TITUS
Homer, Odyssee
Part No. 13
Chapter: 13
ΟΔΥΣΣΕΙΑΣ
Ν
Verse: 1
῝Ως
ἔϕαθ
',
οἱ
δ
'
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
,
Verse: 2
κηληθμῷ
δ
'
ἔσχοντο
κατὰ
μέγαρα
σκιόεντα
.
Verse: 3
τὸν
δ
'
αὖτ
'
᾽Αλκίνοος
ἀπαμείβετο
ϕώνησέν
τε
·
Verse: 4
"ὦ
᾽Οδυσεῦ
,
ἐπεὶ
ἵκευ
ἐμὸν
ποτὶ
χαλκοβατὲς
δῶ
,
Verse: 5
ὑψερεϕές
,
τῶ
σ
'
οὔ
τι
πάλινπλαγχθέντα
γ
'
ὀί:ω
Verse: 6
ἂψ
ἀπονοστήσειν
,
εἰ
καὶ
μάλα
πολλὰ
πέπονθας
.
Verse: 7
ὑμέων
δ
'
ἀνδρὶ
ἑκάστῳ
ἐϕιέμενος
τάδε
εἴρω
,
Verse: 8
ὅσσοι
ἐνὶ
μεγάροισι
γερούσιον
αἴθοπα
οἶνον
Verse: 9
αἰεὶ
πίνετ
'
ἐμοῖσιν
,
ἀκουάζεσθε
δ
'
ἀοιδοῦ
.
Verse: 10
εἵματα
μὲν
δὴ
ξείνῳ
ἐυξέστῃ
ἐνὶ
χηλῷ
Verse: 11
κεῖται
καὶ
χρυσὸς
πολυδαίδαλος
ἄλλα
τε
πάντα
Verse: 12
δῶρ
',
ὅσα
Φαιήκων
βουληϕόροι
ἐνθάδ
'
ἔνεικαν
·
Verse: 13
ἀλλ
'
ἄγε
οἱ
δῶμεν
τρίποδα
μέγαν
ἠδὲ
λέβητα
Verse: 14
ἀνδρακάς
.
ἡμεῖς
δ
'
αὖτε
ἀγειρόμενοι
κατὰ
δῆμον
Verse: 15
τισόμεθ
'·
ἀργαλέον
γὰρ
ἕνα
προικὸς
χαρίσασθαι
."
Verse: 16
ὣς
ἔϕατ
'
᾽Αλκίνοος
,
τοῖσιν
δ
'
ἐπιήνδανε
μῦθος
.
Verse: 17
οἱ
μὲν
κακκείοντες
ἔβαν
οἶκόν
δὲ
ἕκαστος
:
Verse: 18
ἦμος
δ
'
ἠριγένεια
ϕάνη
ῥοδοδάκτυλος
᾽Ηώς
,
Verse: 19
νῆά
δ
'
ἐπεσσεύοντο
,
ϕέρον
δ
'
εὐήνορα
χαλκόν
.
Verse: 20
καὶ
τὰ
μὲν
εὖ
κατέθηχ
'
ἱερὸν
μένος
᾽Αλκινόοιο
,
Verse: 21
αὐτὸς
ἰὼν
διὰ
νηός
,
ὑπὸ
ζυγά
,
μή
τιν
'
ἑταίρων
Verse: 22
βλάπτοι
ἐλαυνόντων
,
ὁπότε
σπερχοίατ
'
ἐρετμοῖς
:
Verse: 23
οἱ
δ
'
εἰς
᾽Αλκινόοιο
κίον
καὶ
δαῖτ
'
ἀλέγυνον
.
Verse: 24
τοῖσι
δὲ
βοῦν
ἱέρευσ
'
ἱερὸν
μένος
᾽Αλκινόοιο
Verse: 25
Ζηνὶ
κελαινεϕέι
Κρονίδῃ
,
ὃς
πᾶσιν
ἀνάσσει
.
Verse: 26
μῆρα
δὲ
κήαντες
δαίνυντ
'
ἐρικυδέα
δαῖτα
Verse: 27
τερπόμενοι
·
μετὰ
δέ
σϕιν
ἐμέλπετο
θεῖος
ἀοιδός
,
Verse: 28
Δημόδοκος
,
λαοῖσι
τετιμένος
.
αὐτὰρ
᾽Οδυσσεὺς
Verse: 29
πολλὰ
πρὸς
ἠέλιον
κεϕαλὴν
τρέπε
παμϕανόωντα
,
Verse: 30
δῦναι
ἐπειγόμενος
:
δὴ
γὰρ
μενέαινε
νέεσθαι
.
Verse: 31
ὡς
δ
'
ὅτ
'
ἀνὴρ
δόρποιο
λιλαίεται
,
ᾧ
τε
πανῆμαρ
Verse: 32
νειὸν
ἀν
'
ἕλκητον
βόε
οἴνοπε
πηκτὸν
ἄροτρον
·
Verse: 33
ἀσπασίως
δ
'
ἄρα
τῷ
κατέδυ
ϕάος
ἠελίοιο
Verse: 34
δόρπον
ἐποίχεσθαι
,
βλάβεται
δέ
τε
γούνατ
'
ἰόντι
·
Verse: 35
ὣς
᾽Οδυσῇ
ἀσπαστὸν
ἔδυ
ϕάος
ἠελίοιο
.
Verse: 36
αἶψα
δὲ
Φαιήκεσσι
ϕιληρέτμοισι
μετηύδα
,
Verse: 37
᾽Αλκινόῳ
δὲ
μάλιστα
πιϕαυσκόμενος
ϕάτο
μῦθον
·
Verse: 38
"᾽Αλκίνοε
κρεῖον
,
πάντων
ἀριδείκετε
λαῶν
,
Verse: 39
πέμπετέ
με
σπείσαντες
ἀπήμονα
,
χαίρετε
δ
'
αὐτοί
·
Verse: 40
ἤδη
γὰρ
τετέλεσται
ἅ
μοι
ϕίλος
ἤθελε
θυμός
,
Verse: 41
πομπὴ
καὶ
ϕίλα
δῶρα
,
τά
μοι
θεοὶ
Οὐρανίωνες
Verse: 42
ὄλβια
ποιήσειαν
·
ἀμύμονα
δ
'
οἴκοι
ἄκοιτιν
Verse: 43
νοστήσας
εὕροιμι
σὺν
ἀρτεμέεσσι
ϕίλοισιν
.
Verse: 44
ὑμεῖς
δ
'
αὖθι
μένοντες
ἐυὴϕραίνοιτε
γυναῖκας
Verse: 45
κουριδίας
καὶ
τέκνα
·
θεοὶ
δ
'
ἀρετὴν
ὀπάσειαν
Verse: 46
παντοίην
,
καὶ
μή
τι
κακὸν
μεταδήμιον
εἴη
."
Verse: 47
ὣς
ἔϕαθ
',
οἱ
δ
'
ἄρα
πάντες
ἐπῄνεον
ἠδέ
κέλευον
Verse: 48
πεμπέμεναι
τὸν
ξεῖνον
,
ἐπεὶ
κατὰ
μοῖραν
ἔειπε
.
Verse: 49
καὶ
τότε
κήρυκα
προσέϕη
μένος
᾽Αλκινόοιο
·
Verse: 50
"Ποντόνοε
,
κρητῆρα
κερασσάμενος
μέθυ
νεῖμον
Verse: 51
πᾶσιν
ἀνὰ
μέγαρον
,
ὄϕρ
'
εὐξάμενοι
Διὶ
πατρὶ
Verse: 52
τὸν
ξεῖνον
πέμπωμεν
ἑὴν
ἐς
πατρίδα
γαῖαν
."
Verse: 53
ὣς
ϕάτο
,
Ποντόνοος
δὲ
μελίϕρονα
οἶνον
ἐκίρνα
,
Verse: 54
νώμησεν
δ
'
ἄρα
πᾶσιν
ἐπισταδόν
·
οἱ
δὲ
θεοῖσιν
Verse: 55
ἔσπεισαν
μακάρεσσι
,
τοὶ
οὐρανὸν
εὐρὺν
ἔχουσιν
,
Verse: 56
αὐτόθεν
ἐξ
ἑδρέων
.
ἀνὰ
δ
'
ἵστατο
δῖος
᾽Οδυσσεύς
,
Verse: 57
᾽Αρήτῃ
δ
'
ἐν
χειρὶ
τίθει
δέπας
ἀμϕικύπελλον
Verse: 58
καί
μιν
ϕωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
Verse: 59
"χαῖρέ
μοι
,
ὦ
βασίλεια
,
διαμπερές
,
εἰς
ὅ
κε
γῆρας
Verse: 60
ἔλθῃ
καὶ
θάνατος
,
τά
τ
'
ἐπ
'
ἀνθρώποισι
πέλονται
.
Verse: 61
αὐτὰρ
ἐγὼ
νέομαι
·
σὺ
δὲ
τέρπεο
τῷδ
'
ἐνὶ
οἴκῳ
Verse: 62
παισί
τε
καὶ
λαοῖσι
καὶ
᾽Αλκινόῳ
βασιλῆι
."
Verse: 63
ὣς
εἰπὼν
ὑπὲρ
οὐδὸν
ἐβήσετο
δῖος
᾽Οδυσσεύς
.
Verse: 64
τῷ
δ
'
ἅμα
κήρυκα
προί:ει
μένος
᾽Αλκινόοιο
Verse: 65
ἡγεῖσθαι
ἐπὶ
νῆα
θοὴν
καὶ
θῖνα
θαλάσσης
.
Verse: 66
᾽Αρήτη
δ
'
ἄρα
οἱ
δμῳὰς
ἅμ
'
ἔπεμπε
γυναῖκας
,
Verse: 67
τὴν
μὲν
ϕᾶρος
ἔχουσαν
ἐυπλυνὲς
ἠδὲ
χιτῶνα
,
Verse: 68
τὴν
δ
'
ἑτέρην
χηλὸν
πυκινὴν
ἅμ
'
ὄπασσε
κομίζειν
·
Verse: 69
ἡ
δ
'
ἄλλη
σῖτόν
τε
ϕέρεν
καὶ
οἶνον
ἐρυθρόν
.
Verse: 70
αὐτὰρ
ἐπεί
ῥ
'
ἐπὶ
νῆα
κατήλυθον
ἠδὲ
θάλασσαν
,
Verse: 71
αἶψα
τά
γ
'
ἐν
νηὶ
γλαϕυρῇ
πομπῆες
ἀγαυοὶ
Verse: 72
δεξάμενοι
κατέθεντο
,
πόσιν
καὶ
βρῶσιν
ἅπασαν
·
Verse: 73
κὰδ
δ
'
ἄρ
'
᾽Οδυσσῆι
στόρεσαν
ῥῆγός
τε
λίνον
τε
Verse: 74
νηὸς
ἐπ
'
ἰκριόϕι
γλαϕυρῆς
,
ἵνα
νήγρετον
εὕδοι
,
Verse: 75
πρυμνῆς
.
ἂν
δὲ
καὶ
αὐτὸς
ἐβήσετο
καὶ
κατέλεκτο
Verse: 76
σιγῇ
·
τοὶ
δὲ
κάθιζον
ἐπὶ
κληῖσιν
ἕκαστοι
Verse: 77
κόσμῳ
,
πεῖσμα
δ
'
ἔλυσαν
ἀπὸ
τρητοῖο
λίθοιο
.
Verse: 78
εὖθ
'
οἱ
ἀνακλινθέντες
ἀνερρίπτουν
ἅλα
πηδῷ
,
Verse: 79
καὶ
τῷ
νήδυμος
ὕπνος
ἐπὶ
βλεϕάροισιν
ἔπιπτε
,
Verse: 80
νήγρετος
,
ἥδιστος
,
θανάτῳ
ἄγχιστα
ἐοικώς
.
Verse: 81
ἡ
δ
',
ὥς
τ
'
ἐν
πεδίῳ
τετράοροι
ἄρσενες
ἵπποι
,
Verse: 82
πάντες
ἅμ
'
ὁρμηθέντες
ὑπὸ
πληγῇσιν
ἱμάσθλης
,
Verse: 83
ὑψόσ
'
ἀειρόμενοι
ῥίμϕα
πρήσσουσι
κέλευθον
,
Verse: 84
ὣς
ἄρα
τῆς
πρύμνη
μὲν
ἀείρετο
,
κῦμα
δ
'
ὄπισθε
Verse: 85
πορϕύρεον
μέγα
θῦε
πολυϕλοίσβοιο
θαλάσσης
.
Verse: 86
ἡ
δὲ
μάλ
'
ἀσϕαλέως
θέεν
ἔμπεδον
·
οὐδέ
κεν
ἴρηξ
Verse: 87
κίρκος
ὁμαρτήσειεν
,
ἐλαϕρότατος
πετεηνῶν
.
Verse: 88
ὣς
ἡ
ῥίμϕα
θέουσα
θαλάσσης
κύματ
'
ἔταμνεν
,
Verse: 89
ἄνδρα
ϕέρουσα
θεοῖσ
'
ἐναλίγκια
μήδε
'
ἔχοντα
·
Verse: 90
ὃς
πρὶν
μὲν
μάλα
πολλὰ
πάθ
'
ἄλγεα
ὃν
κατὰ
θυμόν
,
Verse: 91
ἀνδρῶν
τε
πτολέμους
ἀλεγεινά
τε
κύματα
πείρων
,
Verse: 92
δὴ
τότε
γ
'
ἀτρέμας
εὗδε
,
λελασμένος
ὅσσ
'
ἐπεπόνθει
.
Verse: 93
εὖτ
'
ἀστὴρ
ὑπερέσχε
ϕαάντατος
,
ὅς
τε
μάλιστα
Verse: 94
ἔρχεται
ἀγγέλλων
ϕάος
᾽Ηοῦς
ἠριγενείης
,
Verse: 95
τῆμος
δὴ
νήσῳ
προσεπίλνατο
ποντοπόρος
νηῦς
.
Verse: 96
Φόρκυνος
δέ
τίς
ἐστι
λιμήν
,
ἁλίοιο
γέροντος
,
Verse: 97
ἐν
δήμῳ
᾽Ιθάκης
:
δύο
δὲ
προβλῆτες
ἐν
αὐτῷ
Verse: 98
ἀκταὶ
ἀπορρῶγες
,
λιμένος
πότιπεπτηυῖαι
,
Verse: 99
αἵ
τ
'
ἀνέμων
σκεπόωσι
δυσαήων
μέγα
κῦμα
Verse: 100
ἔκτοθεν
·
ἔντοσθεν
δέ
τ
'
ἄνευ
δεσμοῖο
μένουσι
Verse: 101
νῆες
ἐύσσελμοι
,
ὅτ
'
ἂν
ὅρμου
μέτρον
ἵκωνται
.
Verse: 102
αὐτὰρ
ἐπὶ
κρατὸς
λιμένος
τανύϕυλλος
ἐλαίη
,
Verse: 103
ἀγχόθι
δ
'
αὐτῆς
ἄντρον
ἐπήρατον
,
ἠεροειδές
,
Verse: 104
ἱρὸν
Νυμϕάων
,
αἳ
νηιάδες
καλέονται
.
Verse: 105
ἐν
δὲ
κρητῆρές
τε
καὶ
ἀμϕιϕορῆες
ἔασι
Verse: 106
λάινοι
·
ἔνθα
δ
'
ἔπειτα
τιθαιβώσσουσι
μέλισσαι
·
Verse: 107
ἐν
δ
'
ἱστοὶ
λίθεοι
περιμήκεες
,
ἔνθα
τε
Νύμϕαι
Verse: 108
ϕάρε
'
ὑϕαίνουσιν
ἁλιπόρϕυρα
,
θαῦμα
ἰδέσθαι
·
Verse: 109
ἐν
δ
'
ὕδατ
'
ἀενάοντα
.
δύω
δέ
τέ
οἱ
θύραι
εἰσίν
,
Verse: 110
αἱ
μὲν
πρὸς
βορέαο
καταιβαταὶ
ἀνθρώποισιν
,
Verse: 111
αἱ
δ
'
αὖ
πρὸς
Νότου
εἰσὶ
θεώτεραι
·
οὐδέ
τι
κείνῃ
Verse: 112
ἄνδρες
ἐσέρχονται
,
ἀλλ
'
ἀθανάτων
ὁδός
ἐστιν
.
Verse: 113
ἔνθ
'
οἵ
γ
'
εἰσέλασαν
,
πρὶν
εἰδότες
.
ἡ
μὲν
ἔπειτα
Verse: 114
ἠπείρῳ
ἐπέκελσεν
ὅσον
τ
'
ἐπὶ
ἥμισυ
πάσης
,
Verse: 115
σπερχομένη
·
τοίων
γὰρ
ἐπείγετο
χέρσ
'
ἐρετάων
.
Verse: 116
οἱ
δ
'
ἐκ
νηὸς
βάντες
ἐυζύγου
ἤπειρόν
δὲ
Verse: 117
πρῶτον
᾽Οδυσσῆα
γλαϕυρῆς
ἐκ
νηὸς
ἄειραν
Verse: 118
αὐτῷ
σύν
τε
λίνῳ
καὶ
ῥήγειὴ
σιγαλόεντι
,
Verse: 119
κὰδ
δ
'
ἄρ
'
ἐπὶ
ψαμάθῳ
ἔθεσαν
δεδμημένον
ὕπνῳ
,
Verse: 120
ἐκ
δὲ
κτήματ
'
ἄειραν
,
ἅ
οἱ
Φαίηκες
ἀγαυοὶ
Verse: 121
ὤπασαν
οἴκαδ
'
ἰόντι
διὰ
μεγάθυμον
᾽Αθήνην
.
Verse: 122
καὶ
τὰ
μὲν
οὖν
παρὰ
πυθμέν
'
ἐλαίης
ἁθρόα
θῆκαν
Verse: 123
ἐκτὸς
ὁδοῦ
,
μή
πώ
τις
ὁδιτάων
ἀνθρώπων
,
Verse: 124
πρὶν
᾽Οδυσῆ
'
ἐγρέσθαι
,
ἐπελθὼν
δηλήσαιτο
·
Verse: 125
αὐτοὶ
δ
'
αὖ
οἶκόν
δὲ
πάλιν
κίον
.
οὐ
δ
'
ἐνοσίχθων
Verse: 126
λήθετ
'
ἀπειλάων
,
τὰς
ἀντιθέῳ
᾽Οδυσῆιὴ
Verse: 127
πρῶτον
ἐπηπείλησε
,
Διὸς
δ
'
ἐξείρετο
βουλήν
·
Verse: 128
"Ζεῦ
πάτερ
,
οὐκέτ
'
ἔγωγε
μετ
'
ἀθανάτοισι
θεοῖσι
Verse: 129
τιμήεις
ἔσομαι
,
ὅτε
με
βροτοὶ
οὔ
τι
τίουσι
,
Verse: 130
Φαίηκες
,
τοί
πέρ
τε
ἐμῆς
ἔξεισι
γενέθλης
.
Verse: 131
καὶ
γὰρ
νῦν
᾽Οδυσῆα
ϕάμην
κακὰ
πολλὰ
παθόντα
Verse: 132
οἴκαδ
'
ἐλεύσεσθαι
·
νόστον
δέ
οἱ
οὔ
ποτ
'
ἀπηύρων
Verse: 133
πάγχυ
,
ἐπεὶ
σὺ
πρῶτον
ὑπέσχεο
καὶ
κατένευσας
.
Verse: 134
οἱ
δ
'
εὕδοντ
'
ἐν
νηὶ
θοῇ
ἐπὶ
πόντον
ἄγοντες
Verse: 135
κάτθεσαν
εἰν
᾽Ιθάκῃ
,
ἔδοσαν
δέ
οἱ
ἄσπετα
δῶρα
,
Verse: 136
χαλκόν
τε
χρυσόν
τε
ἅλις
ἐσθῆτά
θ
'
ὑϕαντήν
,
Verse: 137
πόλλ
',
ὅσ
'
ἂν
οὐδέ
ποτε
Τροίης
ἐξήρατ
'
᾽Οδυσσεύς
,
Verse: 138
εἴ
περ
ἀπήμων
ἦλθε
,
λαχὼν
ἀπὸ
ληίδος
αἶσαν
."
Verse: 139
τὸν
δ
'
ἀπαμειβόμενος
προσέϕη
νεϕεληγερέτα
Ζεύς
:
Verse: 140
"ὢ
πόποι
,
ἐννοσίγαι
'
εὐρυσθενές
,
οἷον
ἔειπες
.
Verse: 141
οὔ
τί
σ
'
ἀτιμάζουσι
θεοί
·
χαλεπὸν
δέ
κεν
εἴη
Verse: 142
πρεσβύτατον
καὶ
ἄριστον
ἀτιμίῃσιν
ἰάλλειν
.
Verse: 143
ἀνδρῶν
δ
'
εἴ
πέρ
τίς
σε
βίῃ
καὶ
κάρτειὴ
εἴκων
Verse: 144
οὔ
τι
τίει
,
σοὶ
δ
'
ἐστὶ
καὶ
ἐξοπίσω
τίσις
αἰεί
.
Verse: 145
ἕρξον
ὅπως
ἐθέλεις
καί
τοι
ϕίλον
ἔπλετο
θυμῷ
."
Verse: 146
τὸν
δ
'
ἠμείβετ
'
ἔπειτα
Ποσειδάων
ἐνοσίχθων
·
Verse: 147
"αἶψά
κ
'
ἐγὼν
ἕρξαιμι
,
κελαινεϕές
,
ὡς
ἀγορεύεις
:
Verse: 148
ἀλλὰ
σὸν
αἰεὶ
θυμὸν
ὀπίζομαι
ἠδ
'
ἀλεείνω
.
Verse: 149
νῦν
αὖ
Φαιήκων
ἐθέλω
περικαλλέα
νῆα
Verse: 150
ἐκ
πομπῆς
ἀνιοῦσαν
ἐν
ἠεροειδέιὴ
πόντῳ
Verse: 151
ῥαῖσαι
,
ἵν
'
ἤδη
σχῶνται
,
ἀπολλήξωσι
δὲ
πομπῆς
Verse: 152
ἀνθρώπων
,
μέγα
δέ
σϕιν
ὄρος
πόλει
ἀμϕικαλύψαι
."
Verse: 153
τὸν
δ
'
ἀπαμειβόμενος
προσέϕη
νεϕεληγερέτα
Ζεύς
:
Verse: 154
"ὦ
πέπον
,
ὣς
μὲν
ἐμῷ
θυμῷ
δοκεῖ
εἶναι
ἄριστα
·
Verse: 155
ὁππότε
κεν
δὴ
πάντες
ἐλαυνομένην
προί:δωνται
Verse: 156
λαοὶ
ἀπὸ
πτόλιος
,
θεῖναι
λίθον
ἐγγύθι
γαίης
Verse: 157
νηὶ
:
θοῇ
ἴκελον
,
ἵνα
θαυμάζωσιν
ἅπαντες
Verse: 158
ἄνθρωποι
,
μέγα
δέ
σϕιν
ὄρος
πόλει
ἀμϕικαλύψαι
."
Verse: 159
αὐτὰρ
ἐπεὶ
τό
γ
'
ἄκουσε
Ποσειδάων
ἐνοσίχθων
,
Verse: 160
βῆ
ῥ
'
ἴμεν
ἐς
Σχερίην
,
ὅθι
Φαίηκες
γεγάασιν
.
Verse: 161
ἔνθ
'
ἔμεν
'·
ἡ
δὲ
μάλα
σχεδὸν
ἤλυθε
ποντοπόρος
νηῦς
Verse: 162
ῥίμϕα
διωκομένη
.
τῆς
δὲ
σχεδὸν
ἦλθ
'
ἐνοσίχθων
,
Verse: 163
ὅς
μιν
λᾶαν
ἔθηκε
καὶ
ἐρρίζωσεν
ἔνερθε
Verse: 164
χειρὶ
καταπρηνεῖ
ἐλάσας
:
ὁ
δὲ
νόσϕι
βεβήκει
.
Verse: 165
οἱ
δὲ
πρὸς
ἀλλήλους
ἔπεα
πτερόεντ
'
ἀγόρευον
Verse: 166
Φαίηκες
δολιχήρετμοι
,
ναυσικλυτοὶ
ἄνδρες
.
Verse: 167
ὧδε
δέ
τις
εἴπεσκεν
ἰδὼν
ἐς
πλησίον
ἄλλον
·
Verse: 168
"ὤμοι
,
τίς
δὴ
νῆα
θοὴν
ἐπέδησ
'
ἐνὶ
πόντῳ
Verse: 169
οἴκαδ
'
ἐλαυνομένην
;
καὶ
δὴ
προὐϕαίνετο
πᾶσα
."
Verse: 170
ὣς
ἄρα
τις
εἴπεσκε
·
τὰ
δ
'
οὐκ
ἴσαν
ὡς
ἐτέτυκτο
.
Verse: 171
τοῖσιν
δ
'
᾽Αλκίνοος
ἀγορήσατο
καὶ
μετέειπεν
·
Verse: 172
"ὢ
πόποι
,
ἦ
μάλα
δή
με
παλαίϕατα
θέσϕαθ
'
ἱκάνει
Verse: 173
πατρὸς
ἐμοῦ
,
ὃς
ἔϕασκε
Ποσειδάων
'
ἀγάσεσθαι
Verse: 174
ἡμῖν
,
οὕνεκα
πομποὶ
ἀπήμονές
εἰμεν
ἁπάντων
.
Verse: 175
ϕῆ
ποτε
Φαιήκων
ἀνδρῶν
περικαλλέα
νῆα
Verse: 176
ἐκ
πομπῆς
ἀνιοῦσαν
ἐν
ἠεροειδέι
πόντῳ
Verse: 177
ῥαισέμεναι
,
μέγα
δ
'
ἧμιν
ὄρος
πόλει
ἀμϕικαλύψειν
.
Verse: 178
ὣς
ἀγόρευ
'
ὁ
γέρων
·
τὰδε
δὴ
νῦν
πάντα
τελεῖται
.
Verse: 179
ἀλλ
'
ἄγεθ
',
ὡς
ἂν
ἐγὼν
εἴπω
,
πειθώμεθα
πάντες
.
Verse: 180
πομπῆς
μὲν
παύσασθε
βροτῶν
,
ὅτε
κέν
τις
ἵκηται
Verse: 181
ἡμέτερον
προτὶ
ἄστυ
·
Ποσειδάωνι
δὲ
ταύρους
Verse: 182
δώδεκα
κεκριμένους
ἱερεύσομεν
,
αἴ
κ
'
ἐλεήσῃ
Verse: 183
μηδ
'
ἥμιν
περίμηκες
ὄρος
πόλει
ἀμϕικαλύψῃ
."
Verse: 184
ὣς
ἔϕαθ
',
οἱ
δ
'
ἔδδεισαν
,
ἑτοιμάσσαντο
δὲ
ταύρους
.
Verse: 185
ὣς
οἱ
μέν
ῥ
'
εὔχοντο
Ποσειδάωνι
ἄνακτι
Verse: 186
δήμου
Φαιήκων
ἡγήτορες
ἠδὲ
μέδοντες
,
Verse: 187
ἑστεῶτες
περὶ
βωμόν
.
ὁ
δ
'
ἔγρετο
δῖος
᾽Οδυσσεὺς
Verse: 188
εὕδων
ἐν
γαίῃ
πατρωίῃ
,
οὐδέ
μιν
ἔγνω
Verse: 189
ἤδη
δὴν
ἀπεών
·
περὶ
γὰρ
θεὸς
ἠέρα
χεῦε
Verse: 190
Παλλὰς
᾽Αθηναίη
,
κούρη
Διός
,
ὄϕρά
μιν
αὐτὸν
Verse: 191
ἄγνωστον
τεύξειεν
ἕκαστά
τε
μυθήσαιτο
,
Verse: 192
μή
μιν
πρὶν
ἄλοχος
γνοίη
ἀστοί
τε
ϕίλοι
τε
,
Verse: 193
πρὶν
πᾶσαν
μνηστῆρας
ὑπερβασίην
ἀποτῖσαι
.
Verse: 194
τοὔνεκ
'
ἄρ
'
ἀλλοειδέα
ϕαινέσκετο
πάντα
ἄνακτι
,
Verse: 195
ἀτραπιτοί
τε
διηνεκέες
λιμένες
τε
πάνορμοι
Verse: 196
πέτραί
τ
'
ἠλίβατοι
καὶ
δένδρεα
τηλεθόωντα
.
Verse: 197
στῆ
δ
'
ἄρ
'
ἀναί:ξας
καί
ῥ
'
εἴσιδε
πατρίδα
γαῖαν
,
Verse: 198
ᾤμωξέν
τ
'
ἄρ
'
ἔπειτα
καὶ
ὣ
πεπλήγετο
μηρὼ
Verse: 199
χερσὶ
καταπρηνέσσ
',
ὀλοϕυρόμενος
δ
'
ἔπος
ηὔδα
·
Verse: 200
"ὤμοι
ἐγώ
,
τέων
αὖτε
βροτῶν
ἐς
γαῖαν
ἱκάνω
;
Verse: 201
ἤ
ῥ
'
οἵ
γ
'
ὑβρισταί
τε
καὶ
ἄγριοι
οὐδὲ
δίκαιοι
,
Verse: 202
ἦε
ϕιλόξεινοι
καί
σϕιν
νόος
ἐστὶ
θεουδής
...
Verse: 203
πῇ
δὴ
χρήματα
πολλὰ
ϕέρω
τάδε
;
πῇ
δὲ
καὶ
αὐτὸς
Verse: 204
πλάξομαι
;
αἴθ
'
ὄϕελον
μεῖναι
παρὰ
Φαιήκεσσιν
Verse: 205
αὐτοῦ
·
ἐγὼ
δέ
κεν
ἄλλον
ὑπερμενέων
βασιλήων
Verse: 206
ἐξικόμην
,
ὅς
κέν
με
ϕίλει
καὶ
ἔπεμπε
νέεσθαι
.
Verse: 207
νῦν
δ
'
οὔτ
'
ἄρ
πῃ
θέσθαι
ἐπίσταμαι
,
οὐδὲ
μὲν
αὐτοῦ
Verse: 208
καλλείψω
,
μή
πως
μοι
ἕλωρ
ἄλλοισι
γένηται
.
Verse: 209
ὢ
πόποι
,
οὐκ
ἄρα
πάντα
νοήμονες
οὐδὲ
δίκαιοι
Verse: 210
ἦσαν
Φαιήκων
ἡγήτορες
ἠδὲ
μέδοντες
,
Verse: 211
οἵ
μ
'
εἰς
ἄλλην
γαῖαν
ἀπήγαγον
.
ἦ
τέ
μ
'
ἔϕαντο
Verse: 212
ἄξειν
εἰς
᾽Ιθάκην
εὐδείελον
,
οὐδὲ
τέλεσσαν
.
Verse: 213
Ζεύς
σϕεας
τίσαιτο
ἱκετήσιος
,
ὅς
τε
καὶ
ἄλλους
Verse: 214
ἀνθρώπους
ἐϕορᾷ
καὶ
τείνυται
,
ὅς
τις
ἁμάρτῃ
.
Verse: 215
ἀλλ
'
ἄγε
δὴ
τὰ
χρήματ
'
ἀριθμήσω
καὶ
ἴδωμαι
,
Verse: 216
μή
τί
μοι
οἴχωνται
κοίλης
ἐπὶ
νηὸς
ἄγοντες
."
Verse: 217
ὣς
εἰπὼν
τρίποδας
περικαλλέας
ἠδὲ
λέβητας
Verse: 218
ἠρίθμει
καὶ
χρυσὸν
ὑϕαντά
τε
εἵματα
καλά
.
Verse: 219
τῶν
μὲν
ἄρ
'
οὔ
τι
πόθει
·
ὁ
δ
'
ὀδύρετο
πατρίδα
γαῖαν
Verse: 220
ἑρπύζων
παρὰ
θῖνα
πολυϕλοίσβοιο
θαλάσσης
,
Verse: 221
πόλλ
'
ὀλοϕυρόμενος
.
σχεδόθεν
δέ
οἱ
ἦλθεν
᾽Αθήνη
,
Verse: 222
ἀνδρὶ
δέμας
εἰκυῖα
νέῳ
,
ἐπιβώτορι
μήλων
,
Verse: 223
παναπάλῳ
,
οἷοί
τε
ἀνάκτων
παῖδες
ἔασι
,
Verse: 224
δίπτυχον
ἀμϕ
'
ὤμοισιν
ἔχουσ
'
εὐεργέα
λώπην
·
Verse: 225
ποσσὶ
δ
'
ὑπὸ
λιπαροῖσι
πέδιλ
'
ἔχε
,
χειρὶ
δ
'
ἄκοντα
.
Verse: 226
τὴν
δ
'
᾽Οδυσεὺς
γήθησεν
ἰδὼν
καὶ
ἐναντίος
ἦλθε
Verse: 227
καί
μιν
ϕωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
Verse: 228
"ὦ
ϕίλ
',
ἐπεί
σε
πρῶτα
κιχάνω
τῷδ
'
ἐνὶ
χώρῳ
,
Verse: 229
χαῖρέ
τε
καὶ
μή
μοί
τι
κακῷ
νόῳ
ἀντιβολήσαις
,
Verse: 230
ἀλλὰ
σάω
μὲν
ταῦτα
,
σάω
δ
'
ἐμέ
·
σοὶ
γὰρ
ἔγωγε
Verse: 231
εὔχομαι
ὥς
τε
θεῷ
καί
σευ
ϕίλα
γούναθ
'
ἱκάνω
.
Verse: 232
καί
μοι
τοῦτ
'
ἀγόρευσον
ἐτήτυμον
,
ὄϕρ
'
ἔυ
εἰδῶ
·
Verse: 233
τίς
γῆ
,
τίς
δῆμος
...
τίνες
ἀνέρες
ἐγγεγάασιν
;
Verse: 234
ἤ
πού
τις
νήσων
εὐδείελος
,
ἦέ
τις
ἀκτὴ
Verse: 235
κεῖθ
'
ἁλὶ
κεκλιμένη
ἐριβώλακος
ἠπείροιο
;"
Verse: 236
τὸν
δ
'
αὖτε
προσέειπε
θεὰ
γλαυκῶπις
᾽Αθήνη
·
Verse: 237
"νήπιός
εἰς
,
ὦ
ξεῖν
',
ἢ
τηλόθεν
εἰλήλουθας
,
Verse: 238
εἰ
δὴ
τῆνδέ
τε
γαῖαν
ἀνείρεαι
.
οὐδέ
τι
λίην
Verse: 239
οὕτω
νώνυμός
ἐστιν
·
ἴσασι
δέ
μιν
μάλα
πολλοί
,
Verse: 240
ἠμὲν
ὅσοι
ναίουσι
πρὸς
ἠῶ
τ
'
ἠέλιόν
τε
,
Verse: 241
ἠδ
'
ὅσσοι
μετόπισθε
ποτὶ
ζόϕον
ἠερόεντα
.
Verse: 242
ἢτοι
μὲν
τρηχεῖα
καὶ
οὐχ
ἱππήλατός
ἐστιν
,
Verse: 243
οὐ
δὲ
λίην
λυπρή
,
ἀτὰρ
οὐδ
'
εὐρεῖα
τέτυκται
.
Verse: 244
ἐν
μὲν
γάρ
οἱ
σῖτος
ἀθέσϕατος
,
ἐν
δέ
τε
οἶνος
Verse: 245
γίνεται
·
αἰεὶ
δ
'
ὄμβρος
ἔχει
τεθαλυῖά
τ
'
ἑέρση
.
Verse: 246
αἰγίβοτος
δ
'
ἀγαθὴ
καὶ
βούβοτος
:
ἔστι
μὲν
ὕλη
Verse: 247
παντοίη
,
ἐν
δ
'
ἀρδμοὶ
ἐπηετανοὶ
παρέασι
.
Verse: 248
τῶ
τοι
,
ξεῖν
',
᾽Ιθάκης
γε
καὶ
ἐς
Τροίην
ὄνομ
'
ἵκει
,
Verse: 249
τήν
περ
τηλοῦ
ϕασιν
᾽Αχαιίδοσ
ἔμμεναι
αἴης
."
Verse: 250
ὣς
ϕάτο
,
γήθησεν
δὲ
πολύτλας
δῖος
᾽Οδυσσεὺς
Verse: 251
χαίρων
ᾗ
γαίῃ
πατρωίῃ
,
ὥς
οἱ
ἔειπε
Verse: 252
Παλλὰς
᾽Αθηναίη
,
κούρη
Διὸς
αἰγιόχοιο
·
Verse: 253
καί
μιν
ϕωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
ή
Verse: 254
οὐ
δ
'
ὅ
γ
'
ἀληθέα
εἶπε
,
πάλιν
δ
'
ὅ
γε
λάζετο
μῦθον
,
Verse: 255
αἰὲν
ἐνὶ
στήθεσσι
νόον
πολυκερδέα
νωμῶν
ή
·
Verse: 256
"πυνθανόμην
᾽Ιθάκης
γε
καὶ
ἐν
Κρήτῃ
εὐρείῃ
,
Verse: 257
τηλοῦ
ὑπὲρ
πόντου
·
νῦν
δ
'
εἰλήλουθα
καὶ
αὐτὸς
Verse: 258
χρήμασι
σὺν
τοίσδεσσι
·
λιπὼν
δ
'
ἔτι
παισὶ
τοσαῦτα
Verse: 259
ϕεύγω
,
ἐπεὶ
ϕίλον
υἷα
κατέκτανον
᾽Ιδομενῆος
,
Verse: 260
᾽Ορσίλοχον
πόδας
ὠκύν
,
ὃς
ἐν
Κρήτῃ
εὐρείῃ
Verse: 261
ἀνέρας
ἀλϕηστὰς
νίκα
ταχέεσσι
πόδεσσιν
,
Verse: 262
οὕνεκά
με
στερέσαι
τῆς
ληίδος
ἤθελε
πάσης
Verse: 263
Τρωιάδος
,
τῆς
εἵνεκ
'
ἐγὼ
πάθον
ἄλγεα
θυμῷ
,
Verse: 264
ἀνδρῶν
τε
πτολέμους
ἀλεγεινά
τε
κύματα
πείρων
,
Verse: 265
οὕνεκ
'
ἄρ
'
οὐχ
ᾧ
πατρὶ
χαριζόμενος
θεράπευον
Verse: 266
δήμῳ
ἔνι
Τρώων
,
ἀλλ
'
ἄλλων
ἦρχον
ἑταίρων
.
Verse: 267
τὸν
μὲν
ἐγὼ
κατιόντα
βάλον
χαλκήρειὴ
δουρὶ
Verse: 268
ἀγρόθεν
,
ἐγγὺς
ὁδοῖο
λοχησάμενος
σὺν
ἑταίρῳ
·
Verse: 269
νὺξ
δὲ
μάλα
δνοϕερὴ
κάτεχ
'
οὐρανόν
,
οὐδέ
τις
ἥμεας
Verse: 270
ἀνθρώπων
ἐνόησε
,
λάθον
δέ
ἑ
θυμὸν
ἀπούρας
.
Verse: 271
αὐτὰρ
ἐπεὶ
δὴ
τόν
γε
κατέκτανον
ὀξέι
χαλκῷ
,
Verse: 272
αὐτίκ
'
ἐγὼν
ἐπὶ
νῆα
κιὼν
Φοίνικας
ἀγαυοὺς
Verse: 273
ἐλλισάμην
,
καί
σϕιν
μενοεικέα
ληίδα
δῶκα
·
Verse: 274
τούς
μ
'
ἐκέλευσα
Πύλον
δὲ
καταστῆσαι
καὶ
ἐϕέσσαι
Verse: 275
ἢ
εἰς
῎Ηλιδα
δῖαν
,
ὅθι
κρατέουσιν
᾽Επειοί
.
Verse: 276
ἀλλ
'
ἤτοί
σϕεας
κεῖθεν
ἀπώσατο
ἲς
ἀνέμοιο
Verse: 277
πόλλ
'
ἀεκαζομένους
,
οὐδ
'
ἤθελον
ἐξαπατῆσαι
·
Verse: 278
κεῖθεν
δὲ
πλαγχθέντες
ἱκάνομεν
ἐνθάδε
νυκτός
.
Verse: 279
σπουδῇ
δ
'
ἐς
λιμένα
προερέσσαμεν
,
οὐδέ
τις
ἥμιν
Verse: 280
δόρπου
μνῆστις
ἔην
,
μάλα
περ
χατέουσιν
ἑλέσθαι
,
Verse: 281
ἀλλ
'
αὔτως
ἀποβάντες
ἐκείμεθα
νηὸς
ἅπαντες
.
Verse: 282
ἔνθ
'
ἐμὲ
μὲν
γλυκὺς
ὕπνος
ἐπήλυθε
κεκμηῶτα
,
Verse: 283
οἱ
δὲ
χρήματ
'
ἐμὰ
γλαϕυρῆς
ἐκ
νηὸς
ἑλόντες
Verse: 284
κάτθεσαν
,
ἔνθα
περ
αὐτὸς
ἐπὶ
ψαμάθοισιν
ἐκείμην
.
Verse: 285
οἱ
δ
'
ἐς
Σιδονίην
εὐναιομένην
ἀναβάντες
Verse: 286
ᾤχοντ
'·
αὐτὰρ
ἐγὼ
λιπόμην
ἀκαχήμενος
ἦτορ
."
Verse: 287
ὣς
ϕάτο
,
μείδησεν
δὲ
θεὰ
γλαυκῶπις
᾽Αθήνη
,
Verse: 288
χειρί
τέ
μιν
κατέρεξε
·
δέμας
δ
'
ἤικτο
γυναικὶ
Verse: 289
καλῇ
τε
μεγάλῃ
τε
καὶ
ἀγλαὰ
ἔργ
'
εἰδυίῃ
.
Verse: 290
καί
μιν
ϕωνήσασ
'
ἔπεα
πτερόεντα
προσηύδα
·
Verse: 291
"κερδαλέος
κ
'
εἴη
καὶ
ἐπίκλοπος
ὅς
σε
παρέλθοι
Verse: 292
ἐν
πάντεσσι
δόλοισι
,
καὶ
εἰ
θεὸς
ἀντιάσειε
.
Verse: 293
σχέτλιε
,
ποικιλομῆτα
,
δόλων
ἄτ
',
οὐκ
ἄρ
'
ἔμελλες
,
Verse: 294
οὐδ
'
ἐν
σῇ
περ
ἐὼν
γαίῃ
,
λήξειν
ἀπατάων
Verse: 295
μύθων
τε
κλοπίων
,
οἵ
τοι
πεδόθεν
ϕίλοι
εἰσίν
.
Verse: 296
ἀλλ
'
ἄγε
μηκέτι
ταῦτα
λεγώμεθα
,
εἰδότες
ἄμϕω
Verse: 297
κέρδε
',
ἐπεὶ
σὺ
μέν
ἐσσι
βροτῶν
ὄχ
'
ἄριστος
ἁπάντων
Verse: 298
βουλῇ
καὶ
μύθοισιν
,
ἐγὼ
δ
'
ἐν
πᾶσι
θεοῖσι
Verse: 299
μήτι
τε
κλέομαι
καὶ
κέρδεσιν
·
οὐδὲ
σύγ
'
ἔγνως
Verse: 300
Παλλάδ
'
᾽Αθηναίην
,
κούρην
Διός
,
ἥ
τέ
τοι
αἰεὶ
Verse: 301
ἐν
πάντεσσι
πόνοισι
παρίσταμαι
ἠδὲ
ϕυλάσσω
,
Verse: 302
καὶ
δέ
σε
Φαιήκεσσι
ϕίλον
πάντεσσιν
ἔθηκα
.
Verse: 303
νῦν
αὖ
δεῦρ
'
ἱκόμην
,
ἵνα
τοι
σὺν
μῆτιν
ὑϕήνω
Verse: 304
χρήματά
τε
κρύψω
,
ὅσα
τοι
Φαίηκες
ἀγαυοὶ
Verse: 305
ὤπασαν
οἴκαδ
'
ἰόντι
ἐμῇ
βουλῇ
τε
νόῳ
τε
,
Verse: 306
εἴπω
θ
'
ὅσσά
τοι
αἶσα
δόμοις
ἔνι
ποιητοῖσι
Verse: 307
κήδε
'
ἀνασχέσθαι
·
σὺ
δὲ
τετλάμεναι
καὶ
ἀνάγκῃ
,
Verse: 308
μηδέ
τῳ
ἐκϕάσθαι
μήτ
'
ἀνδρῶν
μήτε
γυναικῶν
,
Verse: 309
πάντων
,
οὕνεκ
'
ἄρ
'
ἦλθες
ἀλώμενος
,
ἀλλὰ
σιωπῇ
Verse: 310
πάσχειν
ἄλγεα
πολλά
,
βίας
ὑποδέγμενος
ἀνδρῶν
."
Verse: 311
τὴν
δ
'
ἀπαμειβόμενος
προσέϕη
πολύμητις
᾽Οδυσσεύς
:
Verse: 312
"ἀργαλέον
σε
,
θεά
,
γνῶναι
βροτῷ
ἀντιάσαντι
Verse: 313
καὶ
μάλ
'
ἐπισταμένῳ
·
σὲ
γὰρ
αὐτὴν
παντὶ
ἐί:σκεις
.
Verse: 314
τοῦτο
δ
'
ἐγὼν
εὖ
οἶδ
',
ὅτι
μοι
πάρος
ἠπίη
ἦσθα
,
Verse: 315
εἷος
ἐνὶ
Τροίῃ
πολεμίζομεν
υἷες
᾽Αχαιῶν
.
Verse: 316
αὐτὰρ
ἐπεὶ
Πριάμοιο
πόλιν
διεπέρσαμεν
αἰπήν
,
Verse: 317
βῆμεν
δ
'
ἐν
νήεσσι
,
θεὸς
δ
'
ἐκέδασσεν
᾽Αχαιούς
,
Verse: 318
οὔ
σέγ
'
ἔπειτα
ἴδον
,
κούρη
Διός
,
οὐδὲ
νόησα
Verse: 319
νηὸς
ἐμῆς
ἐπιβᾶσαν
,
ὅπως
τί
μοι
ἄλγος
ἀλάλκοις
.
Verse: 320
ἀλλ
'
αἰεὶ
ϕρεσὶν
ᾗσιν
ἔχων
δεδαιὴγμένον
ἦτορ
Verse: 321
ἠλώμην
,
εἵως
με
θεοὶ
κακότητος
ἔλυσαν
·
Verse: 322
πρίν
γ
'
ὅτε
Φαιήκων
ἀνδρῶν
ἐν
πίονι
δήμῳ
Verse: 323
θάρσυνάς
τ
'
ἐπέεσσι
καὶ
ἐς
πόλιν
ἤγαγες
αὐτή
.
Verse: 324
νῦν
δέ
σε
πρὸς
πατρὸς
γουνάζομαι
οὐ
γὰρ
ὀίω
Verse: 325
ἥκειν
εἰς
᾽Ιθάκην
εὐδείελον
,
ἀλλά
τιν
'
ἄλλην
Verse: 326
γαῖαν
ἀναστρέϕομαι
·
σὲ
δὲ
κερτομέουσαν
ὀίω
Verse: 327
ταῦτ
'
ἀγορευέμεναι
,
ἵν
'
ἐμὰς
ϕρένας
ἠπεροπεύσῃς
ή
,
Verse: 328
εἰπέ
μοι
,
εἰ
ἐτεόν
γε
ϕίλην
ἐς
πατρίδ
'
ἱκάνω
."
Verse: 329
τὸν
δ
'
ἠμείβετ
'
ἔπειτα
θεὰ
γλαυκῶπις
᾽Αθήνη
·
Verse: 330
"αἰεί
τοι
τοιοῦτον
ἐνὶ
στήθεσσι
νόημα
·
Verse: 331
τῶ
σε
καὶ
οὐ
δύναμαι
προλιπεῖν
δύστηνον
ἐόντα
,
Verse: 332
οὕνεκ
'
ἐπητής
ἐσσι
καὶ
ἀγχίνοος
καὶ
ἐχέϕρων
.
Verse: 333
ἀσπασίως
γάρ
κ
'
ἄλλος
ἀνὴρ
ἀλαλήμενος
ἐλθὼν
Verse: 334
ἵετ
'
ἐνὶ
μεγάροις
ἰδέειν
παῖδάς
τ
'
ἄλοχόν
τε
·
Verse: 335
σοὶ
δ
'
οὔ
πω
ϕίλον
ἐστὶ
δαήμεναι
οὐδὲ
πυθέσθαι
,
Verse: 336
πρίν
γ
'
ἔτι
σῆς
ἀλόχου
πειρήσεαι
,
ἥ
τέ
τοι
αὕτως
Verse: 337
ἧσται
ἐνὶ
μεγάροισιν
,
ὀιὴζυραὶ
δέ
οἱ
αἰεὶ
Verse: 338
ϕθίνουσιν
νύκτές
τε
καὶ
ἤματα
δάκρυ
χεούσῃ
.
Verse: 339
αὐτὰρ
ἐγὼ
τὸ
μὲν
οὔ
ποτ
'
ἀπίστεον
,
ἀλλ
'
ἐνὶ
θυμῷ
Verse: 340
ᾔδε
',
ὃ
νοστήσεις
ὀλέσας
ἄπο
πάντας
ἑταίρους
:
Verse: 341
ἀλλά
τοι
οὐκ
ἐθέλησα
Ποσειδάωνι
μάχεσθαι
Verse: 342
πατροκασιγνήτῳ
,
ὅς
τοι
κότον
ἔνθετο
θυμῷ
,
Verse: 343
χωόμενος
ὅτι
οἱ
υἱὸν
ϕίλον
ἐξαλάωσας
.
Verse: 344
ἀλλ
'
ἄγε
τοι
δείξω
᾽Ιθάκης
ἕδος
,
ὄϕρα
πεποίθῃς
.
Verse: 345
Φόρκυνος
μὲν
ὅδ
'
ἐστὶ
λιμήν
,
ἁλίοιο
γέροντος
,
Verse: 346
ἧδε
δ
'
ἐπὶ
κρατὸς
λιμένος
τανύϕυλλος
ἐλαίη
·
Verse: 347
ἀγχόθι
δ
'
αὐτῆς
ἄντρον
ἐπήρατον
,
ἠεροειδές
,
Verse: 348
ἱρὸν
Νυμϕάων
,
αἳ
Νηιάδες
καλέονται
·
Verse: 349
τοῦτο
δέ
τοι
σπέος
εὐρυ
,;
κατηρεϕές
,
ἔνθα
σὺ
πολλὰς
Verse: 350
ἕρδεσκες
Νύμϕῃσι
τεληέσσας
ἑκατόμβας
:
Verse: 351
τοῦτο
δὲ
Νήριτόν
ἐστιν
ὄρος
καταειμένον
ὕλῃ
."
Verse: 352
ὣς
εἰποῦσα
θεὰ
σκέδασ
'
ἠέρα
,
εἴσατο
δὲ
χθών
·
Verse: 353
γήθησέν
τ
'
ἄρ
'
ἔπειτα
πολύτλας
δῖος
᾽Οδυσσεὺς
Verse: 354
χαίρων
ᾗ
γαίῃ
,
κύσε
δὲ
ζείδωρον
ἄρουραν
.
Verse: 355
αὐτίκα
δὲ
Νύμϕῃς
ἠρήσατο
χεῖρας
ἀνασχών
·
Verse: 356
"Νύμϕαι
νηιάδες
,
κοῦραι
Διός
,
οὔ
ποτ
'
ἔγωγε
Verse: 357
ὄψεσθ
'
ὔμμ
'
ἐϕάμην
·
νῦν
δ
'
εὐχωλῇς
ἀγανῇσι
Verse: 358
χαίρετ
'·
ἀτὰρ
καὶ
δῶρα
διδώσομεν
,
ὡς
τὸ
πάρος
περ
,
Verse: 359
αἴ
κεν
ἐᾷ
πρόϕρων
με
Διὸς
θυγάτηρ
ἀγελείη
Verse: 360
αὐτόν
τε
ζώειν
καί
μοι
ϕίλον
υἱὸν
ἀέξῃ
."
Verse: 361
τὸν
δ
'
αὖτε
προσέειπε
θεὰ
γλαυκῶπις
᾽Αθήνη
·
Verse: 362
"θάρσει
·
μή
τοι
ταῦτα
μετὰ
ϕρεσὶ
σῇσι
μελόντων
.
Verse: 363
ἀλλὰ
χρήματα
μὲν
μυχῷ
ἄντρου
θεσπεσίοιο
Verse: 364
θείομεν
αὐτίκα
νῦν
,
ἵνα
περ
τάδε
τοι
σόα
μίμνῃ
·
Verse: 365
αὐτοὶ
δὲ
ϕραζώμεθ
'
ὅπως
ὄχ
'
ἄριστα
γένηται
."
Verse: 366
ὣς
εἰποῦσα
θεὰ
δῦνε
σπέος
ἠεροειδές
,
Verse: 367
μαιομένη
κευθμῶνας
ἀνὰ
σπέος
:
αὐτὰρ
᾽Οδυσσεὺς
Verse: 368
ἄσσον
πάντ
'
ἐϕόρει
,
χρυσὸν
καὶ
ἀτειρέα
χαλκὸν
Verse: 369
εἵματά
τ
'
εὐποίητα
,
τά
οἱ
Φαίηκες
ἔδωκαν
.
Verse: 370
καὶ
τὰ
μὲν
εὖ
κατέθηκε
,
λίθον
δ
'
ἐπέθηκε
θύρῃσι
Verse: 371
Παλλὰς
᾽Αθηναίη
,
κούρη
Διὸς
αἰγιόχοιο
.
Verse: 372
τὼ
δὲ
καθεζομένω
ἱερῆς
παρὰ
πυθμέν
'
ἐλαίης
Verse: 373
ϕραζέσθην
μνηστῆρσιν
ὑπερϕιάλοισιν
ὄλεθρον
.
Verse: 374
τοῖσι
δὲ
μύθων
ἦρχε
θεὰ
γλαυκῶπις
᾽Αθήνη
·
Verse: 375
"Διογενὲς
Λαερτιάδη
,
πολυμήχαν
'
᾽Οδυσσεῦ
,
Verse: 376
ϕράζευ
ὅπως
μνηστῆρσιν
ἀναιδέσι
χεῖρας
ἐϕήσεις
,
Verse: 377
οἳ
δή
τοι
τρίετες
μέγαρον
κάτα
κοιρανέουσι
,
Verse: 378
μνώμενοι
ἀντιθέην
ἄλοχον
καὶ
ἕδνα
διδόντες
:
Verse: 379
ἡ
δὲ
σὸν
αἰεὶ
νόστον
ὀδυρομένη
κατὰ
θυμὸν
Verse: 380
πάντας
μέν
ῥ
'
ἔλπει
καὶ
ὑπίσχεται
ἀνδρὶ
ἑκάστῳ
,
Verse: 381
ἀγγελίας
προιὴεῖσα
,
νόος
δέ
οἱ
ἄλλα
μενοινᾷ
."
Verse: 382
τὴν
δ
'
ἀπαμειβόμενος
προσέϕη
πολύμητις
᾽Οδυσσεύς
:
Verse: 383
"ὢ
πόποι
,
ἦ
μάλα
δὴ
᾽Αγαμέμνονος
᾽Ατρείδαο
Verse: 384
ϕθείσεσθαι
κακὸν
οἶτον
ἐνὶ
μεγάροισιν
ἔμελλον
,
Verse: 385
εἰ
μή
μοι
σὺ
ἕκαστα
,
θεά
,
κατὰ
μοῖραν
ἔειπες
.
Verse: 386
ἀλλ
'
ἄγε
μῆτιν
ὕϕηνον
,
ὅπως
ἀποτίσομαι
αὐτούς
:
Verse: 387
πὰρ
δέ
μοι
αὐτὴ
στῆθι
,
μένος
πολυθαρσὲς
ἐνεῖσα
,
Verse: 388
οἷον
ὅτε
Τροίης
λύομεν
λιπαρὰ
κρήδεμνα
.
Verse: 389
αἴ
κέ
μοι
ὣς
μεμαυῖα
παρασταίης
,
γλαυκῶπι
,
Verse: 390
καί
κε
τριηκοσίοισιν
ἐγὼν
ἄνδρεσσι
μαχοίμην
Verse: 391
σὺν
σοί
,
πότνα
θεά
,
ὅτε
μοι
πρόϕρασσ
'
ἐπαρήγοις
."
Verse: 392
τὸν
δ
'
ἠμείβετ
'
ἔπειτα
θεὰ
γλαυκῶπις
᾽Αθήνη
·
Verse: 393
"καὶ
λίην
τοι
ἔγωγε
παρέσσομαι
,
οὐδέ
με
λήσεις
,
Verse: 394
ὁππότε
κεν
δὴ
ταῦτα
πενώμεθα
·
καί
τιν
'
ὀίω
Verse: 395
αἵματί
τ
'
ἐγκεϕάλῳ
τε
παλαξέμεν
ἄσπετον
οὖδας
Verse: 396
ἀνδρῶν
μνηστήρων
,
οἵ
τοι
βίοτον
κατέδουσιν
.
Verse: 397
ἀλλ
'
ἄγε
σ
'
ἄγνωστον
τεύξω
πάντεσσι
βροτοῖσι
·
Verse: 398
κάρψω
μὲν
χρόα
καλὸν
ἐνὶ
γναμπτοῖσι
μέλεσσι
,
Verse: 399
ξανθὰς
δ
'
ἐκ
κεϕαλῆς
ὀλέσω
τρίχας
,
ἀμϕὶ
δὲ
λαῖϕος
Verse: 400
ἕσσω
,
ὅ
κε
στυγέῃσιν
ἰδὼν
ἄνθρωπος
ἔχοντα
,
Verse: 401
κνυζώσω
δέ
τοι
ὄσσε
πάρος
περικαλλέ
'
ἐόντε
,
Verse: 402
ὡς
ἂν
ἀεικέλιος
πᾶσι
μνηστῆρσι
ϕανήῃς
Verse: 403
σῇ
τ
'
ἀλόχῳ
καὶ
παιδί
,
τὸν
ἐν
μεγάροισιν
ἔλειπες
.
Verse: 404
αὐτὸς
δὲ
πρώτιστα
συβώτην
εἰσαϕικέσθαι
,
Verse: 405
ὅς
τοι
ὑῶν
ἐπίουρος
,
ὁμῶς
δέ
τοι
ἤπια
οἶδε
,
Verse: 406
παῖδά
τε
σὸν
ϕιλέει
καὶ
ἐχέϕρονα
Πηνελόπειαν
.
Verse: 407
δήεις
τόν
γε
σύεσσι
παρήμενον
·
αἱ
δὲ
νέμονται
Verse: 408
πὰρ
Κόρακος
πέτρῃ
ἐπί
τε
κρήνῃ
᾽Αρεθούσῃ
,
Verse: 409
ἔσθουσαι
βάλανον
μενοεικέα
καὶ
μέλαν
ὕδωρ
Verse: 410
πίνουσαι
,
τά
θ
'
ὕεσσι
τρέϕει
τεθαλυῖαν
ἀλοιϕήν
.
Verse: 411
ἔνθα
μένειν
καὶ
πάντα
παρήμενος
ἐξερέεσθαι
,
Verse: 412
ὄϕρ
'
ἂν
ἐγὼν
ἔλθω
Σπάρτην
ἐς
καλλιγύναικα
Verse: 413
Τηλέμαχον
καλέουσα
,
τεὸν
ϕίλον
υἱόν
,
᾽Οδυσσεῦ
,
Verse: 414
ὅς
τοι
ἐς
εὐρύχορον
Λακεδαίμονα
πὰρ
Μενέλαον
Verse: 415
ᾤχετο
πευσόμενος
μετὰ
σὸν
κλέος
,
εἴ
που
ἔτ
'
εἴης
."
Verse: 416
τὴν
δ
'
ἀπαμειβόμενος
προσέϕη
πολύμητις
᾽Οδυσσεύς
:
Verse: 417
"τίπτε
γὰρ
οὔ
οἱ
ἔειπες
,
ἐνὶ
ϕρεσὶ
πάντ
'
εἰδυῖα
;
Verse: 418
ἦ
ἵνα
που
καὶ
κεῖνος
ἀλώμενος
ἄλγεα
πάσχῃ
Verse: 419
πόντον
ἐπ
'
ἀτρύγετον
·
βίοτον
δέ
οἱ
ἄλλοι
ἔδουσι
."
Verse: 420
τὸν
δ
'
ἠμείβετ
'
ἔπειτα
θεὰ
γλαυκῶπις
᾽Αθήνη
·
Verse: 421
"μὴ
δή
τοι
κεῖνός
γε
λίην
ἐνθύμιος
ἔστω
.
Verse: 422
αὐτή
μιν
πόμπευον
,
ἵνα
κλέος
ἐσθλὸν
ἄροιτο
Verse: 423
κεῖσ
'
ἐλθών
·
ἀτὰρ
οὔ
τιν
'
ἔχει
πόνον
,
ἀλλὰ
ἕκηλος
Verse: 424
ἧσται
ἐν
᾽Ατρεί:δαο
δόμοις
,
παρὰ
δ
'
ἄσπετα
κεῖται
.
Verse: 425
ἦ
μέν
μιν
λοχόωσι
νέοι
σὺν
νηὶ
μελαίνῃ
,
Verse: 426
ἱέμενοι
κτεῖναι
,
πρὶν
πατρίδα
γαῖαν
ἱκέσθαι
·
Verse: 427
ἀλλὰ
τά
γ
'
οὐκ
ὀίω
·
πρὶν
καί
τινα
γαῖα
καθέξει
Verse: 428
ἀνδρῶν
μνηστήρων
,
οἵ
τοι
βίοτον
κατέδουσιν
."
Verse: 429
ὣς
ἄρα
μιν
ϕαμένη
ῥάβδῳ
ἐπεμάσσατ
'
᾽Αθήνη
.
Verse: 430
κάρψε
μέν
οἱ
χρόα
καλὸν
ἐνὶ
γναμπτοῖσι
μέλεσσι
,
Verse: 431
ξανθὰς
δ
'
ἐκ
κεϕαλῆς
ὄλεσε
τρίχας
,
ἀμϕὶ
δὲ
δέρμα
Verse: 432
πάντεσσιν
μελέεσσι
παλαιοῦ
θῆκε
γέροντος
,
Verse: 433
κνύζωσεν
δέ
οἱ
ὄσσε
πάρος
περικαλλέ
'
ἐόντε
.
Verse: 434
ἀμϕὶ
δέ
μιν
ῥάκος
ἄλλο
κακὸν
βάλεν
ἠδὲ
χιτῶνα
,
Verse: 435
ῥωγαλέα
,
ῥυπόωντα
,
κακῷ
μεμορυγμένα
καπνῷ
·
Verse: 436
ἀμϕὶ
δέ
μιν
μέγα
δέρμα
ταχείης
ἕσσ
'
ἐλάϕοιο
,
Verse: 437
ψιλόν
·
δῶκε
δέ
οἱ
σκῆπτρον
καὶ
ἀεικέα
πήρην
,
Verse: 438
πυκνὰ
ῥωγαλέην
·
ἐν
δὲ
στρόϕος
ἦεν
ἀορτήρ
.
Verse: 439
τώ
γ
'
ὣς
βουλεύσαντε
διέτμαγεν
.
ἡ
μὲν
ἔπειτα
Verse: 440
ἐς
Λακεδαίμονα
δῖαν
ἔβη
μετὰ
παῖδ
'
᾽Οδυσῆος
.
This text is part of the
TITUS
edition of
Homer, Odyssee
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.