TITUS
Homer, Odyssee
Part No. 14
Previous part

Chapter: 14    
ΟΔΥΣΣΕΙΑΣ Ξ


Verse: 1       Αὐτὰρ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
Verse: 2    
χῶρον ἀν' ὑλήεντα δι' ἄκριας, οἱ ᾽Αθήνη
Verse: 3    
πέϕραδε δῖον ὑϕορβόν, οἱ βιότοιο μάλιστα
Verse: 4    
κήδετο οἰκήων, ουἠς κτήσατο δῖος ᾽Οδυσσεύς.

Verse: 5       
τὸν δ' ἄρ' ἐνὶ προδόμῳ εὗρ' ἥμενον, ἔνθά οἱ αὐλὴ
Verse: 6    
ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
Verse: 7    
καλή τε μεγάλη τε, περίδρομος: ἥν ῥα συβώτης
Verse: 8    
αὐτὸς δείμαθ' ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
Verse: 9    
νόσϕιν δεσποίνης καὶ Λαέρταο γέροντος,
Verse: 10    
ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ.
Verse: 11    
σταυροὺς δ' ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
Verse: 12    
πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμϕικεάσσας.
Verse: 13    
ἔντοσθεν δ' αὐλῆς συϕεοὺς δυοκαίδεκα ποίει
Verse: 14    
πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
Verse: 15    
πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
Verse: 16    
θήλειαι τοκάδες: τοὶ δ' ἄρσενες ἐκτὸς ἴαυον,
Verse: 17    
πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
Verse: 18    
ἀντίθεοι μνηστῆρες, ἐπεὶ προί:αλλε συβώτης
Verse: 19    
αἰεὶ ζατρεϕέων σιάλων τὸν ἄριστον ἁπάντων·
Verse: 20    
οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
Verse: 21    
πὰρ δὲ κύνες θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
Verse: 22    
τέσσαρες, ουἠς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν·
Verse: 23    
αὐτὸς δ' ἀμϕὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
Verse: 24    
τάμνων δέρμα βόειον ἐυχροές: οἱ δὲ δὴ ἄλλοι
Verse: 25    
ᾤχοντ' ἄλλυδις ἄλλος ἅμ' ἀγρομένοισι σύεσσιν,
Verse: 26    
οἱ τρεῖς: τὸν δὲ τέταρτον ἀποπροέηκε πόλιν δὲ
Verse: 27    
σῦν ἀγέμεν μνηστῆρσιν ὑπερϕιάλοισιν ἀνάγκῃ,
Verse: 28    
ὄϕρ' ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.

Verse: 29       
ἐξαπίνης δ' ᾽Οδυσῆα ἴδον κύνες ὑλακόμωροι.
Verse: 30    
οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 31    
ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
Verse: 32    
ἔνθά κεν πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος:
Verse: 33    
ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
Verse: 34    
ἔσσυτ' ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
Verse: 35    
τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
Verse: 36    
πυκνῇσιν λιθάδεσσιν· δὲ προσέειπεν ἄνακτα·

Verse: 37       
"ὦ γέρον, ὀλίγου σε κύνες διεδηλήσαντο
Verse: 38    
ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
Verse: 39    
καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
Verse: 40    
ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
Verse: 41    
ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
Verse: 42    
ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
Verse: 43    
πλάζετ' ἐπ' ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
Verse: 44    
εἴ που ἔτι ζώει καὶ ὁρᾷ ϕάος ἠελίοιο.
Verse: 45    
ἀλλ' ἕπεο, κλισίηνδ' ἴομεν, γέρον, ὄϕρα καὶ αὐτός,
Verse: 46    
σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
Verse: 47    
εἴπῃς, ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε' ἀνέτλης."

Verse: 48       
ὣς εἰπὼν κλισίην δ' ἡγήσατο δῖος ὑϕορβός,
Verse: 49    
εἷσεν δ' εἰσαγαγών, ῥῶπας δ' ὑπέχευε δασείας,
Verse: 50    
ἐστόρεσεν δ' ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
Verse: 51    
αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δ' ᾽Οδυσσεύς,
Verse: 52    
ὅττί μιν ὣς ὑπέδεκτο, ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·

Verse: 53       
"Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
Verse: 54    
ὅττι μάλιστ' ἐθέλεις, ὅτι με πρόϕρων ὑπέδεξο."

Verse: 55       
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·

Verse: 56       
"ξεῖν', οὔ μοι θέμις ἔστ', οὐδ' εἰ κακίων σέθεν ἔλθοι,
Verse: 57    
ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
Verse: 58    
ξεῖνοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε ϕίλη τε
Verse: 59    
γίνεται ἡμετέρη· γὰρ δμώων δίκη ἐστίν
Verse: 60    
αἰεὶ δειδιότων, ὅτ' ἐπικρατέωσιν ἄνακτες
Verse: 61    
οἱ νέοι. γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
Verse: 62    
ὅς κεν ἔμ' ἐνδυκέως ἐϕίλει καὶ κτῆσιν ὄπασσεν,
Verse: 63    
οἷά τε οἰκῆι ἄναξ εὔθυμος ἔδωκεν,
Verse: 64    
οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
Verse: 65    
ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δ' ἐπὶ ἔργον ἀέξῃ,
Verse: 66    
ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ἐπιμίμνω.
Verse: 67    
τῶ κέ με πόλλ' ὤνησεν ἄναξ, εἰ αὐτόθ' ἐγήρα·
Verse: 68    
ἀλλ' ὄλεθ'. ὡς ὤϕελλ' ῾Ελένης ἀπὸ ϕῦλον ὀλέσθαι
Verse: 69    
πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε·
Verse: 70    
καὶ γὰρ κεῖνος ἔβη ᾽Αγαμέμνονος εἵνεκα τιμῆς
Verse: 71    
῎Ιλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο."

Verse: 72       
ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
Verse: 73    
βῆ δ' ἴμεν ἐς συϕεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
Verse: 74    
ἔνθεν ἑλὼν δύ' ἔνεικε καὶ ἀμϕοτέρους ἱέρευσεν,
Verse: 75    
εὗσέ τε μίστυλλέν τε καὶ ἀμϕ' ὀβελοῖσιν ἔπειρεν.
Verse: 76    
ὀπτήσας δ' ἄρα πάντα ϕέρων παρέθηκ' ᾽Οδυσῆι
Verse: 77    
θέρμ' αὐτοῖς ὀβελοῖσιν· δ' ἄλϕιτα λευκὰ πάλυνεν.
Verse: 78    
ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
Verse: 79    
αὐτὸς δ' ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·

Verse: 80       
"ἔσθιε νῦν, ξεῖνε, τά τε δμώεσσι πάρεστι,
Verse: 81    
χοίρεἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
Verse: 82    
οὐκ ὄπιδα ϕρονέοντες ἐνὶ ϕρεσὶν οὐδ' ἐλεητύν.
Verse: 83    
οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες ϕιλέουσιν,
Verse: 84    
ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ' ἀνθρώπων.
Verse: 85    
καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ' ἐπὶ γαίης
Verse: 86    
ἀλλοτρίης βῶσιν καί σϕιν Ζεὺς ληίδα δώῃ,
Verse: 87    
πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόν δὲ νέεσθαι,
Verse: 88    
καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν ϕρεσὶ πίπτει.
Verse: 89    
οἷδε δέ τοι ἴσασι, θεοῦ δέ τιν' ἔκλυον αὐδήν,
Verse: 90    
κείνου λυγρὸν ὄλεθρον, τ' οὐκ ἐθέλουσι δικαίως
Verse: 91    
μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σϕέτερ', ἀλλὰ ἕκηλοι
Verse: 92    
κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι ϕειδώ.
Verse: 93    
ὅσσαι γὰρ νύκτές τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
Verse: 94    
οὔ ποθ' ἓν ἱρεύουσ' ἱερήιον οὐδὲ δύ' οἴω·
Verse: 95    
οἶνον δὲ ϕθινύθουσιν ὑπέρβιον ἐξαϕύοντες.
Verse: 96    
γάρ οἱ ζωή γ' ἦν ἄσπετος: οὔ τινι τόσση
Verse: 97    
ἀνδρῶν ἡρώων, οὔτ' ἠπείροιο μελαίνης
Verse: 98    
οὔτ' αὐτῆς ᾽Ιθάκης: οὐδὲ ξυνεείκοσι ϕωτῶν
Verse: 99    
ἔστ' ἄϕενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
Verse: 100    
δώδεκ' ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
Verse: 101    
τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν
Verse: 102    
βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
Verse: 103    
ἐνθάδε τ' αἰπόλια πλατέ' αἰγῶν ἕνδεκα πάντα
Verse: 104    
ἐσχατιῇ βόσκοντ', ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄρονται.
Verse: 105    
τῶν αἰεί σϕιν ἕκαστος ἐπ' ἤματι μῆλον ἀγινεῖ,
Verse: 106    
ζατρεϕέων αἰγῶν ὅς τις ϕαίνηται ἄριστος.
Verse: 107    
αὐτὰρ ἐγὼ σῦς τάσδε ϕυλάσσω τε ῥύομαί τε,
Verse: 108    
καί σϕι συῶν τὸν ἄριστον ἔυ κρίνας ἀποπέμπω."

Verse: 109       
ὣς ϕάθ', δ' ἐνδυκέως κρέα τ' ἤσθιε πῖνέ τε οἶνον
Verse: 110    
ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι ϕύτευεν.
Verse: 111    
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
Verse: 112    
καί οἱ πλησάμενος δῶκε σκύϕος, περ ἔπινεν,
Verse: 113    
οἴνου ἐνίπλειον· δ' ἐδέξατο, χαῖρε δὲ θυμῷ,
Verse: 114    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·

Verse: 115       
"ὦ ϕίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
Verse: 116    
ὧδε μάλ' ἀϕνειὸς καὶ καρτερός, ὡς ἀγορεύεις...
Verse: 117    
ϕῂς δ' αὐτὸν ϕθίσθαι ᾽Αγαμέμνονος εἵνεκα τιμῆς.
Verse: 118    
εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
Verse: 119    
Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
Verse: 120    
εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δ' ἀλήθην."

Verse: 121       
τὸν δ' ἠμείβετ' ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·

Verse: 122       
"ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
Verse: 123    
ἀγγέλλων πείσειε γυναῖκά τε καὶ ϕίλον υἱόν,
Verse: 124    
ἀλλ' ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
Verse: 125    
ψεύδοντ', οὐδ' ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
Verse: 126    
ὃς δέ κ' ἀλητεύων ᾽Ιθάκης ἐς δῆμον ἵκηται,
Verse: 127    
ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
Verse: 128    
δ' εὖ δεξαμένη ϕιλέει καὶ ἕκαστα μεταλλᾷ,
Verse: 129    
καί οἱ ὀδυρομένῃ βλεϕάρων ἄπο δάκρυα πίπτει,
Verse: 130    
θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθ' ὄληται.
Verse: 131    
αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο,
Verse: 132    
εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
Verse: 133    
τοῦ δ' ἤδη μέλλουσι κύνες ταχέες τ' οἰωνοὶ
Verse: 134    
ῥινὸν ἀπ' ὀστεόϕιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
Verse: 135    
τόν γ' ἐν πόντῳ ϕάγον ἰχθύες, ὀστέα δ' αὐτοῦ
Verse: 136    
κεῖται ἐπ' ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
Verse: 137    
ὣς μὲν ἔνθ' ἀπόλωλε, ϕίλοισι δὲ κήδε' ὀπίσσω
Verse: 138    
πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτ' ἄλλον
Verse: 139    
ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ' ἐπέλθω,
Verse: 140    
οὐδ' εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
Verse: 141    
οἶκον, ὅθι πρῶτον γενόμην καί μ' ἔτρεϕον αὐτοί.
Verse: 142    
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
Verse: 143    
ὀϕθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
Verse: 144    
ἀλλά μ' ᾽Οδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
Verse: 145    
τὸν μὲν ἐγών, ξεῖνε, καὶ οὐ παρεόντ' ὀνομάζειν
Verse: 146    
αἰδέομαι· περὶ γάρ μ' ἐϕίλει καὶ κήδετο θυμῷ·
Verse: 147    
ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσϕιν ἐόντα."

Verse: 148       
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ᾽Οδυσσεύς:

Verse: 149       
"ὦ ϕίλ', ἐπεὶ δὴ πάμπαν ἀναίνεαι, οὐδ' ἔτι ϕῇσθα
Verse: 150    
κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος:
Verse: 151    
ἀλλ' ἐγὼ οὐχ αὕτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
Verse: 152    
ὡς νεῖται ᾽Οδυσεύς. εὐαγγέλιον δέ μοι ἔστω
Verse: 153    
αὐτίκ', ἐπεί κεν κεῖνος ἰὼν τὰ δώμαθ' ἵκηται.
Verse: 155    
πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην·
Verse: 156    
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς ᾽Αί:δαο πύλῃσι
Verse: 157    
γίνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
Verse: 158    
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
Verse: 159    
ἱστίη τ' ᾽Οδυσῆος ἀμύμονος, ἣν ἀϕικάνω,
Verse: 160    
μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
Verse: 161    
τοῦδ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ' ᾽Οδυσσεύς.
Verse: 162    
τοῦ μὲν ϕθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο,
Verse: 163    
οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
Verse: 164    
ἐνθάδ' ἀτιμάζει ἄλοχον καὶ ϕαίδιμον υἱόν."

Verse: 165       
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·

Verse: 166       
"ὦ γέρον, οὔτ' ἄρ' ἐγὼν εὐαγγέλιον τόδε τίσω
Verse: 167    
οὔτ' ᾽Οδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
Verse: 168    
πῖνε, καὶ ἄλλα παρ' ἐξ μεμνώμεθα, μηδέ με τούτων
Verse: 169    
μίμνῃσκ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
Verse: 170    
ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
Verse: 171    
ἀλλ' ἤτοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 172    
ἔλθοι, ὅπως μιν ἔγωγ' ἐθέλω καὶ Πηνελόπεια
Verse: 173    
Λαέρτης θ' γέρων καὶ Τηλέμαχος θεοειδής.
Verse: 174    
νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ' ᾽Οδυσσεύς,
Verse: 175    
Τηλεμάχου. τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνειὴ ἶσον,
Verse: 176    
καί μιν ἔϕην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρεια
Verse: 177    
πατρὸς ἑοῖο ϕίλοιο, δέμας καὶ εἶδος ἀγητόν·
Verse: 178    
τὸν δέ τις ἀθανάτων βλάψε ϕρένας ἔνδον ἐίσας
Verse: 179    
ἠέ τις ἀνθρώπων· δ' ἔβη μετὰ πατρὸς ἀκουὴν
Verse: 180    
ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
Verse: 181    
οἴκαδ' ἰόντα λοχῶσιν, ὅπως ἀπὸ ϕῦλον ὄληται
Verse: 182    
νώνυμον ἐξ ᾽Ιθάκης ᾽Αρκεισίου ἀντιθέοιο.
Verse: 183    
ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν, κεν ἁλώῃ
Verse: 184    
κε ϕύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
Verse: 185    
ἀλλ' ἄγε μοι σύ, γεραιέ, τὰ σ' αὐτοῦ κήδε' ἐνίσπες,
Verse: 186    
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ·
Verse: 187    
τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες...
Verse: 188    
ὁπποίης τ' ἐπὶ νηὸς ἀϕίκεο· πῶς δέ σε ναῦται
Verse: 189    
ἤγαγον εἰς ᾽Ιθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
Verse: 190    
οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδ' ἱκέσθαι."

Verse: 191       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 192       
"τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω.
Verse: 193    
εἴη μὲν νῦν νῶιν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
Verse: 194    
ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι
Verse: 195    
δαίνυσθαι ἀκέοντ', ἄλλοι δ' ἐπὶ ἔργον ἕποιεν·
Verse: 196    
ῥηιδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
Verse: 197    
οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
Verse: 198    
ὅσσά γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
Verse: 199    
ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
Verse: 200    
ἀνέρος ἀϕνειοῖο πάις: πολλοὶ δὲ καὶ ἄλλοι
Verse: 201    
υἷες ἐνὶ μεγάρῳ ἠμὲν τράϕεν ἠδὲ γένοντο
Verse: 202    
γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δ' ὠνητὴ τέκε μήτηρ
Verse: 203    
παλλακίς, ἀλλά με ἶσον ἰθαγενέεσσιν ἐτίμα
Verse: 204    
Κάστωρ ῾Υλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι·
Verse: 205    
ὃς τότ' ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
Verse: 206    
ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
Verse: 207    
ἀλλ' ἤτοι τὸν κῆρες ἔβαν θανάτοιο ϕέρουσαι
Verse: 208    
εἰς ᾽Αίδαο δόμους: τοὶ δὲ ζωὴν ἐδάσαντο
Verse: 209    
παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
Verse: 210    
αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί' ἔνειμαν.
Verse: 211    
ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
Verse: 212    
εἵνεκ' ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποϕώλιος ἦα
Verse: 213    
οὐδὲ ϕυγοπτόλεμος: νῦν δ' ἤδη πάντα λέλοιπεν·
Verse: 214    
ἀλλ' ἔμπης καλάμην γέ σ' ὀίομαι εἰσορόωντα
Verse: 215    
γινώσκειν· γάρ με δύη ἔχει ἤλιθα πολλή.
Verse: 216    
μὲν δὴ θάρσός μοι ῎Αρης τ' ἔδοσαν καὶ ᾽Αθήνη
Verse: 217    
καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχον δὲ
Verse: 218    
ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι ϕυτεύων,
Verse: 219    
οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
Verse: 220    
ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
Verse: 221    
ἀνδρῶν δυσμενέων τέ μοι εἴξειε πόδεσσι.
Verse: 222    
τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ ϕίλον ἔσκεν
Verse: 223    
οὐδ' οἰκωϕελίη, τε τρέϕει ἀγλαὰ τέκνα,
Verse: 224    
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι ϕίλαι ἦσαν
Verse: 225    
καὶ πόλεμοι καὶ ἄκοντες ἐύξεστοι καὶ ὀιστοί,
Verse: 226    
λυγρά, τά τ' ἄλλοισίν γε καταριγηλὰ πέλονται.
Verse: 227    
αὐτὰρ ἐμοὶ τὰ ϕίλ' ἔσκε, τά που θεὸς ἐν ϕρεσὶ θῆκεν·
Verse: 228    
ἄλλος γάρ τ' ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
Verse: 229    
πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας ᾽Αχαιῶν
Verse: 230    
εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
Verse: 231    
ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
Verse: 232    
τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ' ὀπίσσω
Verse: 233    
λάγχανον· αἶψα δὲ οἶκος ὀϕέλλετο, καί ῥα ἔπειτα
Verse: 234    
δεινός τ' αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
Verse: 235    
ἀλλ' ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
Verse: 236    
ἐϕράσαθ', πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε,
Verse: 237    
δὴ τότ' ἔμ' ἤνωγον καὶ ἀγακλυτὸν ᾽Ιδομενῆα
Verse: 238    
νήεσσ' ἡγήσασθαι ἐς ῎Ιλιον· οὐδέ τι μῆχος
Verse: 239    
ἦεν ἀνήνασθαι, χαλεπὴ δ' ἔχε δήμου ϕῆμις.
Verse: 240    
ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες ᾽Αχαιῶν,
Verse: 241    
τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
Verse: 242    
οἴκαδε σὺν νήεσσι, θεὸς δ' ἐκέδασσεν ᾽Αχαιούς.
Verse: 243    
αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς:
Verse: 244    
μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσι
Verse: 245    
κουριδίῃ τ' ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
Verse: 246    
Αἴγυπτον δέ με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
Verse: 247    
νῆας ἔυ στείλαντα, σὺν ἀντιθέοισ' ἑτάροισιν.
Verse: 248    
ἐννέα νῆας στεῖλα, θοῶς δ' ἐσαγείρετο λαός.
Verse: 249    
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
Verse: 250    
δαίνυνταὐτὰρ ἐγὼν ἱερήια πολλὰ παρεῖχον
Verse: 251    
θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
Verse: 252    
ἑβδομάτῃ δ' ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
Verse: 253    
ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέι καλῷ
Verse: 254    
ῥηιδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
Verse: 255    
νηῶν πημάνθη, ἀλλ' ἀσκηθέες καὶ ἄνουσοι
Verse: 256    
ἥμεθα, τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον.
Verse: 257    
πεμπταῖοι δ' Αἴγυπτον ἐυρρείτην ἱκόμεσθα,
Verse: 258    
στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμϕιελίσσας.
Verse: 259    
ἔνθ' ἤτοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
Verse: 260    
αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
Verse: 261    
ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·
Verse: 262    
οἱ δ' ὕβρει εἴξαντες, ἐπισπόμενοι μένειὴ σϕῷ,
Verse: 263    
αἶψα μάλ' Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
Verse: 264    
πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
Verse: 265    
αὐτούς τε κτεῖνον· τάχα δ' ἐς πόλιν ἵκετ' ἀυτή.
Verse: 266    
οἱ δὲ βοῆς ἀί:οντες ἅμ' ἠοῖ ϕαινομένηϕιν
Verse: 267    
ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
Verse: 268    
χαλκοῦ τε στεροπῆς. ἐν δὲ Ζεὺς τερπικέραυνος
Verse: 269    
ϕύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
Verse: 270    
μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
Verse: 271    
ἔνθ' ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέι χαλκῷ,
Verse: 272    
τοὺς δ' ἄναγον ζωούς, σϕίσιν ἐργάζεσθαι ἀνάγκῃ.
Verse: 273    
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ ϕρεσὶν ὧδε νόημα
Verse: 274    
ποίησήὡς ὄϕελον θανέειν καὶ πότμον ἐπισπεῖν
Verse: 275    
αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμ' ὑπέδεκτο ·
Verse: 276    
αὐτίκ' ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
Verse: 277    
καὶ σάκος ὤμοιιν, δόρυ δ' ἔκβαλον ἔκτοσε χειρός:
Verse: 278    
αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
Verse: 279    
καὶ κύσα γούναθ' ἑλών· δ' ἐρύσατο καί μ' ἐλέησεν,
Verse: 280    
ἐς δίϕρον δέ μ' ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
Verse: 281    
μέν μοι μάλα πολλοὶ ἐπήισσον μελίῃσιν,
Verse: 282    
ἱέμενοι κτεῖναι· δὴ γὰρ κεχολώατο λίην·
Verse: 283    
ἀλλ' ἀπὸ κεῖνος ἔρυκε, Διὸς δ' ὠπίζετο μῆνιν
Verse: 284    
ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
Verse: 285    
ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δ' ἄγειρα
Verse: 286    
χρήματ' ἀν' Αἰγυπτίους ἄνδρας: δίδοσαν γὰρ ἅπαντες.
Verse: 287    
ἀλλ' ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,
Verse: 288    
δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
Verse: 289    
τρώκτης, ὃς δὴ πολλὰ κάκ' ἀνθρώποισιν ἐώργει·
Verse: 290    
ὅς μ' ἄγε παρπεπιθὼν ᾗσι ϕρεσίν, ὄϕρ' ἱκόμεσθα
Verse: 291    
Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματ' ἔκειτο.
Verse: 292    
ἔνθα παρ' αὐτῷ μεῖνα τελεσϕόρον εἰς ἐνιαυτόν.
Verse: 293    
ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
Verse: 294    
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
Verse: 295    
ἐς Λιβύην μ' ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
Verse: 296    
ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν ϕόρτον ἄγοιμι,
Verse: 297    
κεῖθι δέ μ' ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
Verse: 298    
τῷ ἑπόμην ἐπὶ νηός, ὀιόμενός περ, ἀνάγκῃ.
Verse: 299    
δ' ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέι, καλῷ,
Verse: 300    
μέσσον ὑπὲρ Κρήτης: Ζεὺς δέ σϕισι μήδετ' ὄλεθρον.
Verse: 301    
ἀλλ' ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
Verse: 302    
ϕαίνετο γαιάων, ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα,
Verse: 303    
δὴ τότε κυανέην νεϕέλην ἔστησε Κρονίων
Verse: 304    
νηὸς ὕπερ γλαϕυρῆς, ἤχλυσε δὲ πόντος ὑπ' αὐτῆς.
Verse: 305    
Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
Verse: 306    
δ' ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
Verse: 307    
ἐν δὲ θεείου πλῆτο· πέσον δ' ἐκ νηὸς ἅπαντες.
Verse: 308    
οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
Verse: 309    
κύμασιν ἐμϕορέοντο· θεὸς δ' ἀποαίνυτο νόστον.
Verse: 310    
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
Verse: 311    
ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
Verse: 312    
ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα ϕύγοιμι.
Verse: 313    
τῷ ῥα περιπλεχθεὶς ϕερόμην ὀλοοῖς ἀνέμοισιν.
Verse: 314    
ἐννῆμαρ ϕερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
Verse: 315    
γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
Verse: 316    
ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
Verse: 317    
ἥρως ἀπριάτην· τοῦ γὰρ ϕίλος υἱὸς ἐπελθὼν
Verse: 318    
αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
Verse: 319    
χειρὸς ἀναστήσας, ὄϕρ' ἵκετο δώματα πατρός:
Verse: 320    
ἀμϕὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
Verse: 321    
ἔνθ' ᾽Οδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔϕασκε
Verse: 322    
ξεινίσαι ἠδὲ ϕιλῆσαι ἰόντ' ἐς πατρίδα γαῖαν,
Verse: 323    
καί μοι κτήματ' ἔδειξεν, ὅσα ξυναγείρατ' ᾽Οδυσσεύς,
Verse: 324    
χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
Verse: 325    
καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι·
Verse: 326    
τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
Verse: 327    
τὸν δ' ἐς Δωδώνην ϕάτο βήμεναι, ὄϕρα θεοῖο
Verse: 328    
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ,
Verse: 329    
ὅππως νοστήσῃ ᾽Ιθάκης ἐς πίονα δῆμον,
Verse: 330    
ἤδη δὴν ἀπεών, ἀμϕαδὸν ἦε κρυϕηδόν.
Verse: 331    
ὤμοσε δὲ πρὸς ἔμ' αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
Verse: 332    
νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
Verse: 333    
οἳ δή μιν πέμψουσι ϕίλην ἐς πατρίδα γαῖαν.
Verse: 334    
ἀλλ' ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
Verse: 335    
ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
Verse: 336    
ἔνθ' γέ μ' ἠνώγει πέμψαι βασιλῆι ᾽Ακάστῳ
Verse: 337    
ἐνδυκέως: τοῖσιν δὲ κακὴ ϕρεσὶν ἥνδανε βουλὴ
Verse: 338    
ἀμϕ' ἐμοί, ὄϕρ' ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
Verse: 339    
ἀλλ' ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
Verse: 340    
αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
Verse: 341    
ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ' ἔδυσαν,
Verse: 342    
ἀμϕὶ δέ με ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
Verse: 343    
ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀϕθαλμοῖσιν ὅρηαι·
Verse: 344    
ἑσπέριοι δ' ᾽Ιθάκης εὐδειέλου ἔργ' ἀϕίκοντο.
Verse: 345    
ἔνθ' ἐμὲ μὲν κατέδησαν ἐυσσέλμῳ ἐνὶ νηὶ
Verse: 346    
ὅπλῳ ἐυστρεϕέι στερεῶς, αὐτοὶ δ' ἀποβάντες
Verse: 347    
ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
Verse: 348    
αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
Verse: 349    
ῥηιὴδίως: κεϕαλῇ δὲ κατὰ ῥάκος ἀμϕικαλύψας,
Verse: 350    
ξεστὸν ἐϕόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
Verse: 351    
στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσ' ἀμϕοτέρῃσι
Verse: 352    
νηχόμενος, μάλα δ' ὦκα θύρηθ' ἔα ἀμϕὶς ἐκείνων.
Verse: 353    
ἔνθ' ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
Verse: 354    
κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
Verse: 355    
ϕοίτων· ἀλλ' - οὐ γάρ σϕιν ἐϕαίνετο κέρδιον εἶναι
Verse: 356    
μαίεσθαι προτέρω - τοὶ μὲν πάλιν αὖτις ἔβαινον
Verse: 357    
νηὸς ἔπι γλαϕυρῆς: ἐμὲ δὲ κρύψαν θεοὶ αὐτοὶ
Verse: 358    
ῥηιδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
Verse: 359    
ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι."

Verse: 360       
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·

Verse: 361       
"ἆ δειλὲ ξείνων, μοι μάλα θυμὸν ὄρινας
Verse: 362    
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ' ὅσ' ἀλήθης.
Verse: 363    
ἀλλὰ τά γ' οὐ κατὰ κόσμον ὀί:ομαι, οὐδέ με πείσεις
Verse: 364    
εἰπὼν ἀμϕ' ᾽Οδυσῆι. τί σε χρὴ τοῖον ἐόντα
Verse: 365    
μαψιδίως ψεύδεσθαι; ἐγὼ δ' ἐὖ οἶδα καὶ αὐτὸς
Verse: 366    
νόστον ἐμοῖο ἄνακτος, τ' ἤχθετο πᾶσι θεοῖσι
Verse: 367    
πάγχυ μάλ', ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
Verse: 368    
ἠὲ ϕίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
Verse: 371    
νῦν δέ μιν ἀκλειῶς ῞Αρπυιαι ἀνηρείψαντο.
Verse: 372    
αὐτὰρ ἐγὼ παρ' ὕεσσιν ἀπότροπος: οὐδὲ πόλιν δὲ
Verse: 373    
ἔρχομαι, εἰ μή που τι περίϕρων Πηνελόπεια
Verse: 374    
ἐλθέμεν ὀτρύνῃσιν, ὅτ' ἀγγελίη ποθὲν ἔλθοι.
Verse: 375    
ἀλλ' οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
Verse: 376    
ἠμὲν οἵ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
Verse: 377    
ἠδ' οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες:
Verse: 378    
ἀλλ' ἐμοὶ οὐ ϕίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
Verse: 379    
ἐξ οὗ δή μ' Αἰτωλὸς ἀνὴρ ἐξήπαϕε μύθῳ,
Verse: 380    
ὅς ' ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθεὶς,
Verse: 381    
ἦλθεν ἐμὰ πρὸς δώματἐγὼ δέ μιν ἀμϕαγάπαζον.
Verse: 382    
ϕῆ δέ μιν ἐν Κρήτεσσι παρ' ᾽Ιδομενῆιὴ ἰδέσθαι
Verse: 383    
νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
Verse: 384    
καὶ ϕάτ' ἐλεύσεσθαι ἐς θέρος ἐς ὀπώρην,
Verse: 385    
πολλὰ χρήματ' ἄγοντα, σὺν ἀντιθέοισ' ἑτάροισι.
Verse: 386    
καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
Verse: 387    
μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
Verse: 388    
οὐ γὰρ τοὔνεκ' ἐγώ σ' αἰδέσσομαι οὐδὲ ϕιλήσω,
Verse: 389    
ἀλλὰ Δία ξένιον δείσας αὐτόν τ' ἐλεαίρων."

Verse: 390       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 391       
"ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
Verse: 392    
οἷόν σ' οὐδ' ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
Verse: 393    
ἀλλ' ἄγε νῦν ῥήτρην ποιησόμεθαὐτὰρ ὄπισθε
Verse: 394    
μάρτυροι ἀμϕοτέροισι θεοί, τοὶ ῎Ολυμπον ἔχουσιν.
Verse: 395    
εἰ μέν κεν νοστήσειεν ἄναξ τεὸς ἐς τόδε δῶμα,
Verse: 396    
ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
Verse: 397    
Δουλίχιον δ' ἰέναι, ὅθι μοι ϕίλον ἔπλετο θυμῷ·
Verse: 398    
εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
Verse: 399    
δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
Verse: 400    
ὄϕρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν."

Verse: 401       
τὸν δ' ἀπαμειβόμενος προσεϕώνεε δῖος ὑϕορβός:

Verse: 402       
"ξεῖν', οὕτω γάρ κέν μοι ἐυκλείη τ' ἀρετή τε
Verse: 403    
εἴη ἐπ' ἀνθρώπους, ἅμα τ' αὐτίκα καὶ μετέπειτα,
Verse: 404    
ὅς σ' ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
Verse: 405    
αὖτις δὲ κτείναιμι ϕίλον τ' ἀπὸ θυμὸν ἑλοίμην·
Verse: 406    
πρόϕρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
Verse: 407    
νῦν δ' ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
Verse: 408    
εἶεν, ἵν' ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον."

Verse: 409       
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
Verse: 410    
ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑϕορβοί.
Verse: 411    
τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
Verse: 412    
κλαγγὴ δ' ἄσπετος ὦρτο συῶν αὐλιζομενάων.
Verse: 413    
αὐτὰρ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑϕορβός:

Verse: 414       
"ἄξεθ' ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
Verse: 415    
τηλεδαπῷ· πρὸς δ' αὐτοὶ ὀνησόμεθ', οἵ περ ὀιζὺν
Verse: 416    
δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ' ἀργιοδόντων·
Verse: 417    
ἄλλοι δ' ἡμέτερον κάματον νήποινον ἔδουσιν."

Verse: 418       
ὣς ἄρα ϕωνήσας κέασε ξύλα νηλέι χαλκῷ,
Verse: 419    
οἱ δ' ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
Verse: 420    
τὸν μὲν ἔπειτ' ἔστησαν ἐπ' ἐσχάρῃ· οὐδὲ συβώτης
Verse: 421    
λήθετ' ἄρ' ἀθανάτων· ϕρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν·
Verse: 422    
ἀλλ' γ' ἀπαρχόμενος κεϕαλῆς τρίχας ἐν πυρὶ βάλλεν
Verse: 423    
ἀργιόδοντος ὑὸς, καὶ ἐπεύχετο πᾶσι θεοῖσι
Verse: 424    
νοστῆσαι ᾽Οδυσῆα πολύϕρονα ὅν δὲ δόμον δέ.
Verse: 425    
κόψε δ' ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
Verse: 426    
τὸν δ' ἔλιπε ψυχή. τοὶ δὲ σϕάξάν τε καὶ εὗσαν·
Verse: 427    
αἶψα δέ μιν διέχευαν· δ' ὠμοθετεῖτο συβώτης,
Verse: 428    
πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν.
Verse: 429    
καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλϕίτου ἀκτῇ,
Verse: 430    
μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμϕ' ὀβελοῖσιν ἔπειραν,
Verse: 431    
ὤπτησάν τε περιϕραδέως ἐρύσαντό τε πάντα,
Verse: 432    
βάλλον δ' εἰν ἐλεοῖσιν ἀολλέα. ἂν δὲ συβώτης
Verse: 433    
ἵστατο δαιτρεύσων· περὶ γὰρ ϕρεσὶν αἴσιμα ᾔδη.
Verse: 434    
καὶ τὰ μὲν ἕπταχα πάντα διεμμοιρᾶτο δαί:ζων·
Verse: 435    
τὴν μὲν ἴαν Νύμϕῃσι καὶ ῾Ερμῇ, Μαιάδος υἱεῖ῍,
Verse: 436    
θῆκεν ἐπευξάμενος, τὰς δ' ἄλλας νεῖμεν ἑκάστῳ·
Verse: 437    
νώτοισιν δ' ᾽Οδυσῆα διηνεκέεσσι γέραιρεν
Verse: 438    
ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος.
Verse: 439    
καί μιν ϕωνήσας προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 440       
"αἴθ' οὕτως, Εὔμαιε, ϕίλος Διὶ πατρὶ γένοιο
Verse: 441    
ὡς ἐμοί, ὅττί με τοῖον ἐόντ' ἀγαθοῖσι γεραίρεις."

Verse: 442       
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·

Verse: 443       
"ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
Verse: 444    
οἷα πάρεστι. θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ' ἐάσει,
Verse: 445    
ὅττι κεν θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα."

Verse: 446       
ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
Verse: 447    
σπείσας δ' αἴθοπα οἶνον ᾽Οδυσσῆι πτολιπόρθῳ
Verse: 448    
ἐν χείρεσσιν ἔθηκεν· δ' ἕζετο παρὰ μοίρῃ.
Verse: 449    
σῖτον δέ σϕιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
Verse: 450    
αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
Verse: 451    
νόσϕιν δεσποίνης καὶ Λαέρταο γέροντος:
Verse: 452    
πὰρ δ' ἄρα μιν Ταϕίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
Verse: 453    
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Verse: 454    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 455    
σῖτον μέν σϕιν ἀϕεῖλε Μεσαύλιος, οἱ δ' ἐπὶ κοῖτον,
Verse: 456    
σίτου καὶ κρειῶν κεκορημένοι, ἐσσεύοντο.

Verse: 457       
νὺξ δ' ἄρ' ἐπῆλθε κακὴ σκοτομήνιος: ὗε δ' ἄρα Ζεὺς
Verse: 458    
πάννυχος, αὐτὰρ ἄη Ζέϕυρος μέγας αἰὲν ἔϕυδρος.
Verse: 459    
τοῖς δ' ᾽Οδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
Verse: 460    
εἴ πως οἱ ἐκδὺς χλαῖναν πόροι τιν' ἑταίρων
Verse: 461    
ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·

Verse: 462       
"κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
Verse: 463    
εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει,
Verse: 464    
ἠλεός, ὅς τ' ἐϕέηκε πολύϕρονά περ μάλ' ἀεῖσαι
Verse: 465    
καί θ' ἁπαλὸν γελάσαι, καί τ' ὀρχήσασθαι ἀνῆκε,
Verse: 466    
καί τι ἔπος προέηκεν, πέρ τ' ἄρρητον ἄμεινον.
Verse: 467    
ἀλλ' ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
Verse: 468    
εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
Verse: 469    
ὡς ὅθ' ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
Verse: 470    
ἡγείσθην δ' ᾽Οδυσεύς τε καὶ ᾽Ατρεί:δης Μενέλαος,
Verse: 471    
τοῖσι δ' ἅμα τρίτος ἦρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
Verse: 472    
ἀλλ' ὅτε δή ' ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
Verse: 473    
ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήια πυκνά,
Verse: 474    
ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
Verse: 475    
κείμεθα. νὺξ δ' ἄρ' ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
Verse: 476    
πηγυλίς: αὐτὰρ ὕπερθε χιὼν γένετ' ἠυ?τε πάχνη,
Verse: 477    
ψυχρή, καὶ σακέεσσι περιτρέϕετο κρύσταλλος.
Verse: 478    
ἔνθ' ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
Verse: 479    
εὗδον δ' εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους:
Verse: 480    
αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
Verse: 481    
ἀϕραδέως, ἐπεὶ οὐκ ἐϕάμην ῥιγωσέμεν ἔμπης,
Verse: 482    
ἀλλ' ἐπόμην σάκος οἶον ἔχων καὶ ζῶμα ϕαεινόν.
Verse: 483    
ἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει,
Verse: 484    
καὶ τότ' ἐγὼν ᾽Οδυσῆα προσηύδων ἐγγὺς ἐόντα
Verse: 485    
ἀγκῶνι νύξας: δ' ἄρ' ἐμμαπέως ὑπάκουσε·
Verse: 486    
'Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
Verse: 487    
οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
Verse: 488    
δάμναται· οὐ γὰρ ἔχω χλαῖναν. παρά μ' ἤπαϕε δαίμων
Verse: 489    
οἰοχίτων' ἔμεναι· νῦν δ' οὐκέτι ϕυκτὰ πέλονται.'
Verse: 490    
ὣς ἐϕάμην, δ' ἔπειτα νόον σχέθε τόνδ' ἐνὶ θυμῷ,
Verse: 491    
οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
Verse: 492    
ϕθεγξάμενος δ' ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
Verse: 493    
'σίγα νῦν, μή τίς σευ ᾽Αχαιῶν ἄλλος ἀκούσῃ.'
Verse: 494    
καὶ ἐπ' ἀγκῶνος κεϕαλὴν σχέθεν εἶπέ τε μῦθον·
Verse: 495    
'κλῦτε, ϕίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
Verse: 496    
λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
Verse: 497    
εἰπεῖν ᾽Ατρεί:δῃ ᾽Αγαμέμνονι, ποιμένι λαῶν,
Verse: 498    
εἰ πλέονας παρὰ ναῦϕιν ἐποτρύνειε νέεσθαι.'
Verse: 499    
ὣς ἔϕατ', ὦρτο δ' ἔπειτα Θόας, ᾽Ανδραίμονος υἱός,
Verse: 500    
καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο ϕοινικόεσσαν,
Verse: 501    
βῆ δὲ θέειν ἐπὶ νῆας. ἐγὼ δ' ἐνὶ εἵματι κείνου
Verse: 502    
κείμην ἀσπασίως, ϕάε δὲ χρυσόθρονος ᾽Ηώς.
Verse: 503    
ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
Verse: 504    
δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συϕορβῶν,
Verse: 505    
ἀμϕότερον, ϕιλότητι καὶ αἰδοῖ ϕωτὸς ἐῆος.
Verse: 506    
νῦν δέ μ' ἀτιμάζουσι κακὰ χροὶ: εἵματ' ἔχοντα."

Verse: 507       
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·

Verse: 508       
"ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
Verse: 509    
οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες:
Verse: 510    
τῶ οὔτ' ἐσθῆτος δευήσεαι οὔτέ τευ ἄλλου,
Verse: 511    
ὧν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα,
Verse: 512    
νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
Verse: 513    
οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
Verse: 514    
ἐνθάδε ἕννυσθαι, μία δ' οἴη ϕωτὶ ἑκάστῳ."

Verse: 518       
ὣς εἰπὼν ἀνόρουσε, τίθει δ' ἄρα οἱ πυρὸς ἐγγὺς
Verse: 519    
εὐνήν, ἐν δ' ὀίων τε καὶ αἰγῶν δέρματ' ἔβαλλεν.
Verse: 520    
ἔνθ' ᾽Οδυσεὺς κατέλεκτἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
Verse: 521    
πυκνὴν καὶ μεγάλην, οἱ παρακέσκετ' ἀμοιβὰς,
Verse: 522    
ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.

Verse: 523       
ὣς μὲν ἔνθ' ᾽Οδυσεὺς κοιμήσατο, τοὶ δὲ παρ' αὐτὸν
Verse: 524    
ἄνδρες κοιμήσαντο νεηνίαι. ου 'δὲ συβώτῃ
Verse: 525    
ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
Verse: 526    
ἀλλ' γ' ἄρ' ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δ' ᾽Οδυσσεύς,
Verse: 527    
ὅττί ῥά οἱ βιότου περικήδετο νόσϕιν ἐόντος.
Verse: 528    
πρῶτον μὲν ξίϕος ὀξὺ περὶ στιβαροῖς βάλετ' ὤμοις,
Verse: 529    
ἀμϕὶ δὲ χλαῖναν ἑέσσατ' ἀλεξάνεμον, μάλα πυκνήν,
Verse: 530    
ἂν δὲ νάκην ἕλετ' αἰγὸς ἐυτρεϕέος μεγάλοιο,
Verse: 531    
εἵλετο δ' ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
Verse: 532    
βῆ δ' ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
Verse: 533    
πέτρῃ ὕπο γλαϕυρῇ εὗδον, Βορέω ὑπ' ἰωγῇ.



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.