δόμος ἀμϕεκάλυψε
Verse: 119    
κεῖσέ με νοστήσαντα· τεὶ:ν δ' ἐθέλω τόδ' ὀπάσσαι."

Verse: 120       
ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμϕικύπελλον
Verse: 121    
ἥρως ᾽Ατρείδης: δ' ἄρα κρητῆρα ϕαεινὸν
Verse: 122    
θῆκ' αὐτοῦ προπάροιθε ϕέρων κρατερὸς Μεγαπένθης,
Verse: 123    
ἀργύρεον· ῾Ελένη δὲ παρίστατο καλλιπάρῃος
Verse: 124    
πέπλον ἔχουσ' ἐν χερσίν, ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·

Verse: 125       
"δῶρόν τοι καὶ ἐγώ, τέκνον ϕίλε, τοῦτο δίδωμι,
Verse: 126    
μνῆμ' ῾Ελένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
Verse: 127    
σῇ ἀλόχῳ ϕορέειν· τείως δὲ ϕίλῃ παρὰ μητρὶ
Verse: 128    
κεῖσθαι ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀϕίκοιο
Verse: 129    
οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν."

Verse: 130       
ὣς εἰποῦσ' ἐν χερσὶ τίθει, δὲ δέξατο χαίρων.
Verse: 131    
καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
Verse: 132    
δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
Verse: 133    
τοὺς δ' ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
Verse: 134    
ἑζέσθην δ' ἄρ' ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
Verse: 135    
χέρνιβα δ' ἀμϕίπολος προχόῳ ἐπέχευε ϕέρουσα
Verse: 136    
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
Verse: 137    
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
Verse: 138    
σῖτον δ' αἰδοίη ταμίη παρέθηκε ϕέρουσα·
Verse: 140    
πὰρ δὲ Βοηθοίδης κρέα δαίετο καὶ νέμε μοίρας:
Verse: 141    
οἰνοχόει δ' υἱὸς Μενελάου κυδαλίμοιο.
Verse: 142    
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Verse: 143    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 144    
δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
Verse: 145    
ἵππους τε ζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον,
Verse: 146    
ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
Verse: 147    
τοὺς δὲ μετ' ᾽Ατρείδης ἔκιε ξανθὸς Μενέλαος,
Verse: 148    
οἶνον ἔχων ἐν χειρὶ μελίϕρονα δεξιτερῆϕι,
Verse: 149    
χρυσέῳ ἐν δέπαιὴ, ὄϕρα λείψαντε κιοίτην.
Verse: 150    
στῆ δ' ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·

Verse: 151       
"χαίρετον, κούρω, καὶ Νέστορι ποιμένι λαῶν
Verse: 152    
εἰπεῖν· γὰρ ἔμοιγε πατὴρ ὣς ἤπιος ἦεν,
Verse: 153    
εἷος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες ᾽Αχαιῶν."

Verse: 154       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 155       
"καὶ λίην κείνῳ γε, Διοτρεϕές, ὡς ἀγορεύεις,
Verse: 156    
πάντα τάδ' ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
Verse: 157    
νοστήσας ᾽Ιθάκην δε,v κιχὼν ᾽Οδυσῆ' ἐνὶ οἴκω,/
Verse: 158    
εἴποιμ', ὡς παρὰ σεῖο τυχὼν ϕιλότητος ἁπάσης
Verse: 159    
ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά."

Verse: 160       
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
Verse: 161    
αἰετὸς ἀργὴν χῆνα ϕέρων ὀνύχεσσι πέλωρον,
Verse: 162    
ἥμερον ἐξ αὐλῆς: οἱ δ' ἰύζοντες ἕποντο
Verse: 163    
ἀνέρες ἠδὲ γυναῖκες: δέ σϕισιν ἐγγύθεν ἐλθὼν
Verse: 164    
δεξιὸς ἤιξε πρόσθ' ἵππων. οἱ δὲ ἰδόντες
Verse: 165    
γήθησαν, καὶ πᾶσιν ἐνὶ ϕρεσὶ θυμὸς ἰάνθη.
Verse: 166    
τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·

Verse: 167       
"ϕράζεο δή, Μενέλαε Διοτρεϕές, ὄρχαμε λαῶν,
Verse: 168    
νῶιὴν τόδ' ἔϕηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ."

Verse: 169       
ὣς ϕάτο, μερμήριξε δ' ᾽Αρηίϕιλος Μενέλαος,
Verse: 170    
ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
Verse: 171    
τὸν δ' ῾Ελένη τανύπεπλος ὑποϕθαμένη ϕάτο μῦθον·

Verse: 172       
"κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
Verse: 173    
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω.
Verse: 174    
ὡς ὅδε χῆν' ἥρπαξ' ἀτιταλλομένην ἐνὶ οἴκῳ
Verse: 175    
ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
Verse: 176    
ὣς ᾽Οδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς
Verse: 177    
οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
Verse: 178    
οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι ϕυτεύει."

Verse: 179       
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 180       
"οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις ῞Ηρης:
Verse: 181    
τῶ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην."

Verse: 182       
καὶ ἐϕ' ἵπποιιν μάστιν βάλε· τοὶ δὲ μάλ' ὦκα
Verse: 183    
ἤιὴξαν πεδίον δὲ διὰ πτόλιος μεμαῶτες.
Verse: 184    
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμϕὶς ἔχοντες.
Verse: 185    
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
Verse: 186    
ἐς Φηρὰς δ' ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
Verse: 187    
υἱέος ᾽Ορτιλόχοιο, τὸν ᾽Αλϕειὸς τέκε παῖδα.
Verse: 188    
ἔνθα δὲ νύκτ' ἄεσαν, δὲ τοῖς πὰρ ξείνια θῆκεν.

Verse: 189       
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 190    
ἵππους τε ζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον,
Verse: 191    
ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
Verse: 192    
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἄκοντε πετέσθην.
Verse: 193    
αἶψα δ' ἔπειθ' ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
Verse: 194    
καὶ τότε Τηλέμαχος προσεϕώνεε Νέστορος υἱόν·

Verse: 195       
"Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
Verse: 196    
μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ' εἶναι
Verse: 197    
ἐκ πατέρων ϕιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
Verse: 198    
ἥδε δ' ὁδὸς καὶ μᾶλλον ὁμοϕροσύνῃσιν ἐνήσει.
Verse: 199    
μή με παρ' ἐξ ἄγε νῆα, Διοτρεϕές, ἀλλὰ λίπ' αὐτοῦ,
Verse: 200    
μή μ' γέρων ἀέκοντα κατάσχῃ ἐνὶ οἴκῳ
Verse: 201    
ἱέμενος ϕιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι."

Verse: 202       
ὣς ϕάτο, Νεστορίδης δ' ἄρ' ἑῷ συμϕράσσατο θυμῷ,
Verse: 203    
ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
Verse: 204    
ὧδε δέ οἱ ϕρονέοντι δοάσσατο κέρδιον εἶναι·
Verse: 205    
στρέψ' ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
Verse: 206    
νηὶ δ' ἐνὶ πρυμνῇ ἐξαίνυτο κάλλιμα δῶρα,
Verse: 207    
ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
Verse: 208    
καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·

Verse: 209       
"σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
Verse: 210    
πρὶν ἐμὲ οἴκαδ' ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
Verse: 211    
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ ϕρένα καὶ κατὰ θυμόν·
Verse: 212    
οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
Verse: 213    
ἀλλ' αὐτὸς καλέων δεῦρ' εἴσεται, οὐδέ ϕημι
Verse: 214    
ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης."

Verse: 215       
ὣς ἄρα ϕωνήσας ἔλασεν καλλίτριχας ἵππους
Verse: 216    
ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δ' ἄρα δώμαθ' ἵκανε.
Verse: 217    
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν·

Verse: 218       
"ἐγκοσμεῖτε τὰ τεύχε', ἑταῖροι, νηὶ: μελαίνῃ,
Verse: 219    
αὐτοί τ' ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο."

Verse: 220       
ὣς ἔϕαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
Verse: 221    
αἶψα δ' ἄρ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.

Verse: 222       
ἤτοι μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δ' ᾽Αθήνῃ
Verse: 223    
νηὶ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
Verse: 224    
τηλεδαπός, ϕεύγων ἐξ ῎Αργεος ἄνδρα κατακτάς,
Verse: 225    
μάντις: ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
Verse: 226    
ὃς πρὶν μέν ποτ' ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
Verse: 227    
ἀϕνειὸς Πυλίοισι μέγ' ἔξοχα δώματα ναίων·
Verse: 228    
δὴ τότε γ' ἄλλων δῆμον ἀϕίκετο, πατρίδα ϕεύγων
Verse: 229    
Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
Verse: 230    
ὅς οἱ χρήματα πολλὰ τελεσϕόρον εἰς ἐνιαυτὸν
Verse: 231    
εἶχε βίῃ. δὲ τέως μὲν ἐνὶ μεγάροις Φυλάκοιο
Verse: 232    
δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρ' ἄλγεα πάσχων,
Verse: 233    
εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
Verse: 234    
τήν οἱ ἐπὶ ϕρεσὶ θῆκε θεὰ δασπλῆτις ᾽Ερινύς.
Verse: 235    
ἀλλ' μὲν ἔκϕυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
Verse: 236    
ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
Verse: 237    
ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
Verse: 238    
ἠγάγετο πρὸς δώμαθ'. δ' ἄλλων ἵκετο δῆμον,
Verse: 239    
῎Αργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
Verse: 240    
ναιέμεναι πολλοῖσιν ἀνάσσοντ' ᾽Αργείοισιν.
Verse: 241    
ἔνθα δ' ἔγημε γυναῖκα καὶ ὑψερεϕὲς θέτο δῶμα,
Verse: 242    
γείνατο δ' ᾽Αντιϕάτην καὶ Μάντιον, υἷε κραταιώ.
Verse: 243    
᾽Αντιϕάτης μὲν ἔτικτεν ᾽Οικλῆα μεγάθυμον,
Verse: 244    
αὐτὰρ ᾽Οιὴκλείης λαοσσόον ᾽Αμϕιάραον,
Verse: 245    
ὃν περὶ κῆρι ϕίλει Ζεύς τ' αἰγίοχος καὶ ᾽Απόλλων
Verse: 246    
παντοίην ϕιλότητοὐδ' ἵκετο γήραος οὐδόν,
Verse: 247    
ἀλλ' ὄλετ' ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
Verse: 248    
τοῦ υἱεῖς ἐγένοντ' ᾽Αλκμάων ᾽Αμϕίλοχός τε.
Verse: 249    
Μάντιος αὖ τέκετο Πολυϕείδεά τε Κλεῖτόν τε·
Verse: 250    
ἀλλ' ἤτοι Κλεῖτον χρυσόθρονος ἥρπασεν ᾽Ηὼς
Verse: 251    
κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη.
Verse: 252    
αὐτὰρ ὑπέρθυμον Πολυϕείδεα μάντιν ᾽Απόλλων
Verse: 253    
θῆκε βροτῶν ὄχ' ἄριστον, ἐπεὶ θάνεν ᾽Αμϕιάραος:
Verse: 254    
ὅς ' ᾀυπερησίην δ' ἀπενάσσατο πατρὶ χολωθείς,
Verse: 255    
ἔνθ' γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσι.

Verse: 256       
τοῦ μὲν ἄρ' υἱὸς ἐπῆλθε, Θεοκλύμενος δ' ὄνομ' ἦεν,
Verse: 257    
ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δὲ κίχανε
Verse: 258    
σπένδοντ' εὐχόμενόν τε θοῇ παρὰ νηὶ μελαίνῃ,
Verse: 259    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·

Verse: 260       
"ὦ ϕίλ', ἐπεί σε θύοντα κιχάνω τῷδ' ἐνὶ χώρῳ,
Verse: 261    
λίσσομ' ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
Verse: 262    
σῆς τ' αὐτοῦ κεϕαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
Verse: 263    
εἰπέ μοι εἰρομένῳ νημερτέα μηδ' ἐπικεύσῃς:
Verse: 264    
τίς, πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες..."

Verse: 265       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 266       
"τοὶ γὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
Verse: 267    
ἐξ ᾽Ιθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν ᾽Οδυσσεύς,
Verse: 268    
εἴ ποτ' ἔην· νῦν δ' ἤδη ἀπέϕθιτο λυγρῷ ὀλέθρῳ.
Verse: 269    
τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
Verse: 270    
ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο."

Verse: 271       
τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:

Verse: 272       
"οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
Verse: 273    
ἔμϕυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
Verse: 274    
῎Αργος ἀν' ἱππόβοτον, μέγα δὲ κρατέουσιν ᾽Αχαιῶν.
Verse: 275    
τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
Verse: 276    
ϕεύγω, ἐπεί νύ μοι αἶσα κατ' ἀνθρώπους ἀλάλησθαι.
Verse: 277    
ἀλλά με νηὸς ἔϕεσσαι, ἐπεί σε ϕυγὼν ἱκέτευσα,
Verse: 278    
μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀί:ω."

Verse: 279       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 280       
"οὐ μὲν δή σ' ἐθέλοντά γ' ἀπώσω νηὸς ἐίσης,
Verse: 281    
ἀλλ' ἕπευ· αὐτὰρ κεῖθι ϕιλήσεαι, οἷά κ' ἔχωμεν."

Verse: 282       
ὣς ἄρα ϕωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
Verse: 283    
καὶ τό γ' ἐπ' ἰκριόϕιν τάνυσεν νεὸς ἀμϕιελίσσης:
Verse: 284    
ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο,
Verse: 285    
ἐν πρύμνῃ δ' ἄρ' ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ
Verse: 286    
εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσι' ἔλυσαν.
Verse: 287    
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
Verse: 288    
ὅπλων ἅπτεσθαι· τοὶ δ' ἐσσυμένως ἐπίθοντο.
Verse: 289    
ἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
Verse: 290    
στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
Verse: 291    
ἕλκον δ' ἱστία λευκὰ ἐυὴστρέπτοισι βοεῦσι.
Verse: 292    
τοῖσιν δ' ἴκμενον οὖρον ἵει γλαυκῶπις ᾽Αθήνη,
Verse: 293    
λάβρον ἐπαιγίζοντα δι' αἰθέρος, ὄϕρα τάχιστα
Verse: 294    
νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.

Verse: 296       
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
Verse: 297    
δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ,
Verse: 298    
ἠδὲ παρ' ῎Ηλιδα δῖαν, ὅθι κρατέουσιν ᾽Επειοί.
Verse: 299    
ἔνθεν δ' αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
Verse: 300    
ὁρμαίνων, κεν θάνατον ϕύγοι κεν ἁλώῃ.

Verse: 301       
τὼ δ' αὖτ' ἐν κλισίῃ ᾽Οδυσεὺς καὶ δῖος ὑϕορβὸς
Verse: 302    
δορπείτην· παρὰ δέ σϕιν ἐδόρπεον ἀνέρες ἄλλοι.
Verse: 303    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 304    
τοῖς δ' ᾽Οδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
Verse: 305    
μιν ἔτ' ἐνδυκέως ϕιλέοι μεῖναί τε κελεύοι
Verse: 306    
αὐτοῦ ἐνὶ σταθμῷ ὀτρύνειε πόλιν δέ·

Verse: 307       
"κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·
Verse: 308    
ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
Verse: 309    
πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
Verse: 310    
ἀλλά μοι εὖ θ' ὑπόθευ καὶ ἅμ' ἡγεμόν' ἐσθλὸν ὄπασσον,
Verse: 311    
ὅς κέ με κεῖσ' ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
Verse: 312    
πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
Verse: 313    
καί κ' ἐλθὼν πρὸς δώματ' ᾽Οδυσσῆος θείοιο
Verse: 314    
ἀγγελίην εἴποιμι περίϕρονι Πηνελοπείῃ,
Verse: 315    
καί κε μνηστήρεσσιν ὑπερϕιάλοισι μιγείην,
Verse: 316    
εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί' ἔχοντες.
Verse: 317    
αἶψά κεν εὖ δρώοιμι μετὰ σϕίσιν, ἅσσ' ἐθέλοιεν.
Verse: 318    
ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
Verse: 319    
῾Ερμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
Verse: 320    
ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
Verse: 321    
δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
Verse: 322    
πῦρ τ' εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
Verse: 323    
δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
Verse: 324    
οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες."

Verse: 325       
τὸν δὲ μέγ' ὀχθήσας προσέϕης, Εὔμαιε συβῶτα·

Verse: 326       
"ὤμοι, ξεῖνε, τί τοι ἐνὶ ϕρεσὶ τοῦτο νόημα
Verse: 327    
ἔπλετο; σύγε πάγχυ λιλαίεαι αὐτόθ' ὀλέσθαι,
Verse: 328    
εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
Verse: 329    
τῶν ὕβρίς τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
Verse: 330    
οὔ τοι τοιοῖδ' εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
Verse: 331    
ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
Verse: 332    
αἰεὶ δὲ λιπαροὶ κεϕαλὰς καὶ καλὰ πρόσωπα,
Verse: 333    
οἵ σϕιν ὑποδρώωσιν· ἐυ?ξεστοι δὲ τράπεζαι
Verse: 334    
σίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίθασιν.
Verse: 335    
ἀλλὰ μένοὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
Verse: 336    
οὔτ' ἐγὼ οὔτέ τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
Verse: 337    
αὐτὰρ ἐπὴν ἔλθῃσιν ᾽Οδυσσῆος ϕίλος υἱός,
Verse: 338    
κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
Verse: 339    
πέμψει δ' ὅππῃ σε κραδίη θυμός τε κελεύει."

Verse: 340       
τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος ᾽Οδυσσεύς:

Verse: 341       
"αἴθ' οὕτως, Εὔμαιε, ϕίλος Διὶ πατρὶ γένοιο
Verse: 342    
ὡς ἐμοί, ὅττι μ' ἔπαυσας ἄλης καὶ ὀιὴζύος αἰνῆς.
Verse: 343    
πλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·
Verse: 344    
ἀλλ' ἕνεκ' οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχουσιν
Verse: 345    
ἀνέρες, ὅν τιν' ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
Verse: 346    
νῦν δ' ἐπεὶ ἰσχανάᾳς μεῖναί τέ με κεῖνον ἄνωγας,
Verse: 347    
εἴπ' ἄγε μοι περὶ μητρὸς ᾽Οδυσσῆος θείοιο
Verse: 348    
πατρός θ', ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
Verse: 349    
που ἔτι ζώουσιν ὑπ' αὐγὰς ἠελίοιο,
Verse: 350    
ἤδη τεθνᾶσι καὶ εἰν ᾽Αίδαο δόμοισι."

Verse: 351       
τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

Verse: 352       
"τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
Verse: 353    
Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ' εὔχεται αἰεὶ
Verse: 354    
θυμὸν ἀπὸ μελέων ϕθίσθαι οἷς ἐν μεγάροισιν·
Verse: 355    
ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
Verse: 356    
κουριδίης τ' ἀλόχοιο δαί:ϕρονος, μάλιστα
Verse: 357    
ἤκαχ' ἀποϕθιμένη καὶ ἐν ὠμῷ γήραιὴ θῆκεν.
Verse: 358    
δ' ἄχειὴ οὗ παιδὸς ἀπέϕθιτο κυδαλίμοιο,
Verse: 359    
λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἔμοιγε
Verse: 360    
ἐνθάδε ναιετάων ϕίλος εἴη καὶ ϕίλα ἕρδοι.
Verse: 361    
ὄϕρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
Verse: 362    
τόϕρά τί μοι ϕίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
Verse: 363    
οὕνεκά μ' αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
Verse: 364    
θυγατέρ' ἰϕθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
Verse: 365    
τῇ ὁμοῦ ἐτρεϕόμην, ὀλίγον δέ τί μ' ἧσσον ἐτίμα.
Verse: 366    
αὐτὰρ ἐπεί ' ἥβην πολυήρατον ἱκόμεθ' ἄμϕω,
Verse: 367    
τὴν μὲν ἔπειτα Σάμην δὲ δόσαν καὶ μυρί' ἕλοντο,
Verse: 368    
αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐκείνη
Verse: 369    
καλὰ μάλ' ἀμϕιέσασα ποσίν θ' ὑποδήματα δοῦσα
Verse: 370    
ἀγρόν δὲ προί:αλλε· ϕίλει δέ με κηρόθι μᾶλλον.
Verse: 371    
νῦν δ' ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ
Verse: 372    
ἔργον ἀέξουσιν μάκαρες θεοί, ἐπιμίμνω·
Verse: 373    
τῶν ἔϕαγόν τ' ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
Verse: 374    
ἐκ δ' ἄρα δεσποίνης οὐ μείλιχόν ἐστιν ἀκοῦσαι
Verse: 375    
οὔτ' ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
Verse: 376    
ἄνδρες ὑπερϕίαλοι· μέγα δὲ δμῶες χατέουσιν
Verse: 377    
ἀντία δεσποίνης ϕάσθαι καὶ ἕκαστα πυθέσθαι
Verse: 378    
καὶ ϕαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι ϕέρεσθαι
Verse: 379    
ἀγρόν δ', οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει."

Verse: 380       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 381       
"ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
Verse: 382    
πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
Verse: 383    
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
Verse: 384    
ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
Verse: 385    
ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
Verse: 386    
σέγε μουνωθέντα παρ' οἴεσιν παρὰ βουσὶν
Verse: 387    
ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδὲ πέρασσαν
Verse: 388    
τοῦδ' ἀνδρὸς πρὸς δώμαθ', δ' ἄξιον ὦνον ἔδωκε."

Verse: 389       
τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

Verse: 390       
"ξεῖν', ἐπεὶ ἂρ δὴ ταῦτά μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς,
Verse: 391    
σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον,
Verse: 392    
ἥμενος. αἵδε δὲ νύκτες ἀθέσϕατοι· ἔστι μὲν εὕδειν,
Verse: 393    
ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,
Verse: 394    
πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
Verse: 395    
τῶν δ' ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
Verse: 396    
εὑδέτω ἐξελθών· ἅμα δ' ἠοῖ῍ ϕαινομένηϕι
Verse: 397    
δειπνήσας ἅμ' ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
Verse: 398    
νῶι δ' ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
Verse: 399    
κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,
Verse: 400    
μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
Verse: 401    
ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ' ἐπαληθῇ.
Verse: 402    
τοῦτο δέ τοι ἐρέω, μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.
Verse: 403    
νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
Verse: 404    
᾽Ορτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,
Verse: 405    
οὔ τι περιπληθὴς λίην τόσον, ἀλλ' ἀγαθὴ μέν,
Verse: 406    
εὔβοτος, εὔμηλος, οἰνοπληθὴς, πολύπυρος.
Verse: 407    
πείνη δ' οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
Verse: 408    
νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·
Verse: 409    
ἀλλ' ὅτε γηράσκωσι πόλιν κάτα ϕῦλ' ἀνθρώπων,
Verse: 410    
ἐλθὼν ἀργυρότοξος ᾽Απόλλων ᾽Αρτέμιδι ξὺν,
Verse: 411    
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεϕνεν.
Verse: 412    
ἔνθα δύω πόλιες, δίχα δέ σϕισι πάντα δέδασται·
Verse: 413    
τῇσιν δ' ἀμϕοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
Verse: 414    
Κτήσιος ᾽Ορμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
Verse: 415    
ἔνθα δὲ Φοίνικες ναυσικλυτοὶ ἤλυθον ἄνδρες,
Verse: 416    
τρῶκται, μυρί' ἄγοντες ἀθύρματα νηὶ μελαίνῃ.
Verse: 417    
ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσ' ἐνὶ οἴκῳ,
Verse: 418    
καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα εἰδυῖα·
Verse: 419    
τὴν δ' ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
Verse: 420    
πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηὶ
Verse: 421    
εὐνῇ καὶ ϕιλότητι, τά τε ϕρένας ἠπεροπεύει
Verse: 422    
θηλυτέρῃσι γυναιξί, καὶ κ' εὐεργὸς ἔῃσιν.
Verse: 423    
εἰρώτα δὴ ἔπειτα, τίς εἴη καὶ πόθεν ἔλθοι·
Verse: 424    
δὲ μάλ' αὐτίκα πατρὸς ἐπέϕραδεν ὑψερεϕὲς δῶ·
Verse: 425    
'ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
Verse: 426    
κούρη δ' εἴμ' ᾽Αρύβαντος ἐγὼ ῥυδὸν ἀϕνειοῖο·
Verse: 427    
ἀλλά μ' ἀνήρπαξαν Τάϕιοι ληίστορες ἄνδρες
Verse: 428    
ἀγρόθεν ἐρχομένην, πέρασαν δέ με δεῦρ' ἀγαγόντες
Verse: 429    
τοῦδ' ἀνδρὸς πρὸς δώμαθ δ' ἄξιον ὦνον ἔδωκε.'
Verse: 430    
τὴν δ' αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρῃ·
Verse: 431    
'ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμ' ἡμῖν οἴκαδ' ἕποιο,
Verse: 432    
ὄϕρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεϕὲς δῶ
Verse: 433    
αὐτούς τ γὰρ ἔτ' εἰσὶ καὶ ἀϕνειοὶ καλέονται.'
Verse: 434    
τὸν δ' αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
Verse: 435    
'εἴη κεν καὶ τοῦτ', εἴ μοι ἐθέλοιτέ γε, ναῦται,
Verse: 436    
ὅρκῳ πιστωθῆναι ἀπήμονά μ' οἴκαδ' ἀπάξειν.'
Verse: 437    
ὣς ἔϕαθ', οἱ δ' ἄρα πάντες ἐπώμνυον, ὡς ἐκέλευεν.
Verse: 438    
αὐτὰρ ἐπεί ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
Verse: 439    
τοῖς δ' αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
Verse: 440    
'σιγῇ νῦν· μή τίς με προσαυδάτω ἐπέεσσιν
Verse: 441    
ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἐν ἀγυιῇ
Verse: 442    
που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι
Verse: 443    
ἐλθὼν ἐξείπῃ, δ' ὀισάμενος καταδήσῃ
Verse: 444    
δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ' ἐπιϕράσσετ' ὄλεθρον.
Verse: 445    
ἀλλ' ἔχετ' ἐν ϕρεσὶ μῦθον, ἐπείγετε δ' ὦνον ὁδαίων.
Verse: 446    
ἀλλ' ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
Verse: 447    
ἀγγελίη μοι ἔπειτα θοῶς πρὸς δώμαθ' ἱκέσθω·
Verse: 448    
οἴσω γὰρ καὶ χρυσόν, ὅτις χ' ὑποχείριος ἔλθῃ.
Verse: 449    
καὶ δέ κεν ἄλλ' ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.
Verse: 450    
παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ μεγάροις ἀτιτάλλω,
Verse: 451    
κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·
Verse: 452    
τόν κεν ἄγοιμ' ἐπὶ νηός, δ' ὕμιν μυρίον ὦνον
Verse: 453    
ἄλϕοι, ὅπῃ περάσητε κατ' ἀλλοθρόους ἀνθρώπους.'
Verse: 454    
μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πρὸς δώματα καλά,
Verse: 455    
οἱ δ' ἐνιαυτὸν ἅπαντα παρ' ἡμῖν αὖθι μένοντες
Verse: 456    
ἐν νηὶ γλαϕυρῇ βίοτον πολὺν ἐμπολόωντο.
Verse: 457    
ἀλλ' ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,
Verse: 458    
καὶ τότ' ἄρ' ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
Verse: 459    
ἤλυθ' ἀνὴρ πολύιδρις ἐμοῦ πρὸς δώματα πατρὸς
Verse: 460    
χρύσεον ὅρμον ἔχων, μετὰ δ' ἠλέκτροισιν ἔερτο.
Verse: 461    
τὸν μὲν ἄρ' ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ
Verse: 462    
χερσίν τ' ἀμϕαϕόωντο καὶ ὀϕθαλμοῖσιν ὁρῶντο,
Verse: 463    
ὦνον ὑπισχόμεναι· δὲ τῇ κατένευσε σιωπῇ.
Verse: 464    
ἤτοι καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,
Verse: 465    
δ' ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.
Verse: 466    
εὗρε δ' ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας
Verse: 467    
ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρ' ἀμϕεπένοντο.
Verse: 468    
οἱ μὲν ἄρ' ἐς θῶκον πρόμολον δήμοιό τε ϕῆμιν,
Verse: 469    
δ' αἶψα τρί' ἄλεισα κατακρύψασ' ὑπὸ κόλπῳ
Verse: 470    
ἔκϕερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιϕροσύνῃσι.
Verse: 471    
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
Verse: 472    
ἡμεῖς δ' ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,
Verse: 473    
ἔνθ' ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.
Verse: 474    
οἱ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
Verse: 475    
νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.
Verse: 476    
ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·
Verse: 477    
ἀλλ' ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
Verse: 478    
τὴν μὲν ἔπειτα γυναῖκα βάλ' ῎Αρτεμις ἰοχέαιρα,
Verse: 479    
ἄντλῳ δ' ἐνδούπησε πεσοῦσ' ὡς εἰναλίη κήξ.
Verse: 480    
καὶ τὴν μὲν ϕώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι
Verse: 481    
ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·
Verse: 482    
τοὺς δ' ᾽Ιθάκῃ ἐπέλασσε ϕέρων ἄνεμός τε καὶ ὕδωρ,
Verse: 483    
ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
Verse: 484    
οὕτω τῆ῍νδέ τε γαῖαν ἐγὼν ἴδον ὀϕθαλμοῖσι."

Verse: 485       
τὸν δ' αὖ Διογενὴς ᾽Οδυσεὺς ἠμείβετο μύθῳ·

Verse: 486       
"Εὔμαι', μάλα δή μοι ἐνὶ ϕρεσὶ θυμὸν ὄρινας
Verse: 487    
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
Verse: 488    
ἀλλ' ἤτοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
Verse: 489    
Ζεύς, ἐπεὶ ἀνδρὸς δώματ' ἀϕίκεο πολλὰ μογήσας
Verse: 490    
ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
Verse: 491    
ἐνδυκέως, ζώεις δ' ἀγαθὸν βίον· αὐτὰρ ἔγωγε
Verse: 492    
πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἐνθάδ' ἱκάνω."

Verse: 493       
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Verse: 494    
καδδραθέτην δ' οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·
Verse: 495    
αἶψα γὰρ ᾽Ηὼς ἦλθεν ἐυ?θρονος. οἱ δ' ἐπὶ χέρσου
Verse: 496    
Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ' ἕλον ἱστὸν
Verse: 497    
καρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
Verse: 498    
ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν·
Verse: 499    
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης
Verse: 500    
δεῖπνόν τ' ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.
Verse: 501    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 502    
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·

Verse: 503       
"ὑμεῖς μὲν νῦν ἄστυ δ' ἐλαύνετε νῆα μέλαιναν,
Verse: 504    
αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας:
Verse: 505    
ἑσπέριος δ' εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
Verse: 506    
ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
Verse: 507    
δαῖτ' ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο."

Verse: 508       
τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:

Verse: 509       
"πῇ γὰρ ἐγώ, ϕίλε τέκνον, ἴω; τεῦ δώμαθ' ἵκωμαι
Verse: 510    
ἀνδρῶν, οἳ κραναὴν ᾽Ιθάκην κάτα κοιρανέουσιν;
Verse: 511    
ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;"

Verse: 512       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 513       
"ἄλλως μέν σ' ἂν ἔγωγε καὶ ἡμέτερον δὲ κελοίμην
Verse: 514    
ἔρχεσθοὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ
Verse: 515    
χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
Verse: 516    
ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσ' ἐνὶ οἴκῳ
Verse: 517    
ϕαίνεται, ἀλλ' ἀπὸ τῶν ὑπερωί:ῳ ἱστὸν ὑϕαίνει.
Verse: 518    
ἀλλά τοι ἄλλον ϕῶτα πιϕαύσκομαι, ὅν κεν ἵκοιο,
Verse: 519    
Εὐρύμαχον, Πολύβοιο δαί:ϕρονος ἀγλαὸν υἱόν,
Verse: 520    
τὸν νῦν ἶσα θεῷ ᾽Ιθακήσιοι εἰσορόωσι·
Verse: 521    
καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
Verse: 522    
μητέρ' ἐμὴν γαμέειν καὶ ᾽Οδυσσῆος γέρας ἕξειν.
Verse: 523    
ἀλλὰ τά γε Ζεὺς οἶδεν ᾽Ολύμπιος, αἰθέρι ναίων,
Verse: 524    
εἴ κέ σϕι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ."

Verse: 525       
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
Verse: 526    
κίρκος, ᾽Απόλλωνος ταχὺς ἄγγελος: ἐν δὲ πόδεσσι
Verse: 527    
τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
Verse: 528    
μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
Verse: 529    
τὸν δὲ Θεοκλύμενος ἑτάρων ἄπο νόσϕι καλέσσας
Verse: 530    
ἔν τ' ἄρα οἱ ϕῦ χειρὶ ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·

Verse: 531       
"Τηλέμαχ', οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις:
Verse: 532    
ἔγνων γάρ μιν ἐς ἄντα ἰδὼν οἰωνὸν ἐόντα.
Verse: 533    
ὑμετέρου δ' οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο
Verse: 534    
ἐν δήμῳ ᾽Ιθάκης, ἀλλ' ὑμεῖς καρτεροὶ αἰεί."

Verse: 535       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 536       
"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
Verse: 537    
τῶ κε τάχα γνοίης ϕιλότητά τε πολλά τε δῶρα
Verse: 538    
ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι."
Verse: 539    
, καὶ Πείραιον προσεϕώνεε, πιστὸν ἑταῖρον·

Verse: 540       
"Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
Verse: 541    
πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ' ἕποντο·
Verse: 542    
καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
Verse: 543    
ἐνδυκέως ϕιλέειν καὶ τιέμεν, εἰς κεν ἔλθω."

Verse: 544       
τὸν δ' αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·

Verse: 545       
"Τηλέμαχ', εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις,
Verse: 546    
τόνδε τ' ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται."

Verse: 547       
ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ' ἑταίρους
Verse: 548    
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
Verse: 549    
οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
Verse: 550    
Τηλέμαχος δ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
Verse: 551    
εἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
Verse: 552    
νηὸς ἀπ' ἰκριόϕιν· τοὶ δὲ πρυμνήσι' ἔλυσαν.
Verse: 553    
οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
Verse: 554    
Τηλέμαχος, ϕίλος υἱὸς ᾽Οδυσσῆος θείοιο·
Verse: 555    
τὸν δ' ὦκα προβιβῶντα πόδες ϕέρον, ὄϕρ' ἵκετ' αὐλήν,
Verse: 556    
ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
Verse: 557    
ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς.



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.