TITUS
Homer, Odyssee
Part No. 12
Previous part

Chapter: 12    
ΟΔΥΣΣΕΙΑΣ Μ


Verse: 1       Αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον ᾽Ωκεανοῖο
Verse: 2    
νηῦς, ἀπὸ δ' ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
Verse: 3    
νῆσόν τ' Αἰαίην, ὅθι τ' ᾽Ηοῦς ἠριγενείης
Verse: 4    
οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ ᾽Ηελίοιο,
Verse: 5    
νῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
Verse: 6    
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης:
Verse: 7    
ἔνθα δ' ἀποβρίξαντες ἐμείναμεν ᾽Ηῶ δῖαν.

Verse: 8       
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 9    
δὴ τότ' ἐγὼν ἑτάρους προί:ειν ἐς δώματα Κίρκης
Verse: 10    
οἰσέμεναι νεκρὸν ᾽Ελπήνορα τεθνηῶτα.
Verse: 11    
ϕιτροὺς δ' αἶψα ταμόντες, ὅθ' ἀκροτάτη πρόεχ' ἀκτή,
Verse: 12    
θάπτομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες.
Verse: 13    
αὐτὰρ ἐπεὶ νεκρός τε κάη καὶ τεύχεα νεκροῦ,
Verse: 14    
τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
Verse: 15    
πήξαμεν ἀκροτάτῳ τύμβῳ εὐῆρες ἐρετμόν.

Verse: 16       
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδ' ἄρα Κίρκην
Verse: 17    
ἐξ ᾽Αίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλ' ὦκα
Verse: 18    
ἦλθ' ἐντυναμένη· ἅμα δ' ἀμϕίπολοι ϕέρον αὐτῇ
Verse: 19    
σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
Verse: 20    
δ' ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·

Verse: 21       
'σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ' ᾽Αίδαο,
Verse: 22    
δισθανέες, ὅτε τ' ἄλλοι ἅπαξ θνῄσκουσ' ἄνθρωποι.
Verse: 23    
ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
Verse: 24    
αὖθι πανημέριοι· ἅμα δ' ἠοῖ ϕαινομένηϕι
Verse: 25    
πλεύσεσθαὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
Verse: 26    
σημανέω, ἵνα μή τι κακορραϕίῃ ἀλεγεινῇ
Verse: 27    
ἁλὸς ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.'

Verse: 28       
ὣς ἔϕαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Verse: 29    
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Verse: 30    
ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ·
Verse: 31    
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέϕας ἦλθεν,
Verse: 32    
οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
Verse: 33    
δ' ἐμὲ χειρὸς ἑλοῦσα ϕίλων ἀπὸ νόσϕιν ἑταίρων
Verse: 34    
εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
Verse: 35    
αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
Verse: 36    
καὶ τότε δή μ' ἐπέεσσι προσηύδα πότνια Κίρκη·

Verse: 37       
'ταῦτα μὲν οὕτω πάντα πεπείρανται· σὺ δ' ἄκουσον,
Verse: 38    
ὥς τοι ἐγὼν ἐρέω· μνήσει δέ σε καὶ θεὸς αὐτός.
Verse: 39    
Σειρῆνας μὲν πρῶτον ἀϕίξεαι, αἵ ῥά τε πάντας
Verse: 40    
ἀνθρώπους θέλγουσιν, ὅτίς σϕεας εἰσαϕίκηται.
Verse: 41    
ὅς τις ἀιδρείῃ πελάσῃ καὶ ϕθόγγον ἀκούσῃ
Verse: 42    
Σειρήνων, τῷ δ' οὔ τι γυνὴ καὶ νήπια τέκνα
Verse: 43    
οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται·
Verse: 44    
ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ,
Verse: 45    
ἥμεναι ἐν λειμῶνι· πολὺς δ' ἀμϕ' ὀστεόϕιν θὶς
Verse: 46    
ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσιν.
Verse: 47    
ἀλλὰ παρ' ἐξ ἐλάαν, ἐπὶ δ' οὔατ' ἀλεῖψαι ἑταίρων
Verse: 48    
κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
Verse: 49    
τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ' ἐθέλῃσθα,
Verse: 50    
δησάντων σ' ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε
Verse: 51    
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήϕθω,
Verse: 52    
ὄϕρα κε τερπόμενος ὄπ' ἀκούῃς Σειρήνοιιν.
Verse: 53    
εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
Verse: 54    
οἱ δέ σ' ἐνὶ πλεόνεσσι τότε δεσμοῖσι διδέντων.
Verse: 55    
αὐτὰρ ἐπὴν δὴ τάς γε παρ' ἐξ ἐλάσωσιν ἑταῖροι,
Verse: 56    
ἔνθα τοι οὐκέτ' ἔπειτα διηνεκέως ἀγορεύσω,
Verse: 57    
ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
Verse: 58    
θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμϕοτέρωθεν.
Verse: 59    
ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεϕέες, προτὶ δ' αὐτὰς
Verse: 60    
κῦμα μέγα ῥοχθεῖ κυανώπιδος ᾽Αμϕιτρίτης:
Verse: 61    
Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
Verse: 62    
τῇ μέν τ' οὐδὲ ποτητὰ παρέρχεται, οὐδὲ πέλειαι
Verse: 63    
τρήρωνες, ταί τ' ἀμβροσίην Διὶ πατρὶ ϕέρουσιν,
Verse: 64    
ἀλλά τε καὶ τῶν αἰὲν ἀϕαιρεῖται λὶς πέτρη·
Verse: 65    
ἀλλ' ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
Verse: 66    
τῇ δ' οὔ πώ τις νηῦς ϕύγεν ἀνδρῶν, τις ἵκηται,
Verse: 67    
ἀλλά θ' ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα ϕωτῶν
Verse: 68    
κύμαθ' ἁλὸς ϕορέουσι πυρός τ' ὀλοοῖο θύελλαι.
Verse: 69    
οἴη δὴ κείνῃ γε παρέπλω ποντοπόρος νηῦς
Verse: 70    
᾽Αργὼ πασιμέλουσα, παρ' Αἰήταο πλέουσα·
Verse: 71    
καί νύ κε τὴν ἔνθ' ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
Verse: 72    
ἀλλ' ῞Ηρη παρέπεμψεν, ἐπεὶ ϕίλος ἦεν ᾽Ιήσων.
Verse: 73    
οἱ δὲ δύω σκόπελοι μὲν οὐρανὸν εὐρὺν ἱκάνει
Verse: 74    
ὀξείῃ κορυϕῇ, νεϕέλη δέ μιν ἀμϕιβέβηκε
Verse: 75    
κυανέη· τὸ μὲν οὔ ποτ' ἐρωεῖ, οὐδέ ποτ' αἴθρη
Verse: 76    
κείνου ἔχει κορυϕὴν οὔτ' ἐν θέρει οὔτ' ἐν ὀπώρῃ·
Verse: 77    
οὐ δέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ' ἐπιβαίη,
Verse: 78    
οὐδ' εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
Verse: 79    
πέτρη γὰρ λίς ἐστι, περιξέστῃ ἐικυῖα.
Verse: 80    
μέσσῳ δ' ἐν σκοπέλῳ ἐστὶ σπέος ἠεροειδές,
Verse: 81    
πρὸς ζόϕον εἰς ῎Ερεβος τετραμμένον, περ ἂν ὑμεῖς
Verse: 82    
νῆα παρὰ γλαϕυρὴν ἰθύνετε, ϕαίδιμ' ᾽Οδυσσεῦ.
Verse: 83    
οὐ δέ κεν ἐκ νηὸς γλαϕυρῆς αἰζήιος ἀνὴρ
Verse: 84    
τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαϕίκοιτο.
Verse: 85    
ἔνθα δ' ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα·
Verse: 86    
τῆς ἤτοι ϕωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
Verse: 87    
γίνεται, αὐτὴ δ' αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
Verse: 88    
γηθήσειεν ἰδών, οὐδ' εἰ θεὸς ἀντιάσειε.
Verse: 89    
τῆς ἤτοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
Verse: 90    
ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
Verse: 91    
σμερδαλέη κεϕαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες,
Verse: 92    
πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
Verse: 93    
μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
Verse: 94    
ἔξω δ' ἐξίσχει κεϕαλὰς δεινοῖο βερέθρου·
Verse: 95    
αὐτοῦ δ' ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
Verse: 96    
δελϕῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
Verse: 97    
κῆτος, μυρία βόσκει ἀγάστονος ᾽Αμϕιτρίτη.
Verse: 98    
τῇ δ' οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
Verse: 99    
παρϕυγέειν σὺν νηί· ϕέρει δέ τε κρατὶ ἑκάστῳ
Verse: 100    
ϕῶτ' ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
Verse: 101    
τὸν δ' ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, ᾽Οδυσσεῦ,
Verse: 102    
πλησίον ἀλλήλων· καί κεν διοιὴστεύσειας.
Verse: 103    
τῷ δ' ἐν ἐρινεός ἐστι μέγας, ϕύλλοισι τεθηλώς:
Verse: 104    
τῷ δ' ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
Verse: 105    
τρὶς μὲν γάρ τ' ἀνίησιν ἐπ' ἤματι, τρὶς δ' ἀναροιβδεῖ
Verse: 106    
δεινόν· μὴ σύγε κεῖθι τύχοις ὅτε ῥοιβδήσειεν·
Verse: 107    
οὐ γάρ κεν ῥύσαιτό σ' ὑπ' ἐκ κακοῦ οὐδ' ἐνοσίχθων.
Verse: 108    
ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
Verse: 109    
νῆα παρ' ἐξ ἐλάαν, ἐπεὶ πολὺ ϕέρτερόν ἐστιν
Verse: 110    
ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἅμα πάντας.'

Verse: 111       
ὣς ἔϕατ', αὐτὰρ ἐγώ μιν ἀτυζόμενος προσέειπον·

Verse: 112       
'εἰ δ' ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
Verse: 113    
εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροϕύγοιμι Χάρυβδιν,
Verse: 114    
τὴν δέ κ' ἀμυναίμην, ὅτε μοι σίνοιτό γ' ἑταίρους.'

Verse: 115       
ὣς ἐϕάμην, δ' αὐτίκ' ἀμείβετο δῖα θεάων·

Verse: 116       
'σχέτλιε, καὶ δ' αὖ τοι πολεμήια ἔργα μέμηλε
Verse: 117    
καὶ πόνος, οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
Verse: 118    
δέ τοι οὐ θνητή, ἀλλ' ἀθάνατον κακόν ἐστι,
Verse: 119    
δεινόν τ' ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
Verse: 120    
οὐδέ τίς ἔστ' ἀλκή· ϕυγέειν κάρτιστον ἀπ' αὐτῆς.
Verse: 121    
ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
Verse: 122    
δείδω μή σ' ἐξαῦτις ἐϕορμηθεῖσα κίχῃσι
Verse: 123    
τόσσῃσιν κεϕαλῇσι, τόσους δ' ἐκ ϕῶτας ἕληται.
Verse: 124    
ἀλλὰ μάλα σϕοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
Verse: 125    
μητέρα τῆς Σκύλλης, μιν τέκε πῆμα βροτοῖσιν·
Verse: 126    
μιν ἔπειτ' ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
Verse: 127    
Θρινακίην δ' ἐς νῆσον ἀϕίξεαι· ἔνθα δὲ πολλαὶ
Verse: 128    
βόσκοντ' ᾽Ηελίοιο βόες καὶ ἴϕια μῆλα,
Verse: 129    
ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ' οἰῶν πώεα καλά,
Verse: 130    
πεντήκοντα δ' ἕκαστα. γόνος δ' οὐ γίνεται αὐτῶν,
Verse: 131    
οὐδέ ποτε ϕθινύθουσι. θεαὶ δ' ἐπιποιμένες εἰσί,
Verse: 132    
Νύμϕαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
Verse: 133    
ἃς τέκεν ᾽Ηελίῳ ῾Υπερίονι δῖα Νέαιρα.
Verse: 134    
τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
Verse: 135    
Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
Verse: 136    
μῆλα ϕυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
Verse: 137    
τὰς εἰ μέν κ' ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
Verse: 138    
τ' ἂν ἔτ' εἰς ᾽Ιθάκην κακά περ πάσχοντες ἵκοισθε·
Verse: 139    
εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεθρον
Verse: 140    
νηί τε καὶ ἑτάροις: αὐτὸς δ' εἴ πέρ κεν ἀλύξῃς,
Verse: 141    
ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.'

Verse: 142       
ὣς ἔϕατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν ᾽Ηώς.
Verse: 143    
μὲν ἔπειτ' ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
Verse: 144    
αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
Verse: 145    
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
Verse: 146    
οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
Verse: 148    
ἡμῖν δ' αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
Verse: 149    
ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
Verse: 150    
Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
Verse: 151    
αὐτίκα δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
Verse: 152    
ἥμεθα· τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνε.
Verse: 153    
δὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·

Verse: 154       
'ὦ ϕίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ' οἴους
Verse: 155    
θέσϕαθ' μοι Κίρκη μυθήσατο, δῖα θεάων·
Verse: 156    
ἀλλ' ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἠὲ θάνωμεν
Verse: 157    
κεν ἀλευάμενοι θάνατον καὶ κῆρα ϕύγοιμεν.
Verse: 158    
Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
Verse: 159    
ϕθόγγον ἀλεύασθαι καὶ λειμῶν' ἀνθεμόεντα.
Verse: 160    
οἶον ἔμ' ἠνώγει ὄπ' ἀκουέμεν· ἀλλά με δεσμῷ
Verse: 161    
δήσατ' ἐν ἀργαλέῳ, ὄϕρ' ἔμπεδον αὐτόθι μίμνω,
Verse: 162    
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήϕθω.
Verse: 163    
εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
Verse: 164    
ὑμεῖς δὲ πλεόνεσσι τότε δεσμοῖσι πιέζειν.'

Verse: 165       
ἤτοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίϕαυσκον·
Verse: 166    
τόϕρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
Verse: 167    
νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
Verse: 168    
αὐτίκ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο, δὲ γαλήνη
Verse: 169    
ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
Verse: 170    
ἀνστάντες δ' ἕταροι νεὸς ἱστία μηρύσαντο,
Verse: 171    
καὶ τὰ μὲν ἐν νηὶ γλαϕυρῇ βάλον, οἱ δ' ἐπ' ἐρετμὰ
Verse: 172    
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇσ' ἐλάτῃσιν.
Verse: 173    
αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
Verse: 174    
τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον.
Verse: 175    
αἶψα δ' ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
Verse: 176    
᾽Ηελίου τ' αὐγὴ ῾Υπεριονίδαο ἄνακτος:
Verse: 177    
ἑξείης δ' ἑτάροισιν ἐπ' οὔατα πᾶσιν ἄλειψα.
Verse: 178    
οἱ δ' ἐν νηί μ' ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
Verse: 179    
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνῆπτον·
Verse: 180    
αὐτοὶ δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
Verse: 181    
ἀλλ' ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
Verse: 182    
ῥίμϕα διώκοντες, τὰς δ' οὐ λάθεν ὠκύαλος νηῦς
Verse: 183    
ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ' ἔντυνον ἀοιδήν·

Verse: 184       
'δεῦρ' ἄγ' ἰών, πολύαιν' ᾽Οδυσεῦ, μέγα κῦδος ᾽Αχαιῶν,
Verse: 185    
νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ' ἀκούσῃς.
Verse: 186    
οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
Verse: 187    
πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ' ἀκοῦσαι,
Verse: 188    
ἀλλ' γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς:
Verse: 189    
ἴδμεν γάρ τοι πάνθ' ὅσ' ἐνὶ Τροίῃ εὐρείῃ
Verse: 190    
᾽Αργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
Verse: 191    
ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.'

Verse: 192       
ὣς ϕάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
Verse: 193    
ἤθελ' ἀκουέμεναι, λῦσαί τ' ἐκέλευον ἑταίρους
Verse: 194    
ὀϕρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
Verse: 195    
αὐτίκα δ' ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
Verse: 196    
πλείοσί μ' ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
Verse: 197    
αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδ' ἔτ' ἔπειτα
Verse: 198    
ϕθόγγον Σειρήνων ἠκούομεν οὐδέ τ' ἀοιδήν,
Verse: 199    
αἶψ' ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
Verse: 200    
ὅν σϕιν ἐπ' ὠσὶν ἄλειψ', ἐμέ τ' ἐκ δεσμῶν ἀνέλυσαν.

Verse: 201       
ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ' ἔπειτα
Verse: 202    
καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
Verse: 203    
τῶν δ' ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ' ἐρετμά,
Verse: 204    
βόμβησαν δ' ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δ' αὐτοῦ
Verse: 205    
νηῦς, ἐπεὶ οὐκέτ' ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
Verse: 206    
αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
Verse: 207    
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

Verse: 208       
'ὦ ϕίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
Verse: 209    
οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν ὅτε Κύκλωψ
Verse: 210    
εἴλει ἐνὶ σπῆι γλαϕυρῷ κρατερῆϕι βίηϕιν·
Verse: 211    
ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε
Verse: 212    
ἐκϕύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
Verse: 213    
νῦν δ' ἄγεθ', ὡς ἂν ἐγὼν εἴπω, πειθώμεθα πάντες.
Verse: 214    
ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
Verse: 215    
τύπτετε κληίδεσσιν ἐϕήμενοι, αἴ κέ ποθι Ζεὺς
Verse: 216    
δώῃ τόνδε γ' ὄλεθρον ὑπεκϕυγέειν καὶ ἀλύξαι·
Verse: 217    
σοὶ δέ, κυβερνῆθ', ὧδ' ἐπιτέλλομαι· ἀλλ' ἐνὶ θυμῷ
Verse: 218    
βάλλευ, ἐπεὶ νηὸς γλαϕυρῆς οἰήια νωμᾷς:
Verse: 219    
τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
Verse: 220    
νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
Verse: 221    
κεῖσ' ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.'

Verse: 222       
ὣς ἐϕάμην, οἱ δ' ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
Verse: 223    
Σκύλλην δ' οὐκέτ' ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
Verse: 224    
μή πώς μοι δείσαντες ἀπολήξειαν ἑταῖροι
Verse: 225    
εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σϕέας αὐτούς.
Verse: 226    
καὶ τότε δὴ Κίρκης μὲν ἐϕημοσύνης ἀλεγεινῆς
Verse: 227    
λανθανόμην, ἐπεὶ οὔ τί μ' ἀνώγει θωρήσσεσθαι·
Verse: 228    
αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
Verse: 229    
μάκρ' ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
Verse: 230    
πρῴρης: ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα ϕανεῖσθαι
Verse: 231    
Σκύλλην πετραίην, μοι ϕέρε πῆμ' ἑτάροισιν.
Verse: 232    
οὐ δέ πῃ ἀθρῆσαι δυνάμην· ἔκαμον δέ μοι ὄσσε
Verse: 233    
πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.

Verse: 234       
ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες:
Verse: 235    
ἔνθεν γὰρ Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
Verse: 236    
δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
Verse: 237    
ἤτοι ὅτ' ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
Verse: 238    
πᾶσ' ἀναμορμύρεσκε κυκωμένη· ὑψόσε δ' ἄχνη
Verse: 239    
ἄκροισι σκοπέλοισιν ἐπ' ἀμϕοτέροισιν ἔπιπτεν.
Verse: 240    
ἀλλ' ὅτ' ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
Verse: 241    
πᾶσ' ἔντοσθε ϕάνεσκε κυκωμένη, ἀμϕὶ δὲ πέτρη
Verse: 242    
δεινὸν βεβρύχει, ὑπένερθε δὲ γαῖα ϕάνεσκε
Verse: 243    
ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
Verse: 244    
ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
Verse: 245    
τόϕρα δέ μοι Σκύλλη κοίλης ἐκ νηὸς ἑταίρους
Verse: 246    
ἓξ ἕλεθ', οἳ χερσίν τε βίηϕί τε ϕέρτατοι ἦσαν.
Verse: 247    
σκεψάμενος δ' ἐς νῆα θοὴν ἅμα καὶ μεθ' ἑταίρους
Verse: 248    
ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
Verse: 249    
ὑψόσ' ἀειρομένων· ἐμὲ δὲ ϕθέγγοντο καλεῦντες
Verse: 250    
ἐξονομακλήδην, τότε γ' ὕστατον, ἀχνύμενοι κῆρ.
Verse: 251    
ὡς δ' ὅτ' ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκειὴ ῥάβδῳ
Verse: 252    
ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
Verse: 253    
ἐς πόντον προί:ησι βοὸς κέρας ἀγραύλοιο,
Verse: 254    
ἀσπαίροντα δ' ἔπειτα λαβὼν ἔρριψε θύραζε,
Verse: 255    
ὣς οἵ γ' ἀσπαίροντες ἀείροντο προτὶ πέτρας:
Verse: 256    
αὐτοῦ δ' εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας,
Verse: 257    
χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι.
Verse: 258    
οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀϕθαλμοῖσι
Verse: 259    
πάντων ὅσσ' ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.

Verse: 260       
αὐτὰρ ἐπεὶ πέτρας ϕύγομεν δεινήν τε Χάρυβδιν
Verse: 261    
Σκύλλην τ', αὐτίκ' ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
Verse: 262    
ἱκόμεθἔνθα δ' ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
Verse: 263    
πολλὰ δὲ ἴϕια μῆλ' ῾Υπερίονος ᾽Ηελίοιο.
Verse: 264    
δὴ τότ' ἐγὼν ἔτι πόντῳ ἰὼν ἐν νηὶ μελαίνῃ
Verse: 265    
μυκηθμοῦ τ' ἤκουσα βοῶν αὐλιζομενάων
Verse: 266    
οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
Verse: 267    
μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
Verse: 268    
Κίρκης τ' Αἰαίης, οἵ μοι μάλα πόλλ' ἐπέτελλον
Verse: 269    
νῆσον ἀλεύασθαι τερψιμβρότου ᾽Ηελίοιο.
Verse: 270    
δὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·

Verse: 271       
'κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι,
Verse: 272    
ὄϕρ' ὕμιν εἴπω μαντήια Τειρεσίαο
Verse: 273    
Κίρκης τ' Αἰαίης, οἵ μοι μάλα πόλλ' ἐπέτελλον
Verse: 274    
νῆσον ἀλεύασθαι τερψιμβρότου ᾽Ηελίοιο·
Verse: 275    
ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔϕασκον.
Verse: 276    
ἀλλὰ παρ' ἐξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.'

Verse: 277       
ὣς ἐϕάμην, τοῖσιν δὲ κατεκλάσθη ϕίλον ἦτορ·
Verse: 278    
αὐτίκα δ' Εὐρύλοχος στυγερῷ μ' ἠμείβετο μύθῳ·

Verse: 279       
'σχέτλιός εἰς, ᾽Οδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
Verse: 280    
κάμνεις: ῥά νυ σοίγε σιδήρεα πάντα τέτυκται,
Verse: 281    
ὅς ' ἑτάρους καμάτῳ ἀδηκότας ἠδὲ καὶ ὕπνῳ
Verse: 282    
οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
Verse: 283    
νήσῳ ἐν ἀμϕιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
Verse: 284    
ἀλλ' αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας,
Verse: 285    
νήσου ἀποπλαγχθέντας, ἐν ἠεροειδέι πόντῳ.
Verse: 286    
ἐκ νυκτῶν δ' ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
Verse: 287    
γίνονται· πῇ κέν τις ὑπεκϕύγοι αἰπὺν ὄλεθρον,
Verse: 288    
ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
Verse: 289    
Νότου Ζεϕύροιο δυσαέος, οἵ τε μάλιστα
Verse: 290    
νῆα διαραίουσι, θεῶν ἀέκητι ἀνάκτων;
Verse: 291    
ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
Verse: 292    
δόρπον θ' ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες:
Verse: 293    
ἠῶθεν δ' ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.'

Verse: 294       
ὣς ἔϕατ' Εὐρύλοχος, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι.
Verse: 295    
καὶ τότε δὴ γίνωσκον δὴ κακὰ μήδετο δαίμων,
Verse: 296    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδων·

Verse: 297       
'Εὐρύλοχ', μάλα δή με βιάζετε μοῦνον ἐόντα·
Verse: 298    
ἀλλ' ἄγε δή μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
Verse: 299    
εἴ κέ τιν' ἠὲ βοῶν ἀγέλην πῶυ μέγ' οἰῶν
Verse: 300    
εὕρωμεν, μή που τις ἀτασθαλίῃσι κακῇσιν
Verse: 301    
βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
Verse: 302    
ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.'

Verse: 303       
ὣς ἐϕάμην, οἱ δ' αὐτίκ' ἀπώμνυον ὡς ἐκέλευον.
Verse: 304    
αὐτὰρ ἐπεί ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
Verse: 305    
στήσαμεν ἐν λιμένι γλαϕυρῷ εὐεργέα νῆα
Verse: 306    
ἄγχ' ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
Verse: 307    
νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
Verse: 308    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 309    
μνησάμενοι δὴ ἔπειτα ϕίλους ἔκλαιον ἑταίρους,
Verse: 310    
ουἠς ἔϕαγε Σκύλλη γλαϕυρῆς ἐκ νηὸς ἑλοῦσα·
Verse: 311    
κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
Verse: 312    
ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει,
Verse: 313    
ὦρσεν ἔπι ζαὴν ἄνεμον νεϕεληγερέτα Ζεὺς
Verse: 314    
λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεϕέεσσι κάλυψε
Verse: 315    
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ' οὐρανόθεν νύξ.
Verse: 316    
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 317    
νῆα μὲν ὡρμίσαμεν, κοῖλον σπέος εἰσερύσαντες:
Verse: 318    
ἔνθα δ' ἔσαν Νυμϕέων καλοὶ χοροὶ ἠδὲ θόωκοι.
Verse: 319    
καὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·

Verse: 320       
'ὦ ϕίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
Verse: 321    
ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
Verse: 322    
δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴϕια μῆλα,
Verse: 323    
᾽Ηελίου, ὃς πάντ' ἐϕορᾷ καὶ πάντ' ἐπακούει.'

Verse: 324       
ὣς ἐϕάμην, τοῖσιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Verse: 325    
μῆνα δὲ πάντ' ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
Verse: 326    
γίνετ' ἔπειτ' ἀνέμων, εἰ μὴ Εὖρός τε Νότος τε.
Verse: 327    
οἱ δ' εἷως μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
Verse: 328    
τόϕρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
Verse: 329    
ἀλλ' ὅτε δὴ νηὸς ἐξέϕθιτο ἤια πάντα,
Verse: 330    
καὶ δὴ ἄγρην ἐϕέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
Verse: 331    
ἰχθῦς ὄρνιθάς τε, ϕίλας τι χεῖρας ἵκοιτο,
Verse: 332    
γναμπτοῖς ἀγκίστροισιν· ἔτειρε δὲ γαστέρα λιμός.
Verse: 333    
δὴ τότ' ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄϕρα θεοῖσιν
Verse: 334    
εὐξαίμην, εἴ τίς μοι ὁδὸν ϕήνειε νέεσθαι.
Verse: 335    
ἀλλ' ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
Verse: 336    
χεῖρας νιψάμενος, ὅθ' ἐπὶ σκέπας ἦν ἀνέμοιο,
Verse: 337    
ἠρώμην πάντεσσι θεοῖς οἳ ῎Ολυμπον ἔχουσιν·
Verse: 338    
οἱ δ' ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεϕάροισιν ἔχευαν.
Verse: 339    
Εὐρύλοχος δ' ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς:

Verse: 340       
'κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·
Verse: 341    
πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
Verse: 342    
λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
Verse: 343    
ἀλλ' ἄγετ', ᾽Ηελίοιο βοῶν ἐλάσαντες ἀρίστας
Verse: 344    
ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
Verse: 345    
εἰ δέ κεν εἰς ᾽Ιθάκην ἀϕικοίμεθα, πατρίδα γαῖαν,
Verse: 346    
αἶψά κεν ᾽Ηελίῳ ῾Υπερίονι πίονα νηὸν
Verse: 347    
τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
Verse: 348    
εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
Verse: 349    
νῆ' ἐθέλῃ ὀλέσαι, ἐπὶ δ' ἕσπωνται θεοὶ ἄλλοι,
Verse: 350    
βούλομ' ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι
Verse: 351    
δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.'

Verse: 352       
ὣς ἔϕατ' Εὐρύλοχος, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι.
Verse: 353    
αὐτίκα δ' ᾽Ηελίοιο βοῶν ἐλάσαντες ἀρίστας
Verse: 354    
ἐγγύθεν οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
Verse: 355    
βοσκέσκονθ' ἕλικες καλαὶ βόες εὐρυμέτωποι ,
Verse: 356    
τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσι,
Verse: 357    
ϕύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
Verse: 358    
οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
Verse: 359    
αὐτὰρ ἐπεί ' εὔξαντο καὶ ἔσϕαξαν καὶ ἔδειραν,
Verse: 360    
μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
Verse: 361    
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.
Verse: 362    
οὐ δ' εἶχον μέθυ λεῖψαι ἐπ' αἰθομένοις ἱεροῖσιν,
Verse: 363    
ἀλλ' ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
Verse: 364    
αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχνα πάσαντο,
Verse: 365    
μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμϕ' ὀβελοῖσιν ἔπειραν.

Verse: 366       
καὶ τότε μοι βλεϕάρων ἐξέσσυτο νήδυμος ὕπνος:
Verse: 367    
βῆν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
Verse: 368    
ἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμϕιελίσσης,
Verse: 369    
καὶ τότε με κνίσης ἀμϕήλυθεν ἡδὺς ἀυτμή·
Verse: 370    
οἰμώξας δὲ θεοῖσι μετ' ἀθανάτοις ἐγεγώνευν·

Verse: 371       
'Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
Verse: 372    
με μάλ' εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ,
Verse: 373    
οἱ δ' ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.'

Verse: 374       
ὠκέα δ' ᾽Ηελίῳ ῾Υπερίονι ἄγγελος ἦλθε,
Verse: 375    
Λαμπετίη τανύπεπλος, οἱ βόας ἔκταμεν ἡμεῖς.
Verse: 376    
αὐτίκα δ' ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·

Verse: 377       
'Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
Verse: 378    
τῖσαι δὴ ἑτάρους Λαερτιάδεω ᾽Οδυσῆος,
Verse: 379    
οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἔγωγε
Verse: 380    
χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
Verse: 381    
ἠδ' ὁπότ' ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτραποίμην.
Verse: 382    
εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ' ἀμοιβήν,
Verse: 383    
δύσομαι εἰς ᾽Αί:δαο καὶ ἐν νεκύεσσι ϕαείνω.'

Verse: 384       
τὸν δ' ἀπαμειβόμενος προσέϕη νεϕεληγερέτα Ζεύς:

Verse: 385       
'᾽Ηέλι', ἤτοι μὲν σὺ μετ' ἀθανάτοισι ϕάεινε
Verse: 386    
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
Verse: 387    
τῶν δέ κ' ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
Verse: 388    
τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.'

Verse: 389       
ταῦτα δ' ἐγὼν ἤκουσα Καλυψοῦς ἠυὴκόμοιο·
Verse: 390    
δ' ἔϕη ῾Ερμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.

Verse: 391       
αὐτὰρ ἐπεί ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
Verse: 392    
νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐ δέ τι μῆχος
Verse: 393    
εὑρέμεναι δυνάμεσθα· βόες δ' ἀποτέθνασαν ἤδη.
Verse: 394    
τοῖσιν δ' αὐτίκ' ἔπειτα θεοὶ τέραα προύϕαινον·
Verse: 395    
εἷρπον μὲν ῥινοί, κρέα δ' ἀμϕ' ὀβελοῖς ἐμεμύκει,
Verse: 396    
ὀπταλέα τε καὶ ὠμά· βοῶν δ' ὣς γίνετο ϕωνή.

Verse: 397       
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
Verse: 398    
δαίνυντ' ᾽Ηελίοιο βοῶν ἐλόωντες ἀρίστας:
Verse: 399    
ἀλλ' ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
Verse: 400    
καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
Verse: 401    
ἡμεῖς δ' αἶψ' ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,
Verse: 402    
ἱστὸν στησάμενοι ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες.
Verse: 403    
ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
Verse: 404    
ϕαίνετο γαιάων, ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα,
Verse: 405    
δὴ τότε κυανέην νεϕέλην ἔστησε Κρονίων
Verse: 406    
νηὸς ὕπερ γλαϕυρῆς, ἤχλυσε δὲ πόντος ὑπ' αὐτῆς.
Verse: 407    
δ' ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε
Verse: 408    
κεκληγὼς Ζέϕυρος, μεγάλῃ σὺν λαίλαπι θύων,
Verse: 409    
ἱστοῦ δὲ προτόνους ἔρρηξ' ἀνέμοιο θύελλα
Verse: 410    
ἀμϕοτέρους: ἱστὸς δ' ὀπίσω πέσεν, ὅπλα τε πάντα
Verse: 411    
εἰς ἄντλον κατέχυνθ δ' ἄρα πρυμνῇ ἐνὶ νηὶ
Verse: 412    
πλῆξε κυβερνήτεω κεϕαλήν, σὺν δ' ὀστέ' ἄραξε
Verse: 413    
πάντ' ἄμυδις κεϕαλῆς: δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς
Verse: 414    
κάππεσ' ἀπ' ἰκριόϕιν, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ.
Verse: 415    
Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
Verse: 416    
δ' ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
Verse: 417    
ἐν δὲ θεείου πλῆτο· πέσον δ' ἐκ νηὸς ἑταῖροι.
Verse: 418    
οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
Verse: 419    
κύμασιν ἐμϕορέοντο, θεὸς δ' ἀποαίνυτο νόστον.
Verse: 420    
αὐτὰρ ἐγὼ διὰ νηὸς ἐϕοίτων, ὄϕρ' ἀπὸ τοίχους
Verse: 421    
λῦσε κλύδων τρόπιος: τὴν δὲ ψιλὴν ϕέρε κῦμα.
Verse: 422    
ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν· αὐτὰρ ἐπ' αὐτῷ
Verse: 423    
ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς.
Verse: 424    
τῷ ' ἄμϕω συνέεργον ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
Verse: 425    
ἑζόμενος δ' ἐπὶ τοῖς ϕερόμην ὀλοοῖς ἀνέμοισιν.

Verse: 426       
ἔνθ' ἤτοι Ζέϕυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
Verse: 427    
ἦλθε δ' ἐπὶ Νότος ὦκα, ϕέρων ἐμῷ ἄλγεα θυμῷ,
Verse: 428    
ὄϕρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
Verse: 429    
παννύχιος ϕερόμην, ἅμα δ' ἠελίῳ ἀνιόντι
Verse: 430    
ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
Verse: 431    
μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·
Verse: 432    
αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ' ἀερθείς,
Verse: 433    
τῷ προσϕὺς ἐχόμην ὡς νυκτερίς: οὐδέ πῃ εἶχον
Verse: 434    
οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ' ἐπιβῆναι·
Verse: 435    
ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δ' ἔσαν ὄζοι,
Verse: 436    
μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
Verse: 437    
νωλεμέως δ' ἐχόμην, ὄϕρ' ἐξεμέσειεν ὀπίσσω
Verse: 438    
ἱστὸν καὶ τρόπιν αὖτις: ἐελδομένῳ δέ μοι ἦλθον
Verse: 439    
ὄψἦμος δ' ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
Verse: 440    
κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
Verse: 441    
τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεϕαάνθη.
Verse: 442    
ἧκα δ' ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε ϕέρεσθαι,
Verse: 443    
μέσσῳ δ' ἐνδούπησα παρ' ἐξ περιμήκεα δοῦρα,
Verse: 444    
ἑζόμενος δ' ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
Verse: 445    
Σκύλλην δ' οὐκέτ' ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
Verse: 446    
εἰσιδέειν· οὐ γάρ κεν ὑπέκϕυγον αἰπὺν ὄλεθρον.

Verse: 447       
ἔνθεν δ' ἐννῆμαρ ϕερόμην, δεκάτῃ δέ με νυκτὶ
Verse: 448    
νῆσον ἐς ᾽Ωγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
Verse: 449    
ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
Verse: 450    
μ' ἐϕίλει τ' ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;
Verse: 451    
ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ
Verse: 452    
σοί τε καὶ ἰϕθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν
Verse: 453    
αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν."


Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.